Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπονοίας [154]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπονοίας


000-00-00 Serial Number=0013314486
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00165]  Εἰ δέ τις καὶ ταύτην δυνηθείη διεκδῦναι τὴν βλάβην, ὑπὸ τῆς ἀπονοίας κατασχεθεὶς, πάλιν τὸ αὐτὸ πτῶμα κατέπεσε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον·
000-00-00 Serial Number=0768387258
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00293]  Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ' ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ.
 [00315]  εἰ βεβαίαν ἔσχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν [47.436] ἔφθασεν ἀπονοίας;
 [00623]  Εὖ γὰρ ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν.
000-00-00 Serial Number=0462336421
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00445]  Πῶς γὰρ οὐ μανικὸν καὶ ἐσχάτης ἀπονοίας καὶ παραπληξίας ἀνάμεστον, ἰατρὸν μὲν μηδέποτε πολυπραγμονεῖν τέμνοντα, καίοντα, πικρὰ ἐπιτιθέντα φάρμακα, κἂν οἰκέτης ᾖ, ἀλλὰ κεῖσθαι σιγῇ τὸν δεσπότην ταῦτα πάσχοντα καὶ χάριν εἰδέναι καὶ τῆς καύσεως αὐτῷ καὶ τῆς τομῆς καὶ τῶν φαρμάκων καὶ ταῦτα ἐπ' ἀδήλῳ τῷ μέλλοντι πολλοὶ γὰρ πολλοὺς καὶ ἀπέκτειναν ταῦτα ποιήσαντες, καὶ παραχωρεῖν αὐτῷ μετὰ πολλῆς τῆς ὑποταγῆς ταῦτα ποιοῦντι, καὶ ἐπὶ ναύτου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖν καὶ οἰκοδόμου καὶ ἐπὶ τῶν τὰ ἄλλα ἐπιτηδεύματα μετιόντων.
000-00-00 Serial Number=0690486491
Ad populum Antiochenum Ante [Go Back]  
 [00013]  Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον.
 [00654]  Οὐ χρείας ἕνεκεν, ἀλλ' ἀπονοίας μόνης, ἵνα ἀπὸ τούτων σεμνότερος τῶν ἄλλων ἀνθρώπων εἶναι δοκῇς.
 [00674]  ∆ιὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφόδρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλλαγῆναι σπουδῆς.
000-00-00 Serial Number=0513543606
Adversus Judaeos Ante [Go Back]  
 [00265]  Οὐ μικρὰ αὕτη βλάβη τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν, οὐ μικρὰ ἀπονοίας ἐκείνοις πρόφασις.
 [00649]  ἀλλ' ἔχων αὐτοῖς ἐγκαλέσαι καὶ περὶ πορνείας, καὶ περὶ ἀπονοίας, καὶ τῶν ἔξω δικαστηρίων, καὶ τῶν ἐν τοῖς εἰδωλείοις συμποσίων, καὶ ὅτι γυναῖκες μὲν οὐκ ἐκαλύπτοντο τὰς κεφαλὰς, ἄνδρες δὲ τοῦτο ἐποίουν, καὶ μετὰ τούτων ἁπάντων διὰ τὴν τῶν πενήτων ὑπεροψίαν, καὶ τὴν ἐκ τῶν χαρισμάτων ἐγγινομένην αὐτοῖς ἀπόνοιαν, καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως·
000-00-00 Serial Number=0209350288
Adversus catharos Ante [Go Back]  
 [00051]  ὑμᾶς δὲ παρακαλῶ καὶ τὴν ὑμετέραν ἀγάπην, ταῦτα πάντα ἐννοοῦντας τῆς μὲν ἀλαζονείας αὐτῶν ἀπαλλάττεσθαι, καὶ τῆς ἀπονοίας ἐκτὸς εἶναι, πειρᾶσθαι δὲ μετὰ σπουδῆς ἁπάσης τά τε ὄντα ἁμαρτήματα ἀποσμήχειν, τά τε προσιόντα ἀποκρούεσθαι.
000-00-00 Serial Number=0564496160
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00055]  Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.
000-00-00 Serial Number=0358860791
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00182]  ∆εῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.
 [00251]  Ὁ δὲ κάμνων διὰ τῆς οἰκείας ἀπονοίας ἐλυμήνατο τοῦ τεχνίτου τὴν ἐπιστήμην μετὰ πολλοῦ τοῦ θυμοῦ τὸ φάρμακον ἀπὸ τοῦ τραύματος ἀφελών.
000-00-00 Serial Number=0833860159
De Davide et Saule Ante [Go Back]  
 [00721]  τί τοῦ τύφου τούτου καὶ τῆς ἀπονοίας αἰσχρότερον;
 [00723]  Τί γὰρ ἀπονοίας χεῖρον;
000-00-00 Serial Number=0522082269
De Lazaro Ante [Go Back]  
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
000-00-00 Serial Number=0055255294
De diabolo tentatore Ante [Go Back]  
 [00200]  Οὐκ ἐξ ἀπονοίας ταῦτα λέγω, ἀλλ' ἔχω παρεστῶτα τὸν προφήτην μετ' ἐμοῦ βοῶντα καὶ λέγοντα, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησε·
000-00-00 Serial Number=0849718153
De incomprehensibili dei natura Ante [Go Back]  
 [00394]  Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν τούτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας;
 [00397]  καὶ ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήναντο περὶ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι;
 [00462]  τοσοῦτον ἀπονοίας ἀρθείς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἕν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖς;
 [00600]  καὶ γὰρ ἐξ ἀπονοίας αὐτοῖς τὸ δόγμα τοῦτο ἐτέχθη, καὶ πολὺ τῆς διανοίας αὐτῶν τὸ φύσημα·
 [00626]  Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ' ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως.
 [00776]  «Ἐκ μέρους γινώσκομεν καὶ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι», πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατά, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ;
 [01379]  Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ, ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης, κἀκεῖνο πάλιν ἐλαττούμενον, οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας.
 [01385]  Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀπονοίας.
000-00-00 Serial Number=0721883774
De mutatione nominum Ante [Go Back]  
 [00471]  ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας·
 [01164]  Καὶ ταῦτα αὐτὴν ἐφύσησε καὶ πρὸς ἀπόνοιαν ἦρε, καὶ διὰ τῆς ἀπονοίας εἰς πολλὰ διέστησε μέρη.
 [01219]  Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδήλωσε πάλιν εἰπών·
 [01230]  καὶ ἡ τῶν διδασκόντων αὐτοὺς σοφία τῆς ἑτέρων αὐτοῖς ἀπονοίας ἐγένετο πρόφασις·
000-00-00 Serial Number=0026224315
De non iterando conjugio Ante [Go Back]  
 [00017]  Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ' ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν.
000-00-00 Serial Number=0288190484
De paenitentia [1] Ante [Go Back]  
 [00116]  ἄλλως δὲ καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι πάσης ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες μηδὲ ἐπιπλήττοντες.
000-00-00 Serial Number=0164828598
De proditione Judae Ante [Go Back]  
 [00135]  Ὢ τῆς ἀπονοίας! Ἀντὶ τίνος, εἰπέ μοι;
 [00145]  Ὢ τῆς ἀπονοίας! μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας! πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά·
000-00-00 Serial Number=0984804392
De profectu evangelii Ante [Go Back]  
 [00003]  Τοῦ Φαρισαίου καὶ τοῦ τελώνου μνημονεύσαντες πρώην, καὶ ἅρματα δύο τῷ λόγῳ ζεύξαντες ἐξ ἀρετῆς καὶ κακίας, ἑκάτερον ἐδείξαμεν, ὅσον μὲν τῆς ταπεινοφροσύνης τὸ κέρδος, ὅσον δὲ τῆς ἀπονοίας τὸ βλάβος.
 [00025]  Ὅταν γὰρ ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετ' ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν.
000-00-00 Serial Number=0862706602
De prophetiarum obscuritate Ante [Go Back]  
 [00705]  Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους.
000-00-00 Serial Number=0153011203
De sacerdotio Ante [Go Back]  
 [00081]  Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται·
 [00344]  Ὅτε γὰρ τῶν ἐπιτηδείων τις τῶν ἡμετέρων, ἐπ' ἐγκλήμασιν ὕβρεως καὶ ἀπονοίας συκοφαντηθείς, περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντός σοί τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔρριψας τοὺς κινδύνους·
 [00404]  ὅτι δὲ οὐδὲ ὑπὸ ἀπονοίας τινὸς φυσηθέντες, καὶ τοῦτο νῦν εἰς δύναμιν τὴν ἐμὴν πειράσομαί σοι ποιῆσαι φανερόν.
 [00405]  Εἰ μὲν γὰρ στρατηγίας ἡμῖν ἢ βασιλείας αἵρεσις προὔκειτο, εἶτα ταύτην εἶχον τὴν γνώμην, εἰκότως ἄν τις τοῦτο ὑπέλαβεν, ἢ τότε μὲν ἀπονοίας οὐδείς, ἀνοίας δὲ πάντες ἂν ἡμᾶς ἔκριναν.
 [00413]  Μεγάλα γάρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναιτ' ἂν ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης, ὥστε αὐτοὺς μᾶλλον δικαίως ἄν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας·
 [00434]  Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον καὶ τοῦτο εἴσῃ σαφῶς·
 [00497]  Ἔτι οὖν ἡμᾶς μετὰ ταῦτα τολμήσει τις ἀπονοίας κρίνειν;
 [00498]  Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχὰς ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ τοὺς ἀφ' ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμὴν ἀπονοίας καὶ τόλμης κρίνειν.
 [01033]  Ἀλλ' ὅμως καὶ τούτων τοιούτων ὄντων, ὅταν τις μετὰ αὐθεντίας ἐπιστομίζῃ τοὺς τὰ ἄπορα ταῦτα ἐρευνῶντας, ἀπονοίας τε καὶ ἀμαθίας ἑαυτῷ προσετρίψατο δόξαν.
 [01155]  Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ;
 [01286]  τὰς δὲ παρὰ τῶν ἀνδρῶν, ἢν μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ' ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον.
 [01466]  Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας, αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας, τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερον ἑτέρου.
000-00-00 Serial Number=0697563708
De virginitate Ante [Go Back]  
 [01348]  Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ' ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή.
000-00-00 Serial Number=0255007267
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00276]  Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου, καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν.
 [01572]  Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετὰ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν·
 [01630]  ∆ιὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς·
 [01633]  Εὖ γὰρ ἴσθι σαφῶς, ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν.
 [01772]  εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν εἴωθεν.
 [02075]  Ὅτι, εἰ μὴ τοῦτο ἐγεγόνει, οὐδ' ἂν ἔμαθεν ὁ Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ' ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ.
 [02089]  εἰ βεβαίαν εἶχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν ἔφθασεν ἀπονοίας;
 [03509]  Οὐδὲν γὰρ ἀπονοίας ἴσον κακόν.
 [04310]  οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
 [08954]  Ἄλλως δὲ, καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες, μηδὲ ἐπιπλήττοντες.
000-00-00 Serial Number=0696873367
Expositiones in Psalmos Ante [Go Back]  
 [03497]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
 [03712]  Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας.
 [05260]  Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας·
 [05475]  Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας.
 [07605]  Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν.
000-00-00 Serial Number=0966184735
Homilia de capto Eutropio Ante [Go Back]  
 [00486]  Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
000-00-00 Serial Number=0561021626
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00099]  Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο·
 [00108]  καὶ ἐκ τῶν προπυλαίων εὐθέως αὐτῶν καὶ τῶν προοιμίων πρόῤῥιζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν·
 [00148]  Ὁρᾷς πῶς, ὅπερ ἔφην, διὰ τοῦτο τοιαύτην λῆξιν ἔχειν ἡμῶν τὸ σῶμα παρεσκεύασεν, ἵνα φάρμακον ἀπονοίας ᾖ;
 [00149]  Ἰδὼν γοῦν αὐτὸν ἀπονενοημένον, ἀπὸ τῶν μετὰ τὴν τελευτὴν αὐτὸν παιδεύει, τῶν σκωλήκων ἀναμιμνήσκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, ἵνα ἐκεῖνο λογισάμενος, καθυφῇ τῆς ἀπονοίας, μὴ τὰ παρόντα σκοπῶν καὶ φυσώμενος, ἀλλ' εἰς οἷον ἀπαντήσεται τέλος, οἵαν δέξεται μεταβολήν.
 [00151]  Εἰ γὰρ, τῆς φύσεως τοιαύτης οὔσης, πολλοὶ τῶν ἀνοήτων εἰς τοῦτο ἀπονοίας ἐξώκειλαν, ὡς ἰσοθεΐαν φαντάζεσθαι καὶ τὸν οὐρανὸν σκοπεῖν·
000-00-00 Serial Number=0005697966
In Acta apostolorum Ante [Go Back]  
 [02296]  Ἐπειδὴ γὰρ ἐν ταῖς τῶν χρημάτων διανομαῖς καὶ ὕβρεις, καὶ ἀπονοίας, καὶ λύπας γίνεσθαι συμβαίνει, διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος·
 [04430]  Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου.
 [09999]  Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς.
 [09999]  Ἔστω γάρ τις, εἰ βούλει, νεκροὺς ἀνιστῶν, καὶ χωλοὺς ἰώμενος, καὶ λεπροὺς καθαίρων μετὰ ἀπονοίας·
 [09999]  καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν·
 [09999]  Εἰ γὰρ μετὰ πάσης ταπεινοφροσύνης γέγονα, φησὶν, οὐκ ἐξ ἀπονοίας λέγω ἃ λέγω.
000-00-00 Serial Number=0671607912
In Genesim sermones Ante [Go Back]  
 [00198]  Εἰς τοσοῦτον γὰρ ἡμᾶς ἀπονοίας καὶ τόλμης ἐπήρατε, ὡς καὶ ζητημάτων ἤδη κατατολμᾷν·
 [00199]  μᾶλλον δὲ οὐκ ἂν εἴη τόλμης, οὐδὲ ἀπονοίας τοῦτο.
000-00-00 Serial Number=0611561179
In Isaiam Ante [Go Back]  
 [00972]  Ἐπεὶ οὖν καὶ τοῖς Ἰουδαίοις τὸ εὐσωματεῖν καὶ σφριγᾷν καὶ τούτοις κομᾷν τοῖς πλεονεκτήμασιν ἀπονοίας ὑπόθεσις ἐγίνετο, ὑπέσυρε τῆς ἀλαζονείας τὴν ῥίζαν, νουθετῶν αὐτοὺς καὶ βελτίους ποιῶν καὶ μείζονα διδούς, ἢ ἀφαιρούμενος ἐξ αὐτῶν.
 [01779]  Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων, βουλόμενοι δὲ σοφίζεσθαι οἴκοθεν, ὃ καὶ ἀπονοίας αὐτοῖς ὑπόθεσις ἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως αὐτοὺς θρηνεῖ λέγων·
000-00-00 Serial Number=0166152060
In Joannem Ante [Go Back]  
 [01405]  ∆ιὸ τῆς ἀπονοίας αὐτῶν ἀφέμενοι, τρέμωμεν αὐτοῦ τοὺς λόγους, ἵνα διηνεκῶς ἡμᾶς τειχίζῃ·
 [01616]  ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν.
 [01658]  ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ ∆εσπότῃ, καὶ προσκεκρουκὼς καὶ αὐτὸς, δυσχεραίνῃς ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, καὶ μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων τῶν χαλεπωτάτων ἂν εἴης ὑπεύθυνος βασανιστηρίων·
 [01737]  καίτοι μειζόνως ἂν αὐτοὺς οὕτως ἐφόβησας, καὶ τὸ σκληρὸν τῆς ἀπονοίας ἐμάλαξας διὰ τῆς ἀπειλῆς.
 [04315]  Εἰ μὲν γὰρ μὴ ἐξῄει τὰ λεγόμενα, μηδὲ τέλος ἐλάμβανεν οἷον ἐκέλευεν, εἶχεν ἄν τις εἰπεῖν ἐκείνων, ὅτι ἀπονοίας ἦν τὰ ἐπιτάγματα·
000-00-00 Serial Number=0816527367
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00114]  τοῦτο θρέψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο ποιῇς, ὅταν ὡς σαυτὸν μᾶλλον, ἣ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς.
 [00125]  Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας·
000-00-00 Serial Number=0610457599
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00163]  Ἀλλ' οὐδέτερον τόλμης οὐδὲ ἀπονοίας τινός.
 [04045]  Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας·
 [05210]  Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ' ὅπως ἡ συμφέρουσα γνώμη κρατήσειε, κἂν μὴ παρ' ἡμῶν εἰσφέρηται.
 [05689]  ἢ ὅτι κἂν μεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς.
 [06602]  Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ;
000-00-00 Serial Number=0930998445
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00054]  Καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος ὑπ' αὐτοῦ εἰς ἀπόνοιαν ἀλειφόμενος.
 [00070]  Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης·
 [00081]  οὐχὶ ἀπὸ ἀπονοίας;
000-00-00 Serial Number=0049881279
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01915]  ἀπονοίας πεπληρωμένοι.
 [02486]  μὴ ἔστω παρὰ σοὶ πνεῦμα ἀπονοίας, ἵνα μή σε ῥαπίσῃ σφοδρῶς καὶ καταβάλῃ·
 [02543]  Οὐκ ἀπονοίας ἦν τὸ πρᾶγμα·
000-00-00 Serial Number=0889216661
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00063]  Ἐπεὶ οὖν ἐξ ἀπονοίας πάντα ἐτίκτετο τὰ κακὰ καὶ τοῦ νομίζειν εἰδέναι τι πλέον, ταύτην πρὸ τῶν ἄλλων καθαιρεῖ, καὶ ἀρχόμενός φησι·
 [00209]  ἀπὸ ὕψους, οὐκ ἀπὸ ἀπονοίας.
 [02988]  Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ' οἰκονομίας ἀρίστης·
 [03017]  Ὅρα πῶς οὐκ ἔστιν ἀπονοίας τὸ εἰρημένον·
 [03043]  Χρὴ μὲν ἐπὶ τῶν φανερῶν ἁμαρτημάτων καὶ ὡμολογημένων, καὶ τοῦτο μετὰ τοῦ προσήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνομένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδοξίας καὶ ἀπονοίας.
 [03270]  Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ·
 [05179]  Εἰ γὰρ προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη;
 [08925]  Ἐκείνοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται·
 [09999]  Ὁ γὰρ τοιοῦ-τος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν.
 [09999]  Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη·
000-00-00 Serial Number=0470758855
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03261]  Βαβαὶ τῆς ἀπονοίας καὶ τοῦ τύφου! Ὅρα μὴ τὰ αὐτὰ πάθωμεν τῷ ποτε πλουσίῳ.
000-00-00 Serial Number=0364987254
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00951]  Ἐκείνη μὲν γὰρ τῇ συνηθείᾳ μαραίνεται, βλακείας, διαχύσεως, ἀσελγείας δόξαν λαμβανούσης αὐτῆς τῆς ψυχῆς, βαναύσου γινομένης, ἀπονοίας πολλῆς πληρουμένης·
 [02032]  τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε.
000-00-00 Serial Number=0953237116
In epistulam ad Colossenses Ante [Go Back]  
 [01192]  ∆οκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ' οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν·
 [02086]  ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα.
000-00-00 Serial Number=0813182354
In epistulam ad Ephesios Ante [Go Back]  
 [04909]  τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας καὶ μισανθρωπίας καὶ ὑπεροψίας.
 [05486]  Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα.
 [05769]  φιλίας ἐστὶν, οὐκ ἀπονοίας·
000-00-00 Serial Number=0046762168
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00515]  Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα.
 [01737]  Εἶδες τὰ ἐπίχειρα τῆς προσκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου, Ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός.
 [01966]  Εἰπὼν γὰρ, ὅτι ∆ουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν·
000-00-00 Serial Number=0843276143
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01096]  τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί.
 [09745]  ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ μᾶλλον;
000-00-00 Serial Number=0149473965
In epistulam ad Philemonem Ante [Go Back]  
 [00433]  ∆ιὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς.
000-00-00 Serial Number=0581161261
In epistulam ad Philippenses Ante [Go Back]  
 [01751]  Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τις ἂν, ἀλλ' ἀπονοίας.
 [02399]  Πάντα ταῦτα ἀπὸ ταπεινοφροσύνης τὰ καλὰ, καὶ τὰ ἐναντία ἀπὸ τῆς ἀπονοίας.
 [02415]  Τοῦτο οὖν ἄξιον ἀπονοίας;
 [02976]  Τοῦτο οὐκ ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεμονίας.
000-00-00 Serial Number=0922757089
In epistulam ad Romanos Ante [Go Back]  
 [00485]  χάριν γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιμάζων πόνον, ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεμνόμενος τῦφον.
 [06772]  ὁ μὲν γὰρ ἐξ ἀπονοίας σύγκειται, ὁ δὲ ἐκ τῆς πρὸς ἕτερον βασκανίας, ὁ δὲ ἐξ εἰρωνείας καὶ κολακείας, ὁ δὲ ἀπὸ χρημάτων, ὁ δὲ ἀπὸ δουλοπρεποῦς διανοίας.
 [07963]  Τοιοῦτος ἦν καὶ ὁ Ναβὰλ, εἰ καὶ μὴ πρὸς Θεὸν, ἀλλὰ πρὸς ἄνθρωπον, ἐξ ἀπονοίας ἀνόητος γεγονώς·
 [07971]  οὕτω καὶ ἐπὶ τῆς ἀπονοίας συμ [60.601] βαίνει.
 [08011]  Καὶ γὰρ μεγάλη τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα.
 [08407]  Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται.
000-00-00 Serial Number=0925496459
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00151]  Ὅταν γὰρ ἐννοήσῃς ὅτι ὁ τῶν ἀγγέλων δεσπότης, Θεὸς ὁ σύνθρονος τοῦ πατρός, δούλου μορφὴν ἔλαβεν, οὐ δυνήσῃ ποτὲ ὀργῆς ἢ ἀπονοίας πάθος κατασχεῖν ἐν τῇ ψυχῇ.
000-00-00 Serial Number=0022197783
In illud Messis quidem multa Ante [Go Back]  
 [00130]  οὕτω δὲ καλεῖ τοὺς ἀπονενοημένους, οὐ διὰ τὸ ὕψος αὐτῶν τῆς διανοίας, ἀλλὰ διὰ τὸ ἄκαρπον τῆς ἀπονοίας, καὶ τὸ ἄγονον τῆς ψυχῆς, καὶ τὸ ἀναίσθητον τῶν λόγων.
000-00-00 Serial Number=0854835510
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00060]  Ὢ τῆς ἀπονοίας! ὁ ταλαίπωρος χρυσὸς ἐν δεσμωτηρίῳ κατάκειται, μηδὲν ἁμαρτήσας καὶ οὐδὲ φωτὸς ἀξιοῦται, ὁ πάσης ὕλης τιμιώτερος ὧν νομίζομεν.
000-00-00 Serial Number=0676197231
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00298]  Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων.
000-00-00 Serial Number=0191787362
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00234]  Οὐ γὰρ ἐξ ἔχθρας ἢ ἀπονοίας, ἀλλ' ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου.
000-00-00 Serial Number=0893491089
In illud Vidi dominum Ante [Go Back]  
 [00607]  Εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων αὐτῷ πραγμάτων.
 [00637]  Τὰ περὶ ἀπονοίας εἰρημένα ὑμῖν μέμνησθε, τὰ περὶ τῶν πονηρῶν λογισμῶν.
 [00890]  Οὐδὲν γὰρ ἀπονοίας χεῖρον·
 [01092]  Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας ὤλισθεν·
000-00-00 Serial Number=0480457544
In martyres Aegyptios Ante [Go Back]  
 [00047]  Ὢ τῆς ἀπονοίας! πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι.
000-00-00 Serial Number=0330825269
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00026]  Τί γάρ σοι τῆς ἀπονοίας τὸ κέρδος;
000-00-00 Serial Number=0883420825
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00170]  ἠκούσατε δὲ ὅλως τοιαύτης ἀπονοίας καὶ βλασφημίας ῥήματα;
000-00-00 Serial Number=0102037966
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00138]  ἄρτι καὶ τὴν δύσιν ἀπαλλάττω τῆς σῆς ἀπονοίας.
000-00-00 Serial Number=0254475117
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00047]  ∆ιὰ τί γὰρ οὐκ ἐξετραχήλισε τὸν Ἰωσὴφ, οὐδὲ βλᾶκα εἰργάσατο, οὐδὲ ἐνέπλησεν ἀπονοίας καὶ τύφου;
 [00378]  Οὐδὲν τούτων, οὐδὲν αὐτὸς ἐνενόησεν, ἀλλ' ἐν σπουδῇ κἀκεῖνος ἐκάλεσε, καὶ οὗτος ἠρώτησεν, οὐκέτι μετὰ τῆς αὐτῆς ἀπονοίας.
000-00-00 Serial Number=0059797943
Non esse desperandum Ante [Go Back]  
 [00027]  Ὁ μὲν γὰρ ἀλαζονείας ἔγεμε καὶ τύφου καὶ ἀπονοίας, οὗτος δὲ εὐγνωμοσύνης πολλῆς·
 [00029]  ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων ἀναγαγὼν, καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ σκοπέλῳ προσαράξας τῷ τῆς κενοδοξίας καὶ ἀπονοίας φρονήματι, ἐν αὐτῷ τῷ λιμένι τὸ ναυάγιον ὑπέμεινε·
 [00043]  Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας ἐπιτυχεῖν, σχῆμα μὲν ἱκετῶν προβαλλόμενοι, ῥήματα δὲ ἀπονοίας φέροντες, καὶ καθ' ἑαυτῶν παροξύνοντες τὸν ∆εσπότην;
000-00-00 Serial Number=0793426633
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00068]  Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον·
000-00-00 Serial Number=0331249058
Quales ducendae sint uxores Ante [Go Back]  
 [00182]  πάλιν, εἰ τὸ μεῖζον καὶ χρησιμώτερον ἐπέτρεψε τῇ γυναικὶ, πολλῆς ἂν ἐνέπλησε τὰς γυναῖκας τῆς ἀπονοίας.
 [00191]  Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρόφασιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»