Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύσας [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύσας


000-00-00 Serial Number=0642463744
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00139]  ὁ τοιαύτης μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος Τὰ κρίματά σου γὰρ, φησὶν, οὐκ ἐπελαθόμην, ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα;
000-00-00 Serial Number=0333881378
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00866]  ἐκεῖνος δὲ, ὁ σημεῖα θεασάμενος καὶ αὐτὸς ποιήσας, ὁ νεκροὺς ἐγείρας καὶ δαίμονας ἐλάσας καὶ γὰρ καὶ αὐτὸς ταύτην εἴληφε τὴν ἐξουσίαν, ὁ μυρία περὶ βασιλείας καὶ γεέννης ἀκούσας, ὁ τραπέζης κοινωνήσας μυστικῆς, ὁ δείπνου μετασχὼν φρικωδεστάτου καὶ τοσαύτης ἀπολαύσας εὐνοίας καὶ προνοίας, ὅσης Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, μᾶλλον δὲ καὶ πολλῷ πλείονος·
000-00-00 Serial Number=0219528377
Ad populum Antiochenum Ante [Go Back]  
 [00688]  Βασιλεὺς οὐδεὶς οὐδέποτε ἀγγέλους ὑπεδέξατο, ὁ δὲ ὑπὸ [49.41] τὴν δρῦν καθήμενος ἐκείνην καὶ καλύβην πηξάμενος ἠξιώθη τῆς τιμῆς ταύτης, οὐ διὰ τὴν εὐτέλειαν τῆς οἰκίας τιμηθεὶς, ἀλλὰ διὰ τὴν πολυτέλειαν τῆς ψυχῆς καὶ τὸν ἐναποκείμενον πλοῦτον αὐτῇ ταύτης ἀπολαύσας τῆς δωρεᾶς.
 [02446]  Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ' ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ' οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ ∆εσπότου καὶ κηδεμόνος;
000-00-00 Serial Number=0620387673
Adversus Judaeos Ante [Go Back]  
 [02588]  εἰργάσατο τὸν φόνον, ἀπέκτεινε τὸν ἀδελφὸν, κατεφρόνησέ μου τῆς παραινέσεως, ἀνίατόν τινα καὶ ἀσύγγνωστον σφαγὴν ἐτόλμησε, τοσαύτης καὶ τοιαύτης ἀπολαύσας προνοίας καὶ διδασκαλίας καὶ συμβουλῆς·
000-00-00 Serial Number=0431908906
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00139]  Ἀλλ' οὗτος οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων καὶ τοὺς κατωρθωκότας ἐννοῆσαι·
000-00-00 Serial Number=0392547846
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01720]  Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος, ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τίς ἡμᾶς ἐξαιρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρονοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας;
000-00-00 Serial Number=0012523115
Catecheses ad illuminandos Ante [Go Back]  
 [00616]  Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον.
000-00-00 Serial Number=0584421039
Commentarius in Job Ante [Go Back]  
 [01913]  οὐκ ἔστιν εἰπεῖν, ὅτι πολὺν χρόνον ἀπολαύσας τῆς ζωῆς ἢ μέλλων ἀπολαύσεσθαι ταῦτα πάσχω τὰ δεινά, ἀπόλωλα δὲ ἐν κενῇ ἐλπίδι προσδοκήσας μεταβολήν τινα καὶ λύσιν.».
000-00-00 Serial Number=0760756075
Contra Anomoeos Ante [Go Back]  
 [00005]  Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφεὶς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας.
000-00-00 Serial Number=0993164539
De Anna i Ante [Go Back]  
 [00833]  Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζονι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέσας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο·
000-00-00 Serial Number=0699198425
De Lazaro Ante [Go Back]  
 [00455]  Εἴ τις οὖν, εἰπέ μοι, ἐν ἔτεσιν ἑκατὸν μίαν νύκτα ὄναρ ἰδὼν χρηστὸν, καὶ πολλῆς καθ' ὕπνους ἀπολαύσας τρυφῆς, τὰ ἑκατὸν ἔτη κολάζοιτο, ἆρα δυνήσῃ λέγειν ἐπὶ τούτῳ, ἓν καὶ ἓν, καὶ τὴν μίαν νύκτα τῶν ὀνειράτων ἐκείνων τοῖς ἑκατὸν ἔτεσιν ἀντίῤῥοπον ποιεῖσθαι;
000-00-00 Serial Number=0308818936
De gloria in tribulationibus Ante [Go Back]  
 [00016]  Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ.
000-00-00 Serial Number=0484290898
De mutatione nominum Ante [Go Back]  
 [00128]  Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιωθεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύματος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ' ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ' ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία·
 [01063]  κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ' εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας.
000-00-00 Serial Number=0382374525
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00121]  Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;
000-00-00 Serial Number=0102125108
De prophetiarum obscuritate Ante [Go Back]  
 [00370]  ὡς ὅ γε προσελθὼν, καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσας, οὐκέτι μετὰ παραπετάσματος βλέπει τὸν νόμον, ἀλλὰ γυμνὴν αὐτοῦ καθορᾷ τὴν δόξαν.
000-00-00 Serial Number=0638368964
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [01668]  Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς, πολλῆς ἀπολαύσας θεραπείας, λαβὼν λίθον, ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ.
 [03174]  Εἰ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε κατήγορος, τίνος ἀπολογίας τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν καὶ τὰ ἀλλότρια λαμβάνοντες;
 [04341]  Οὗτος γὰρ, οὗτος ὁ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν ἀθρόον κατενεχθεὶς, πενίᾳ καὶ νόσῳ καὶ παίδων ἀποβολῇ καὶ ἐχθρῶν ἐπαναστάσει καὶ φίλων ἀγνωμοσύνῃ καὶ λιμῷ καὶ σαρκὸς ὀδύναις καὶ λοιδορίαις καὶ συκοφαντίαις προσεπάλαιε·
 [06465]  Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς·
000-00-00 Serial Number=0130650580
Epistulae Ante [Go Back]  
 [03076]  Ὁ θερμὸς ἡμῶν ἐραστὴς, ὁ μανικὸς, τοσαύτης παρ' ἡμῶν ἀπολαύσας ἀγάπης, ὁ διηνεκῶς ἡμῖν συνδεδεμένος, οὐδὲ γραμμάτων ἡμᾶς ἐν οὕτω χρόνῳ μακρῷ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῆσαι σιγὴν οὕτω μακράν;
000-00-00 Serial Number=0788266182
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00036]  [4.1] Τὴν ἀρρωστίαν διαφυγὼν ἣν κατὰ τὴν ὁδὸν ὑπέμεινα, ἧς καὶ τὰ λείψανα εἰς Καισάρειαν ἐκόμισα, καὶ πρὸς ὑγίειαν ἐπανελθὼν λοιπὸν καθαράν, ἐπιστέλλω σου τῇ εὐλαβείᾳ ἀπὸ Καισαρείας αὐτῆς, ἐν ᾗ πολλῆς ἀπολαύσας θεραπείας ῥᾷον διετέθην, ἰατρῶν ἀριστῶν καὶ σφόδρα εὐδοκιμωτάτων καὶ συμπαθείᾳ καὶ φίλτρῳ μᾶλλον οὐχὶ τέχνῃ μόνῃ θεραπευόντων ἡμᾶς ἐπιτυχών, ὧν θάτερος καὶ συναπελθεῖν ἡμῖν ὑπέσχετο καὶ ἕτεροι δὲ πλείους τῶν ἐν ἀξιώμασι.
 [00290]  Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης καὶ πάντων ἁπαξαπλῶς τῶν παρ' ἡμῖν κοινωνήσας μυστηρίων πολλοὶ δέ φασιν ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε , μετὰ τὴν ἱερὰν ταύτην τελετὴν καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀπορρήτων ἀγαθῶν καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας, ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην.
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
 [00410]  ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης καὶ παρὰ πάντων δορυφορούμενος καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὢν καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθεὶς τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι·
 [01305]  Τί ταύτης τοίνυν ἴσον γένοιτ' ἂν τῆς τιμωρίας, ὅταν ὁ κατ' εἰκόνα Θεοῦ γενόμενος καὶ τοσαύτης ἀπολαύσας τιμῆς, τὸ λογικὸν καὶ ἡμερώτατον ζῶον, εἰς τοσαύτην καταπίπτει θηριωδίαν;
000-00-00 Serial Number=0099538028
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00428]  ὁ δὲ λαός μου τοσαύτης τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπολαύσας καὶ δόξης τετυχηκὼς, ὥστε καὶ παρὰ πᾶσιν ᾄδεσθαι τὰ εἰς αὐτὸν γεγενημένα θαύματα, ἐν οὐδενὸς θέμενος μέρει, τὴν μεγαλουργίαν ἐπὶ τὴν τῶν εἰδώλων ἧκε θεραπείαν, καὶ ταῦτα κέρδος ἔχων οὐδέν.
 [00716]  ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ' ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ' ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ' ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο.
000-00-00 Serial Number=0250866532
Fragmenta in Job Ante [Go Back]  
 [00397]  Ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὢν, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθεὶς, τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι.
 [00902]  πρὸ γὰρ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν, οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους τοιούτους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων, καὶ τοὺς κατορθωκότας ἐννοῆσαι·
000-00-00 Serial Number=0728948891
Fragmenta in Proverbia Ante [Go Back]  
 [00645]  ἢ ὅτι πάντων ἀπολαύσας, ἀπολαύσεται καὶ τῶν μελλόντων·
000-00-00 Serial Number=0935998201
Homilia de capto Eutropio Ante [Go Back]  
 [00433]  Ὅτι ἐσθίω αὐτὸν ἀπολαύσας τῶν μυστηρίων.
000-00-00 Serial Number=0078461111
In Acta apostolorum Ante [Go Back]  
 [08728]  ∆ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν;
 [09999]  Καὶ μὴν πολλάκις, φησὶν, ἀπολαύσας μακροθυμίας χείρων γέγονε.
000-00-00 Serial Number=0297739863
In Petrum et Paulum Ante [Go Back]  
 [00102]  Χαίροις, Πέτρε, ὁ τοῦ ξύλου τοῦ σταυροῦ ἀπολαύσας, καὶ καθ' ὁμοιότητα τοῦ ∆ιδασκάλου σταυρωθῆναι μὴ θελήσας ἐν ὀρθίῳ τῷ σχήματι, καθὼς ὁ ∆εσπότης ἡμῶν·
000-00-00 Serial Number=0887401164
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00261]  Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος, ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος, ὁ τῆς ἁψῖδος τῶν οὐ ρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας δωρεᾶς καὶ χάριτος, ὁ πολέμους καταλύσας, ὁ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασι λείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν, ὅτε εἰρήνη πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μά θητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις.
000-00-00 Serial Number=0813424587
In Psalmum 118 Ante [Go Back]  
 [00872]  Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκό μενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο.
 [01167]  Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος.
000-00-00 Serial Number=0637832344
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00176]  Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο·
 [07470]  σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ ∆εσπότου.
 [08636]  Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης.
 [09999]  Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπι-δείκνυται·
000-00-00 Serial Number=0294674993
In epistulam ad Philemonem Ante [Go Back]  
 [00016]  Ἐλθὼν τοίνυν πρὸς τὸν Παῦλον εἰς τὴν Ῥώμην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ' αὐτοῦ διδασκαλίας, καὶ τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ.
000-00-00 Serial Number=0121449292
In epistulam ad Romanos Ante [Go Back]  
 [01269]  Ὁ γὰρ πλείονος ἀπολαύσας τῆς διδασκαλίας, μείζονα ἂν εἴη καὶ τιμωρίαν ἄξιος ὑπομεῖναι παρανομῶν.
 [06365]  πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔμεινε.
000-00-00 Serial Number=0686719656
In epistulam ad Titum Ante [Go Back]  
 [00942]  Τίνα γὰρ οὐκ ἂν διήγειρε καθ' ἑαυτοῦ ὁ νεανίσκος, τοσαύτης μὲν ἀπολαύσας τιμῆς, ὑποπτευθεὶς δὲ τὴν δέσποιναν πειρᾷν καὶ τοιαύταις τὸν εὐεργέτην ἀμειβόμενος ἀμοιβαῖς;
000-00-00 Serial Number=0541628778
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00164]  καὶ ταῦτα ὁ δῆμος ὁ προφήτας ἔχων, ὁ νόμου μετασχὼν, ὁ θεοπτίας ἀπολαύσας, ὁ τοσούτοις ἐντραφεὶς θαύμασιν.
000-00-00 Serial Number=0262240767
In illud Memor fui dei Ante [Go Back]  
 [00054]  Ἐπειδὴ οὖν τοιαύτης χάριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ ∆αυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐφρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν.
000-00-00 Serial Number=0431886733
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00152]  Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων ἐγένετο.
000-00-00 Serial Number=0366003036
In sanctum Romanum Ante [Go Back]  
 [00041]  Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους.
000-00-00 Serial Number=0921991527
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00026]  μᾶλλον δὲ οὐχ ὁμοίως κοινωνοῦσι τῆς ὠφελείας, ἀλλὰ πολλάκις πλείονος ἀπολαύσας ὁ πένης ἀπέρχεται.
000-00-00 Serial Number=0116513848
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00230]  Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ' ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι, καθ' ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε.
 [00274]  Ἐκεῖνος δὲ καὶ πρὸ τούτου κληθεὶς καὶ τῶν αὐτῶν ἀπολαύσας ὧνπερ καὶ αὐτὸς καὶ μυηθεὶς τὴν ἀνωτάτω φιλοσοφίαν καὶ τραπέζης μετασχὼν ἱερᾶς καὶ τῶν φρικωδεστάτων ἐκείνων δείπνων καὶ χάριν λαβὼν τοσαύτην ὡς καὶ νεκροὺς ἐγείρειν καὶ λεπροὺς καθαίρειν καὶ δαίμονας ἐλαύνειν·
 [00275]  καὶ τοὺς περὶ ἀκτημοσύνης πολλάκις ἀκούσας λόγους καὶ αὐτῷ τοσοῦτον χρόνον συγγενόμενος τῷ Χριστῷ καὶ τῶν πενήτων τὰ χρήματα πιστευθεὶς ὥστε τοῦ πάθους ἐκεῖθεν ἔχειν παραμυθίαν καὶ γὰρ κλέπτης ἦν οὐδὲ οὕτως ἐγένετο βελτίων, καίτοι τοσαύτης συγκαταβάσεως ἀπολαύσας.
 [00293]  ὥσπερ καὶ ὁ Ἰούδας οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»