Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιδείκνυται [108]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιδείκνυται


000-00-00 Serial Number=0000007868
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00255]  Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
000-00-00 Serial Number=0354205549
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00602]  Τούς τε γὰρ πονηροὺς οὕτως ἐπὶ τὴν μεταβολὴν τῆς πονηρίας, εἰ βούλοιντο, παρακαλεῖ, τούς τε ἀγαθοὺς προσεκτικωτέρους ἐργάζεται, τὴν δὲ μακροθυμίαν ἐπιδείκνυται τὴν αὑτοῦ, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον, ὅπερ ἔφθην εἰπὼν, ἅπασι καθίστησι φανερόν.
000-00-00 Serial Number=0067186236
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00086]  Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ.
000-00-00 Serial Number=0789022982
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00213]  ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν.
000-00-00 Serial Number=0478676319
Ad illuminandos catecheses Ante [Go Back]  
 [00334]  Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών.
 [00566]  ∆ιὰ τοῦτο μὲν οὖν αὐτὴν μάλιστα μισῶ καὶ ἀποστρέφομαι, ὅτι τῷ ὀνόματι τοῦ Θεοῦ πρὸς ὕβριν κατακέχρηται, ὅτι λέγουσα Χριστιανὴ εἶναι, τὰ τῶν Ἑλλήνων ἐπιδείκνυται.
000-00-00 Serial Number=0531725585
Ad populum Antiochenum Ante [Go Back]  
 [00214]  Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων [49.25] ἀπέδειξεν ὁ Παῦλος, δεικνὺς, ὅτι οὐ μόνον ἀσθένειαν αὐτοῦ οὐ κατηγορεῖ τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν·
 [00723]  οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ' εἰληφέναι χάριν, ὅταν δέξηταί σου τὰς παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς φυλακῆς αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν.
 [01345]  Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν·
 [03988]  ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας·
 [04358]  Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται·
000-00-00 Serial Number=0944049954
Adversus Judaeos Ante [Go Back]  
 [02564]  Ἀλλ' οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν·
000-00-00 Serial Number=0180160344
Catecheses ad illuminandos Ante [Go Back]  
 [00013]  [1.3] Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει.
 [00273]  [2.1] Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας.
 [00277]  Ἐπὶ δὲ τοῦ δεσπότου τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι ἡμᾶς τῶν πόνων καὶ ἐπιδείξασθαι τὰ παρ' ἑαυτῶν, προλαμβάνων τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπισπάσηται ἡμᾶς πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν.
 [00295]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν ἐδωρήσατο.
 [00609]  Ὁ γὰρ ἀγαθὸς Θεός, ἐπειδὰν ἴδῃ τὴν ψυχὴν εὐγνώμονα μέν, δι' ἄγνοιαν δὲ πλανωμένην, οὐ περιορᾷ οὐδὲ ἀφίησιν ἐπὶ πολὺ ἀπρονόητον ἀλλὰ τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται καὶ οὐδὲν παραλιμπάνει τῶν εἰς τὴν ἡμετέραν σωτηρίαν συντεινόντων, μόνον ἐὰν ἡμεῖς ἑαυτοὺς ἀξίους κατασκευάσωμεν τοῦ μετὰ δαψιλείας τὴν ἄνωθεν ἐπισπάσασθαι χάριν, καθάπερ καὶ ὁ μακάριος οὗτος·
000-00-00 Serial Number=0490078688
Commentarius in Job Ante [Go Back]  
 [02031]  ὁ δὲ μηδὲ τοῦτον ἐλθεῖν τολμῶν αἰτεῖν, εἰ μὴ ἡ ἀνάγκη ἀπῄτει, ὅρα πόσην εὐλάβειαν ἐπιδείκνυται, ὥστε οὐκ ἀπὸ σκοποῦ ὁ λόγος.
000-00-00 Serial Number=0193075120
Contra Anomoeos Ante [Go Back]  
 [00108]  πῶς ἑκατέρα τὴν αὐθεντίαν ἐπιδείκνυται τοῦ Χριστοῦ;
000-00-00 Serial Number=0123331428
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00693]  Ἀλλὰ κἂν ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν αὐτὸς τὴν φιλανθρωπίαν ἐπιδείκνυται τὴν αὑτοῦ.
000-00-00 Serial Number=0402325690
De Christi divinitate Ante [Go Back]  
 [00069]  Ὁ δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη μένει, καὶ οὐκ ἀφίσταται, καὶ πολλὴν ἐπιδείκνυται τὴν ὑπομονήν.
 [00218]  Ἴδωμεν οὖν εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτεταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδείκνυται, ὡς ∆εσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς.
000-00-00 Serial Number=0793553352
De Lazaro Ante [Go Back]  
 [00159]  Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲ κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς, εἰπὼν, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα.
 [00188]  οὗτος δὲ ὁ συνεχῶς συμβουλεύων [48.970] καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτάτης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας.
000-00-00 Serial Number=0622739017
De beato Philogonio Ante [Go Back]  
 [00080]  Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ.
000-00-00 Serial Number=0064076066
De consubstantiali Ante [Go Back]  
 [00277]  αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται, καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα.
000-00-00 Serial Number=0140882790
De futurae vitae deliciis Ante [Go Back]  
 [00020]  οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ·
 [00103]  αὐτὸς αὐτὰ διὰ τῶν ἔργων ἐπιδείκνυται, καὶ τοὺς στεφάνους ἐπ' ὄψιν ἄγει.
 [00121]  Πάλιν ἀκτημοσύνην παιδεύων, ὅρα πῶς διὰ τῶν ἔργων αὐτὴν ἐπιδείκνυται λέγων·
000-00-00 Serial Number=0145509005
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00853]  [6.5] Ἡ γὰρ φύσις τὰ αὐτῆς καὶ ἀκόντων ἡμῶν ἐπιδείκνυται, καὶ κρατῆσαι τῶν ἐλαττωμάτων ἐκείνων οὐκ ἔνι, οὐδὲ τὸν σφόδρα βουλόμενον καὶ σπουδάζοντα·
000-00-00 Serial Number=0113991201
De mutatione nominum Ante [Go Back]  
 [00315]  ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ' ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται·
000-00-00 Serial Number=0198962092
De precatione [1] Ante [Go Back]  
 [00008]  Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαριζόμενος, ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ;
000-00-00 Serial Number=0160296977
De sancta pentecoste Ante [Go Back]  
 [00509]  Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυται τῶν ἀκανθῶν τὴν φοράν·
000-00-00 Serial Number=0065049648
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00010]  Καὶ γὰρ καθάπερ ῥίζα τις θαυμαστὴ, τοῖς κόλποις κρυπτομένη τῆς γῆς, αὐτὴ μὲν οὐ φαίνεται, διὰ δὲ τῶν καρπῶν τῆς οἰκείας ἀρετῆς τὴν ἰσχὺν ἐπιδείκνυται, οὕτω δὴ καὶ ὁ μακάριος Μελέτιος, ἐν τῇ λάρνακι ταύτῃ κρυπτόμενος, αὐτὸς μὲν ἡμῖν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔστι καταφανὴς, διὰ δὲ ὑμῶν τῶν καρπῶν τῆς οἰκείας χάριτος τὴν ἰσχὺν ἐπιδείκνυται·
000-00-00 Serial Number=0672019660
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00144]  οὕτως ὁ τὸν Υἱὸν τοῦ Θεοῦ μὴ λέγων Υἱὸν ἀλλὰ κτίσμα, τῆς οἰκείας μανίας ἐκφέρει ἀπόδειξιν, ὁ δὲ ἐπιγινώσκων αὐτοῦ τὴν οὐσίαν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται·
000-00-00 Serial Number=0824925542
De studio praesentium Ante [Go Back]  
 [00096]  ἀλλ' οὐχὶ καὶ τῆς τάξεως τῶν ἀνδρῶν αὐτὴν ἀπαλλάξας εἰς τὸν τῶν ἀγγέλων στήσεις χορὸν, ὅτι ἐν γυναικείᾳ φύσει τοσαύτην ἐπιδείκνυται φιλοσοφίαν;
000-00-00 Serial Number=0632260144
De virginitate Ante [Go Back]  
 [00881]  Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ' ἐπαίνων ἀποστερήσας μόνον μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιΐας μὲν οὐδαμοῦ μεμνημένος τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς καὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν.
 [01092]  Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν καὶ πρὸς παίδων γονὴν καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὑτῆς·
000-00-00 Serial Number=0849599600
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01070]  Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ, οὐ μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη.
 [01642]  Ὅρα γὰρ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ οἵαν εἰς τοὺς οἰκείους αὐτοῦ δούλους ἐπιδείκνυται θεραπείαν.
 [02960]  ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως τῆς Σάῤῥας ἐνεγκόντα τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ μετὰ βασιλέα ἀπαλλάττων τῆς παρανομίας.
 [03561]  Καὶ ὁ μὲν φανερὰν τὴν μάχην ἐπιδείκνυται, ὁ δὲ συνεσκιασμένην·
 [03644]  Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα δι' αὐτῶν θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἢν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται.
 [06175]  Οὐκ ἴστε ὅτι καὶ ὁ στρατιώτης, ὅταν τραύματα καὶ ὠτειλὰς ἐπιδείκνυται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ·
 [06383]  Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς·
 [09929]  Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν·
000-00-00 Serial Number=0967051446
Epistulae Ante [Go Back]  
 [00354]  Καὶ γὰρ ἐκείνων ἕκαστος, ὁ μὲν ὅταν ἴδῃ τὰ κύματα ἐγειρόμενα, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν σπουδήν·
000-00-00 Serial Number=0243785262
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00297]  Πλὴν ἔλεον ἐπιδείκνυται, ἄλλ' ὅμως εἰς λήθην αὐτὸν ἐποίησας ἐμπεσεῖν μετὰ ταῦτα.
 [01429]  Οὐδὲν οὕτως ἀσθενὲς, οὐδὲν οὕτως ἀδύνατον, ὃ μὴ τὰ ὑπὲρ οἰκείαν ἐπιδείκνυται φύσιν διὰ τὸν φόβον τοῦ Θεοῦ.
 [05118]  Καὶ βίον θαυμαστὸν ἐπιδείκνυται αὐτοῖς, καὶ καρδίαν θεοφιλῆ, ὅπερ ἀεὶ λέγει καὶ διαθήκην αἰώνιον.
000-00-00 Serial Number=0713815749
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00052]  Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστοργίαν οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες ὠδῖνας ἡμῖν, καὶ ἐν τῇ ψυχῇ τὴν οἰκουμένην περιέφερε·
000-00-00 Serial Number=0840528488
In Acta apostolorum Ante [Go Back]  
 [01159]  Τίς ἡμῶν ἐπιδείκνυται τοσαύτην φροντίδα περὶ τὰ ποίμνια τοῦ Χριστοῦ, ὅσην περὶ τὰ ποίμνια τοῦ Λάβαν ὁ Ἰακώβ;
 [05261]  οὕτω καὶ ὁ Χριστὸς ἐν τῷ θανάτῳ τὴν δύναμιν ἐπιδείκνυται.
000-00-00 Serial Number=0537477672
In Bassum martyrem Ante [Go Back]  
 [00041]  Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα·
000-00-00 Serial Number=0152867913
In Isaiam Ante [Go Back]  
 [01036]  Νεανίσκους δὲ ἐνταῦθα οὐχὶ ἁπλῶς τὴν ἡλικίαν διαβάλλων ἔφησεν, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος τὴν ἄνοιαν αὐτῶν ἐπιδείκνυται.
000-00-00 Serial Number=0375483811
In Joannem Ante [Go Back]  
 [02770]  ἀλλὰ πολλὴν πάλιν τὴν ἐπιείκειαν ἐπιδείκνυται.
 [03398]  Ὁ δὲ Χριστὸς οὐκ εὐθέως οὐδὲ ἐξ ἀρχῆς τὰ τῆς ἐξουσίας ἐπιδείκνυται πάντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται.
 [04913]  Ὁ μὲν γὰρ πρώτως εὐεργετῶν, φανερὰν ἐπιδείκνυται τὴν χρηστότητα·
 [05046]  Ὁ γὰρ θεοὺς τοιούτους ἔχων, καὶ ἑορτὰς ὁμοίως τοῖς θεοῖς αἰσχρὰς καὶ καταγελάστους, ἄξια τῶν δογμάτων καὶ τὰ ἔργα ἐπιδείκνυται·
 [05871]  αὕτη δὲ ἀποστολικὰ ἐπιδείκνυται πράγματα, πάντας εὐαγγελιζομένη καὶ καλοῦσα πρὸς τὸν Ἰησοῦν, καὶ πόλιν ὁλόκληρον ἕλκουσ
000-00-00 Serial Number=0938776255
In Psalmum 100 Ante [Go Back]  
 [00187]  τὸ δὲ, Λάθρα, τὸ ψευδὲς τοῦ πράγματος καὶ ἀπαῤῥησίαστον ἐπιδείκνυται.
000-00-00 Serial Number=0242978513
In catenas sancti Petri Ante [Go Back]  
 [00302]  [53] Οὗτος καὶ εἷς ἐστιν καὶ πολλοῖς ἐπιμεριζόμενος οὐκ ἠλάττωται, ἀλλὰ καὶ καθ' ἑαυτὸν ὢν, τῆς ὁλότητος τὸ ταὐτὸν ἐπιδείκνυται.
000-00-00 Serial Number=0285632968
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00418]  Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς ἐλθόντα τοῦ ᾅδου τὰς πύλας ἀνελκύσῃ, οὐδὲν ἕτερον ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ' αὐτοῦ τοῦ στόματος ἀνασπῶν τοῦ θανάτου τὸν ἐμπεσόντα.
 [00820]  Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης αὐτοῦ δι' ὧν εἴρηκεν ἐπιδείκνυται.
 [01682]  Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ μόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ ταύτῃ φαίνεται πῦρ·
 [04353]  Ἐπειδὴ γὰρ πρὸς τοῦτο κατεσκεύασται τὸ φάρμακον, ἐνταῦθα ἰσχύει μόνον καὶ τὴν ὠφέλειαν ἐπιδείκνυται, ἐπὶ δὲ τῶν ἄλλων καὶ βλάπτει.
 [05801]  ἀλλ' ὅμως κατὰ μέλος ὢν πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν.
 [06733]  Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγκρισιν θεὶς τὴν διὰ τῶν πραγμάτων ἀναίρεσιν, ἐπιδείκνυται τὴν καὶ πολὺ στεῤῥὰν οὖσαν.
 [07767]  ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑμῖν τὴν δύναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι.
 [08132]  Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας·
000-00-00 Serial Number=0479385912
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06422]  Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχομένους ἐπιδείκνυται.
 [09999]  Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπι-δείκνυται·
000-00-00 Serial Number=0370478153
In epistulam ad Colossenses Ante [Go Back]  
 [00550]  Οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν.
000-00-00 Serial Number=0967648208
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02258]  ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται.
000-00-00 Serial Number=0302297711
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00242]  ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, ἢ δι' ὧν ἂν ἐθέλῃ τὴν ἰσχὺν αὐτῆς ἐπιδείκνυται.
 [03254]  καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας·
 [07067]  ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται;
000-00-00 Serial Number=0107370198
In epistulam ad Philemonem Ante [Go Back]  
 [00186]  Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν·
000-00-00 Serial Number=0702589750
In epistulam ad Philippenses Ante [Go Back]  
 [04020]  Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν.
 [04030]  Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν, Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι.
000-00-00 Serial Number=0573120058
In epistulam ad Romanos Ante [Go Back]  
 [00114]  νικᾷ τὰς σαρκικὰς ὠδῖνας, καὶ θερμότερον ἐπιδείκνυται τὸν πόθον.
 [01217]  Τὴν γὰρ χρηστότητα ὁ Θεὸς ἐπιδείκνυται, ἵνα ἀπαλλαγῇς ἁμαρτημάτων, οὐχ ἵνα προσθῇς·
 [02234]  Καὶ ὁ μὲν τὴν μάχην φανερὰν ἐπιδείκνυται, ὁ δὲ συνεσκιασμένην·
 [02467]  ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολλῷ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Κύριον.
 [06409]  Ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὢν, ἐπ' ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα.
 [06982]  Καὶ τί δεῖ λέγειν ἐπ' ἀνθρώπων τοῦτο, ὅπου γε καὶ ἐπὶ ἀλόγων καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται;
 [09613]  καὶ ὅταν μὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήματα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαμοῦ ῥᾴθυμος ἀπὸ τῆς ἀφελείας γίνεται·
 [09999]  Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ μικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν.
000-00-00 Serial Number=0930462241
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00022]  καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος·
000-00-00 Serial Number=0139136374
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00056]  Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ' ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων, καὶ δειχθῇ διὰ τῶν πραγμάτων τῶν αὐτοῦ ἀθλητῶν ἡ ὑπομονὴ, τότε καὶ τὴν οἰκείαν ῥοπὴν ἐπιδείκνυται·
000-00-00 Serial Number=0108511925
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00124]  ἐπὰν δὲ εἰς πῦρ αὐτὴν ἐμβάλῃς, τότε πᾶσαν ἐπιδείκνυται τὴν ἐξ αὐτῆς ἡδονήν.
000-00-00 Serial Number=0101691425
In illud In faciem ei restiti Ante [Go Back]  
 [00104]  νῦν δὲ οὐκ ἔστι μάχη, ἀλλὰ δοκεῖ μὲν εἶναι, μεγάλην δὲ καὶ τοῦ Παύλου καὶ τοῦ Πέτρου σοφίαν καὶ εὔνοιαν πρὸς ἀλλήλους ἐπιδείκνυται.
000-00-00 Serial Number=0355734468
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00083]  Ὅταν γὰρ ἴδῃς τὴν εὐταξίαν τῶν καιρῶν τούτων, καὶ πῶς τὸ οἰκεῖον ἀπαρτίσασα μέτρον ἡ ἡμέρα, οὐ φιλονεικεῖ τὴν νύκτα ἐξῶσαι τῶν οἰκείων ὅρων, οὐδὲ πλεονεξίαν τινὰ ἐπιδείκνυται, οὐδὲ, ἐπειδὴ φαιδροτέρα ἐστὶν αὐτῆς, τὸν ἅπαντα βιάζεται κατασχεῖν χρόνον, ἀλλ' ἀναχωρεῖ·
000-00-00 Serial Number=0080360711
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00205]  καὶ καθάπερ [51.180] ἀθλητὴς, ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ, ταῦτα ἐπὶ τῶν ἀγώνων ἐπιδείκνυται·
000-00-00 Serial Number=0883715868
In illud Vidi dominum Ante [Go Back]  
 [00466]  Ὅτι πᾶς ἄνθρωπος, κἂν ἁπάντων νωθέστατος ᾖ, μέλλων ἅπτεσθαι πράγματος, πολλὴν ἐν τοῖς προοιμίοις ἐπιδείκνυται τὴν σπουδὴν καὶ τῆς προθυμίας ἀκμαζούσης καὶ τῆς δυνάμεως νεαρᾶς οὔσης ἔτι [ῥᾳδίως πρὸς τὸ προκείμενον ἐπιβαίνει]·
 [01157]  καὶ τὸ τῆς οἰκουμένης περιστήσασα θέατρον, οὕτω τὴν ἰατρείαν ἐπιδείκνυται, παιδεύουσα ἡμᾶς ἀσφαλεστέρους περὶ τὴν οἰκείαν εἶναι σωτηρίαν.
 [01163]  Καὶ τὴν μὲν ἐπιείκειαν μετὰ τῶν ἄλλων καὶ διὰ τῆς βραχυλογίας ἡμῖν ἐπιδείκνυται.
000-00-00 Serial Number=0229448736
In illud Vidua eligatur Ante [Go Back]  
 [00037]  ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ' αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ;
000-00-00 Serial Number=0862355113
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00087]  Ὅρα δὲ καὶ μετὰ τὴν θεραπείαν πόσην κηδεμονίαν ἐπιδείκνυται.
000-00-00 Serial Number=0140821040
In principium Actorum Ante [Go Back]  
 [00466]  τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον.
 [01093]  ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον;
000-00-00 Serial Number=0211368084
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01775]  οὕτω, καὶ πολλῷ μᾶλλον, ὁ Θεὸς ἀεὶ κήδεται, οὐδέποτε ἀφίσταται, ἀεὶ τὸ αὐτὸ μέτρον ἐπιδείκνυται.
000-00-00 Serial Number=0969392478
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00246]  προφάσεως ἐπιλαβέσθαι βούλεται μόνον, καὶ πᾶσαν εὐθέως ἐπιδείκνυται τὴν φιλανθρωπίαν.
000-00-00 Serial Number=0723822713
Oratio de epiphania Ante [Go Back]  
 [00035]  Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται;
000-00-00 Serial Number=0562521756
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00013]  νεαρὰ μὲν γὰρ ὄντα τὴν ἰσχὺν ἐπιδείκνυται τὴν ἑαυτῶν ὅταν δὲ χρόνος παρέλθῃ πολὺς, καθάπερ τὰ γεγηρακότα τῶν σωμάτων, ἀσθενέστερα γίνεται·
000-00-00 Serial Number=0177955389
Quod grave sit dei clementiam contemnere Ante [Go Back]  
 [00008]  Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, τὸν τῆς φιλανθρωπίας ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ·
000-00-00 Serial Number=0624562204
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00417]  Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»