Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιδεῖξαι [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιδεῖξαι


000-00-00 Serial Number=0038909912
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00090]  Τίς οὖν λοιδορίας καθαρὸν τὸν ἑαυτοῦ βίον καὶ ὀργῆς ἀλόγου καὶ ματαίας ἐπιδεῖξαι δύναται;
000-00-00 Serial Number=0991161525
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00639]  Καὶ γὰρ ἐν τοῖς στρατοπέδοις ἐκεῖνός ἐστιν ὁ πάντων ἀμείνων, ὁ πλείονα τραύματα ἐπιδεῖξαι ἔχων, καὶ τὰ μονομάχια πρὸς τοὺς εὐτονωτέρους τῶν πολεμίων ἀναδεξάμενος·
000-00-00 Serial Number=0645331979
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00536]  Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν·
 [00620]  Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς·
000-00-00 Serial Number=0337544739
Ad illuminandos catecheses Ante [Go Back]  
 [00334]  Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών.
000-00-00 Serial Number=0734234095
Ad populum Antiochenum Ante [Go Back]  
 [00608]  Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λεγόμενα ἅπαντα·
 [03276]  Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον.
000-00-00 Serial Number=0811683118
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00119]  Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύματα ἐπιδεῖξαι ἔχων, δι' ὧν τὸ τρόπαιον ἔστησε.
 [00413]  Καὶ πολλοὺς ἐπιδεῖξαι·
 [00717]  ποῦ τὴν ἐκ τούτων ἡδονὴν ἐπιδεῖξαι ἔχεις ἡμῖν;
000-00-00 Serial Number=0714284778
Contra Anomoeos Ante [Go Back]  
 [00074]  Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἑλκύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0789133608
De Anna i Ante [Go Back]  
 [00661]  Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ' ἀνασπάσαντες ἐκεῖθεν, ἐφ' ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης·
000-00-00 Serial Number=0654125690
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00005]  Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν, ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον κείμενον παρ' αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων καὶ νεκρῶν τινῶν εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.
 [00277]  [59] Ἀλλὰ τοῦτο μὲν τὴν ἰσότητα παρίστησιν ἡμῖν καίτοι γε μόλις ἂν πατέρες ταύτην ἀφήσειαν τὴν φωνὴν ἀλλ' ὅμως συγχωρείσθω καὶ μέχρι τοσούτου φθάνειν αὐτούς δεῖ δὲ τὸ πλέον ἐπιδεῖξαι λοιπόν.
 [00629]  [114] Ὥρα δὴ λοιπὸν ἐπιδεῖξαι καὶ τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς οὐκ εἰς τὸν βασιλεύοντα τὴν ὀργὴν ἀφῆκεν ἀλλ' εἰς τὸν δαίμονα, καὶ διὰ τί μὴ πάντα ἀπώλεσε τὸ πῦρ τὸν ναὸν ἀλλὰ τὴν στέγην ἀφανίσαν ἅμα καὶ τὸ εἴδωλον ἤλεγξεν.
000-00-00 Serial Number=0478033721
De Christi divinitate Ante [Go Back]  
 [00263]  τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον ἐπιδεῖξαι βουλόμενος.
000-00-00 Serial Number=0687156796
De beato Philogonio Ante [Go Back]  
 [00080]  Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ.
000-00-00 Serial Number=0204746068
De confessione pretiosae crucis Ante [Go Back]  
 [00107]  Καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα, καὶ ἕτερα ἔπαθλα, καὶ εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι, μόνον μὴ ἀποκάμητε.
000-00-00 Serial Number=0654602766
De consubstantiali Ante [Go Back]  
 [00253]  Καὶ τί θαυμάζεις, εἰ πρὸ τοῦ σταυροῦ τοσαύτην ἐποίησε σπουδὴν, πιστώσασθαι τῆς σαρκὸς τὴν ἀλήθειαν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα οὐ παρῃτήσατο αὐτῷ καὶ τραύματα καὶ τύπους ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, Ἐρεύνησον καὶ ἴδε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει;
000-00-00 Serial Number=0984659135
De paenitentia [1] Ante [Go Back]  
 [02525]  ταῦτα ὑποσχόμενος, ταῦτα ἐπιδεῖξαι πειράσομαι.
000-00-00 Serial Number=0893110633
De precatione [1] Ante [Go Back]  
 [00048]  Βούλομαι δὲ ἐπιδεῖξαι διὰ βραχέων, ὅτι κἂν ἁμαρτημάτων γέμοντας αἱ προσευχαὶ λάβωσιν ἡμᾶς, ταχέως ἀποκαθαίρουσι.
000-00-00 Serial Number=0659394324
De sacerdotio Ante [Go Back]  
 [00200]  Οὐ γὰρ ὅσον αὐτὸν ὁ Πέτρος ἐφίλει, τότε ἐπιδεῖξαι ἐβούλετο καὶ γὰρ ἐκ πολλῶν τοῦτο ἤδη γέγονεν ἡμῖν δῆλον , ἀλλ' ὅσον αὐτὸς τὴν Ἐκκλησίαν ἀγαπᾷ τὴν ἑαυτοῦ, καὶ Πέτρον καὶ πάντας ἡμᾶς μαθεῖν ἠθέλησεν ἵνα πολλὴν καὶ ἡμεῖς περὶ ταῦτα εἰσφέρωμεν τὴν σπουδήν.
 [00618]  καὶ τῶν ἀνθρώπων οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον ἔχουσι παραπέτασμα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν, εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναι ἀναγκάζονται καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχὰς διὰ τῶν ἔξωθεν κινημάτων.
 [00863]  Ὁ δέ, διότι κρείττονος ἔτυχεν ἀξιώματος, διὰ τοῦτο ἁμαρτάνειν αὐτῷ νομίζων ἐξεῖναι, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἰτίαν τῶν οἰκείων ἁμαρτημάτων ἐπιδεῖξαι ἐσπούδακεν·
 [01146]  οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν, ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπιδεῖξαι δυνήσεται;
000-00-00 Serial Number=0323128700
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00024]  Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς.
000-00-00 Serial Number=0131669223
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06173]  Τοσαῦτα γὰρ παθόντος τοῦ Χριστοῦ δι' ἡμᾶς ἐχθροὺς ὄντας, τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι' αὐτὸν πεπόνθαμεν οὐδέν.
 [09430]  Καὶ, εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι·
000-00-00 Serial Number=0244316697
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00501]  Καὶ ταῦτα αὐτῷ σύνοιδεν ἡ Τρωὰς ἡ διὰ τοῦτο καταλειφθεῖσα παρ' αὐτοῦ, ἐπειδὴ οὐκ ἔσχεν ἐπιδεῖξαι αὐτῷ τότε ἐκεῖνον.
000-00-00 Serial Number=0479067147
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01216]  πανταχοῦ γὰρ σπουδάζει θεόθεν τὸν πόλεμον ἀναῤῥιπιζόμενον τοῖς ἰδίοις ἐπιδεῖξαι τοῦτον.
000-00-00 Serial Number=0494237185
In Acta apostolorum Ante [Go Back]  
 [03727]  οὐδαμόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σημείων.
 [07994]  οὓς γένοιτο πάντας ἡμᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας;
 [09999]  Εἴ γε ἐνῆν τὴν καρδίαν ἡμῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν μετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑμᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας·
000-00-00 Serial Number=0977962911
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05965]  Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν.
000-00-00 Serial Number=0876578212
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06280]  Πολλοὺς γοῦν ἔχοιμι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπισημοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι' ἐκείνων ἀπολαύσωσι παῤῥησίας, καὶ τοῖς αὐτῶν πράγμασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιμώτεροι γίνωνται·
000-00-00 Serial Number=0318854868
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00812]  τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι' αὐτὸν πεπόνθαμεν;
000-00-00 Serial Number=0015157223
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00112]  ἆρα ἀσθενῆ τὸν Υἱὸν ἐπιδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος;
 [00460]  Σκεῦος γὰρ ἐκλογῆς μοί ἐστι, πρὸς τὸν Ἀνανίαν ἔλεγε, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα.
000-00-00 Serial Number=0544353187
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03415]  Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς, φησὶν, ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ.
 [04264]  Ποίοις οὖν ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται ὁ τοιοῦτος τοῖς ἐν τοῖς βασιλείοις οὖσιν, ἐκείνων μυρίους ἱδρῶτας καὶ τραύματα ἐπιδεικνυμένων, αὐτὸς οὐδὲν ἔχων ἐπιδεῖξαι, ἀλλὰ καὶ αὐτὸ τὸ σωθῆναι ἀπὸ μόνης τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔχων;
 [07403]  Ἐνταῦθα [63.179] δείκνυσιν, ὅτι οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι.
 [09909]  Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσομαι.
000-00-00 Serial Number=0039956212
In epistulam ad Philippenses Ante [Go Back]  
 [02782]  Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν·
000-00-00 Serial Number=0491074383
In epistulam ad Romanos Ante [Go Back]  
 [05690]  διὰ πάντων σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος.
 [05849]  Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς τῶν ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων, μὴ γένοιτο, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ πρὸς τὸν Χριστὸν εἶχε, ἐπιδεῖξαι βουλόμενος.
 [09881]  Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν;
000-00-00 Serial Number=0761438131
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00280]  [51.282] Πολλὴν συγγένειαν τῆς Καινῆς ∆ιαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται·
000-00-00 Serial Number=0766692102
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00051]  καὶ ἀνωτέρω δὲ τού των παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0239394546
In illud Vidua eligatur Ante [Go Back]  
 [00152]  Εἰ γὰρ τὰς παρθένους οὐδὲν ὠφέλησεν ἡ παρθενία (καίτοι πολλῷ μείζων χηρείας ἡ παρθενία), ἀλλ' ἀπῆλθον, σβεσθέντος αὐταῖς τοῦ πυρὸς τῶν λαμπάδων, ἠτιμωμέναι, ἐπειδὴ τὸν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἐλεημοσύνης οὐκ ἔσχον ἐπιδεῖξαι καρπὸν, πολλῷ μᾶλλον αἱ χῆραι.
000-00-00 Serial Number=0543394148
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00244]  Οὗτος δὲ καὶ τῆς οἰκίας προελθεῖν ἠνέσχετο, καὶ εἰς ἀγορὰν ἐμβαλεῖν βασταζόμενος, καὶ τοσούτων παρόντων ἑαυτὸν ἐπιδεῖξαι.
000-00-00 Serial Number=0902574539
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00180]  Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς.
000-00-00 Serial Number=0698995769
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00034]  Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ' ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν·
000-00-00 Serial Number=0625344872
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00315]  Ὡς δὲ οὐκ εἶδε μετ' αὐτῶν τὸν Βενιαμὶν, δεδοικὼς μὴ καὶ αὐτὸν ἀπώλεσαν, αἰτιᾶται ὡς κατασκόπους τῆς γῆς, καὶ τοῦ ἐγκλήματος οὐκ εἶναι ἑτέραν λύσιν, πλὴν εἰ μὴ τὸν ἀδελφὸν τὸν νεώτερον τὸν Βενιαμὶν καταγαγόντες εἰς Αἴγυπτον ἐπιδεῖξαι δυνηθεῖεν.
 [00409]  καὶ ἀποστέλλει αὐτὸν πρὸς Φαραὼ, κελεύσας ἐπιδεῖξαι σημεῖον, εἰ αἰτήσειεν ὁ βασιλεὺς, τὸ τῆς ῥάβδου τῆς εἰς ὄφιν στραφείσης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»