Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρχαγγέλων [75]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀρχαγγέλων


000-00-00 Serial Number=0336406827
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00303]  Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων.
 [00328]  Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς οὐρανοὺς καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ' ἀπ' ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν τιμίων καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν καὶ πάσης ὁρωμένης φαιδρότητός εἰσιν τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον ἀλλὰ καὶ ἀπὸ τῶν πολὺ τούτων τιμιωτέρων ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν.
000-00-00 Serial Number=0651527226
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00049]  [2.4] Ὅτε οὖν ἐσκοπεῖτο, οὐχ ὅπως ἀγγέλων προνοεῖ καὶ ἀρχαγγέλων ὁ Θεὸς καὶ τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ καὶ τῶν ἄλλων ἀοράτων δυνάμεων, οὐδὲ πῶς ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης, οὐδὲ πῶς τοῦ γένους τῶν ἀνθρώπων παντός, οὐδὲ πῶς ἀλόγων καὶ φυτῶν καὶ σπερμάτων καὶ βοτανῶν καὶ ἀέρων καὶ πνευμάτων καὶ πηγῶν καὶ ποταμῶν, οὐδὲ τῆς κατὰ φύσιν γεννήσεως καὶ αὐξήσεως καὶ διατροφῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, [2.5] ἀλλ' ἕν τι μέρος ἀπολαβὼν τῆς προνοίας αὐτοῦ τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας καὶ γὰρ περὶ τούτων τὸν ἅπαντα διεξῄει λόγον, διδάσκων πῶς μὲν τοὺς ἐξ ἐθνῶν ἐκάλεσε, πῶς δὲ τοὺς ἐξ Ἰουδαίων ἀπώσατο καὶ πῶς ἐλέῳ τὴν ἑκατέρων σωτηρίαν ἐπραγματεύσατο ἄκουσον οἷα φησίν.
 [00074]  [2.11] Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπέ μοι;
000-00-00 Serial Number=0130665541
Ad viduam juniorem Ante [Go Back]  
 [00078]  Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ' ἀποδημία καὶ μετάστασίς τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων ∆εσπότην.
000-00-00 Serial Number=0107252061
Adversus Judaeos Ante [Go Back]  
 [02843]  Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ·
000-00-00 Serial Number=0872988105
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00115]  ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ' αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθὸν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα.
 [01705]  Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουὴλ, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων.
000-00-00 Serial Number=0676793158
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00046]  θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων;
000-00-00 Serial Number=0399838448
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00163]  Ἡ γὰρ ὄψις ἐκείνη τῶν ὁρωμένων τὴν διάνοιαν παρέπεμπεν ἐπὶ τὸν ἄνω βασιλέα τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ καὶ βλέποντα ἀβύσσους, ἐπὶ τὸν θρόνον τὸν ἔνδοξον καὶ ὑψηλὸν, ἐπὶ τὴν στρατιὰν τὴν οὐράνιον, ἐπὶ τὰς μυριάδας τῶν ἀγγέλων, ἐπὶ τὰς χιλιάδας τῶν ἀρχαγγέλων, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν τοῦ πυρὸς ποταμὸν, ἐπὶ τὸν κριτὴν αὐτόν.
000-00-00 Serial Number=0514821231
De beato Philogonio Ante [Go Back]  
 [00033]  οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ' ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροὶ, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι.
000-00-00 Serial Number=0255016923
De consubstantiali Ante [Go Back]  
 [00030]  Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής·
 [00215]  Καὶ γὰρ ὅταν μὲν ᾖ τὸ ἀγνοούμενον μηδενὶ δῆλον μήτε προφητῶν, μήτε ἀγγέλων, μήτε ἀρχαγγέλων, ἴσως παρέξει τινὰ τοῖς φιλονεικοῦσι λαβήν·
 [00299]  Ἐννόησον γὰρ πηλίκον ἔσται ἀγγέλων παρόντων, ἀρχαγγέλων παρεστώτων, τῶν Σεραφὶμ, τῶν Χερουβὶμ, τῶν ἄλλων ἁπασῶν δυνάμεων, αὐτὸν ἄνθρωπον ὄντα μετὰ πολλῆς δύνασθαι προσιέναι τῆς παῤῥησίας, καὶ τῷ βασιλεῖ τῶν δυνάμεων ἐκείνων διαλέγεσθαι·
000-00-00 Serial Number=0966497719
De cruce et latrone i Ante [Go Back]  
 [00219]  οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν.
000-00-00 Serial Number=0473351717
De cruce et latrone ii Ante [Go Back]  
 [00277]  οὕτω τοῦ τῆς κτίσεως ∆εσπότου καταβαίνοντος ἐκ τῶν οὐρανῶν, προλαμβάνει τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων τὸ σημεῖον ἐκεῖνο βαστάζοντα, καὶ τὴν βασιλικὴν εἴσοδον ἡμῖν ἀπαγγέλλοντα.
 [00278]  Τότε, φησὶ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, περὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων λέγων, καὶ πασῶν τῶν ἀοράτων δυνάμεων·
000-00-00 Serial Number=0716400564
De incomprehensibili dei natura Ante [Go Back]  
 [00165]  Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ' ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ' ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ' ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος.
 [00418]  Πρώην μὲν οὖν αὐτοὺς ἀπὸ τῶν ἄνω δυνάμεων ἐσωφρονίζομεν, ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβίμ, τῶν Σεραφίμ·
 [00456]  Ἀλλ' ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων καὶ φῦλα ἀμύθητα καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε μεθ' ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται.
000-00-00 Serial Number=0633921504
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00174]  Οὗτος γὰρ πρὸς ἐκεῖνο τὸ φίλτρον, οὐκ ἀγγέλων ἀξίαν ἐθαύμασεν, οὐκ ἀρχαγγέλων, οὐκ ἄλλο τοιοῦτον οὐδέν.
 [00997]  πόσων δὲ ἀγγέλων καὶ ἀρχαγγέλων οὐκ ἔστιν ἄξιος ὁ τοῦτο εἰπὼν τὸ ῥῆμα;
000-00-00 Serial Number=0128856242
De mansuetudine sermo Ante [Go Back]  
 [00064]  οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ ∆εσπότου τῶν ὅλων.
000-00-00 Serial Number=0339059353
De paenitentia [1] Ante [Go Back]  
 [00648]  Ἀλλ' οὔτ' ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν παρέρχεται, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων, καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ·
000-00-00 Serial Number=0310928047
De paenitentia sermo 1 Ante [Go Back]  
 [00489]  Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ ∆εσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων·
000-00-00 Serial Number=0525387883
De perfecta caritate Ante [Go Back]  
 [00208]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους·
 [00215]  Τότε ἀνοίγεται μὲν ἅπας ὁ οὐρανὸς, κάτεισι δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὐκ εἴκοσι, οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, καὶ τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων, καὶ ἁρπαζομένων, αὐτοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς, ὑπὸ τῆς αὐγῆς ἐκείνης ὑπερλαμπόμενον.
000-00-00 Serial Number=0679310620
De sancta pentecoste Ante [Go Back]  
 [00312]  ἥξει στρατόπεδα ἐπαγόμενος, ἀγγέλων τάγματα, ἀρχαγγέλων συμμορίας, μαρτύρων φρατρίας, δικαίων χοροὺς, προφητῶν καὶ ἀποστόλων δήμους, καὶ ἐν μέσῳ τῶν στρατοπέδων ἀΰλων ἐκείνων ὁ βασιλεὺς φαινόμενος ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δόξῃ.
000-00-00 Serial Number=0263135672
De sanctis martyribus [2] Ante [Go Back]  
 [00089]  μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν, ἀγγέλων αὐτοῖς προηγουμένων, καὶ ἀρχαγγέλων δορυφορούντων·
000-00-00 Serial Number=0062380731
De virginitate Ante [Go Back]  
 [00331]  Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδεὶς ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως.
000-00-00 Serial Number=0949984908
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02752]  Εἰ δὲ ἐνταῦθα τοσοῦτοι οἱ ἔπαινοι, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων, παρελθὼν ὁ Χριστὸς καὶ τῆς χειρός σου λαβόμενος, εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων, εἴπῃ·
 [06078]  Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλὰ τὸν οὐρανὸν ἀνοιγόμενον μὲν ἅπαντα, κατερχόμενον δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, οὐκ εἴκοσιν οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων·
 [07796]  Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τοιούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν·
 [08419]  Πῶς γὰρ ἂν τῷ ἡμετέρῳ γένει ἐκεχάριστο, ἀνθρωπίνης φύσεως ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ Πατρὸς ἱδρυνθῆναι, καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγγέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης, ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων καὶ ἐγγυτάτω Θεοῦ ἑστηκότων, ἐπιθυμούντων μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μείζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων, ταύτης δὲ τῆς μακαρίας λήξεως τοῦ ἀνθρωπίνου γένους τὴν στέρησιν ὑπομένοντος, ἅτε δὴ μηδὲ τοῦ φυράματος ἡμῶν δι' ἀνθρωπίνης ἢ ἀγγελικῆς ἑνώσεως, τῆς δόξης, ἐν ᾖ νῦν ἐκλάμπει, τὴν ἀπόλαυσιν προεσχηκότος, μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόντων ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον;
 [09999]  Τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, πάντα νοῦν ὑπερβαῖνον;
 [09999]  Τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, [63.885] πάντα νοῦν ὑπερβαῖνον;
000-00-00 Serial Number=0618654311
Homilia de capto Eutropio Ante [Go Back]  
 [00936]  Ἀνάστασιν, σωμάτων ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων ἕνωσιν, τὴν μετὰ ἀρχαγγέλων χορείαν, τὴν μετ' αὐτοῦ πολιτείαν, τὴν ζωὴν τὴν ἀκήρατον, τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
000-00-00 Serial Number=0055700302
In Genesim sermo 3 Ante [Go Back]  
 [00335]  τὴν τῶν ἀρχαγγέλων στέρησιν;
000-00-00 Serial Number=0102899730
In Genesim sermones Ante [Go Back]  
 [00058]  Τίνος ἕνεκεν οὐ περὶ τῶν ἀγγέλων ἡμῖν διαλέγεται, οὐ περὶ τῶν ἀρχαγγέλων;
 [00073]  Οὐδὲ γὰρ οὗτος περὶ ἀγγέλων καὶ ἀρχαγγέλων εἶπεν αὐτοῖς, ἀλλὰ περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, οὕτω πως δημηγορῶν·
 [00247]  Οὐ γὰρ ἀγγέλων ἐστὶ τὸ δημιουργεῖν, οὐδὲ ἀρχαγγέλων τὸ ἐργάζεσθαι ταῦτα.
 [00253]  ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς.
 [00254]  Ἄκουσον τί φησιν Ἡσαΐας περὶ τῶν Σεραφὶμ δυνάμεων, τῶν ἀνωτέρω τῶν ἀρχαγγέλων·
000-00-00 Serial Number=0823789239
In Isaiam Ante [Go Back]  
 [01253]  Τῶν ἀγγέλων λέγει, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸν ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ μακροθυμίας οὖσαν.
 [01904]  Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται.
000-00-00 Serial Number=0261157334
In Joannem Ante [Go Back]  
 [01891]  Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν.
 [05313]  ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων ∆εσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα.
 [05342]  ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων ∆εσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα.
000-00-00 Serial Number=0586443186
In Joannem theologum Ante [Go Back]  
 [00073]  Καταλείψας οὖν πᾶσαν τὴν γῆν, διεπέρασε τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, παρέδραμε τὰς τῶν ἀστέρων διακοσμήσεις, παρῆλθε τὰς στρατιὰς τῶν ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων χοροστασίας, καὶ πάσας τὰς νοερὰς δυνάμεις, Χερουβὶμ καὶ Σεραφὶμ τάγματα, καὶ πάντα, ὅσα ἐξ οὐκ ὄντων παρήχθη, κατέλιπε, καὶ ὑπερέβη πάντας τοὺς οὐρανοὺς, καὶ ὅσα οὐκ ἦν παρέδραμε.
000-00-00 Serial Number=0385915220
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00266]  Καὶ ὁ Θεὸς, ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων ∆εσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται;
000-00-00 Serial Number=0599010348
In adorationem venerandae crucis Ante [Go Back]  
 [00194]  Πᾶσα δὲ τάξις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν λειτουργικῶν δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλονοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνατον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα.
000-00-00 Serial Number=0312691271
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01053]  Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι;
000-00-00 Serial Number=0550249577
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται, καὶ τὴν οἰκουμένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵματος ἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱμα-χθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶ τὸν οὐ-ρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάμεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ' αὐτοῦ τοῦ θρόνου τοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάμπουσαν ἀῤῥήτῳ·
 [09999]  Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτε-ρον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχ-αγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός.
000-00-00 Serial Number=0389271438
In epistulam ad Colossenses Ante [Go Back]  
 [01436]  δαιμόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων ∆εσπότου καὶ τῶν ἀρχαγγέλων γεγόνασι σῶμα·
 [01446]  Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶ τῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα.
000-00-00 Serial Number=0154615521
In epistulam ad Ephesios Ante [Go Back]  
 [00709]  Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπόδειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέλων μείζους, ὡς πάντων αὐτῶν προτετιμημένους.
 [02851]  ἐπειδὴ οὔτε ἐκεῖνοι τῶν ἀρχαγγέλων·
000-00-00 Serial Number=0198854268
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01574]  Καὶ γὰρ ὄντως μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, τὴν ἐξ ἡμῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ' ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν Σεραφὶμ καὶ τῶν Χερουβίμ.
 [02147]  τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, καὶ πάντα νοῦν ὑπερβαῖνον;
000-00-00 Serial Number=0482825041
In epistulam ad Romanos Ante [Go Back]  
 [03121]  Οὐ γὰρ δι' ἀγγέλων ἢ ἀρχαγγέλων, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν.
 [05572]  Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις.
 [05579]  Τότε γὰρ ἀνοίγεται πᾶς οὐρανὸς, καὶ τῶν ἁψίδων ἐκείνων ἀναπετάννυνται αἱ πύλαι, κάτεισι δὲ ὁ τοῦ Θεοῦ μονογενὴς Παῖς, οὐκ εἴκοσιν, οὐδὲ ἑκατὸν ἀνθρώπων δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἄλλων δυνάμεων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀναβαινόντων τε καὶ ἁρπαζομένων ἁπάντων, αὐτοῦ μετὰ τῆς τοσαύτης φαινομένου δόξης, ὡς καὶ τὴν σελήνην καὶ τὸν ἥλιον καὶ ἅπαν κρύπτεσθαι φῶς ὑπὸ τῆς αὐγῆς ἐκείνης καταλαμπόμενον.
000-00-00 Serial Number=0068351686
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00077]  τότε πάντων τῶν ἀγγέλων καὶ ἀρχαγγέλων παρόντων, ὅτε χιλιάδες καὶ μυριάδες ἀγγέλων παρεστήκασι·
000-00-00 Serial Number=0936954856
In illud Memor fui dei Ante [Go Back]  
 [00462]  ἀγγέλων καὶ ἀρχαγγέλων ἔλαθε χοροὺς, καὶ δούλου μορφὴν ἐνεδύσατο, ἵνα σώσῃ τὸν κατ' εἰκόνα ἄνθρωπον φθορᾶς καὶ θανάτου·
000-00-00 Serial Number=0643096030
In illud Vidi dominum Ante [Go Back]  
 [01267]  Ἀλλ' ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός.
000-00-00 Serial Number=0026320457
In infirmos Ante [Go Back]  
 [00020]  ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι [325] ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ ∆αμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύπιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν·
 [00032]  ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν, ὁρκίζω σε εἰς τὸν θρόνον τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων δυνάμεων καὶ ἀΰλων ταγμάτων, ὁρκίζω σε κατὰ τῶν τεσσάρων ἀρχαγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων τῶν λειτουργούντων τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν δώ [327] δεκα ἀποστόλων·
000-00-00 Serial Number=0059203327
In ramos palmarum [2] Ante [Go Back]  
 [00048]  Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ·
000-00-00 Serial Number=0350386262
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00076]  ποῦ τὸ τῶν ἀρχαγγέλων τάγ μα;
000-00-00 Serial Number=0494842827
In sanctum pascha [3] Ante [Go Back]  
 [00060]  Ἰωάννη, πῶς ὕψωσάς σου τὸν νοῦν, πῶς ἐκορύφωσάς σου τὸν λογισμόν, πῶς ὑπερέβης τὴν φύσιν, πῶς ἐπάτησας τὸν οὐρανόν, πῶς παρῆλθες τάξεις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ αὐτὰς τὰς ἄνω δυνάμεις καὶ χοροστασίας, πῶς αὐτῷ τῷ θρόνῳ τῷ ἁγίῳ ἤγγισας, πῶς δὲ κἀκεῖνον παρέδραμες καὶ ἐθεάσω τὸν ἐν ἀρχῇ ὄντα ὄντως υἱὸν θεοῦ λόγον;
000-00-00 Serial Number=0444957018
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00014]  [3.3] Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.
000-00-00 Serial Number=0131662786
In synaxim archangelorum Ante [Go Back]  
 [00002]  Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων.
000-00-00 Serial Number=0397900462
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01721]  Ὅρα ἐπιτάγματα ἀγ γέλων καὶ ἀρχαγγέλων.
000-00-00 Serial Number=0807622492
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00485]  Τί σοι τούτου πλέον, τί δὲ ἴσον ἔχοιμεν ἂν εἰπεῖν, ἀλλ' ἢ ὅταν τὸν οὐρανοῦ καὶ γῆς, καὶ ἀγγέλων τε καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων ∆εσπότην ἐραστὴν λάβῃς, ἀπαλλαγεῖσα τούτων τῶν εὐτελῶν ὁμοδούλων καὶ καταισχυνόντων σου τὴν εὐγένειαν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»