Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολέσθαι [90]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολέσθαι


000-00-00 Serial Number=0767033279
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00280]  Ὅταν δὲ μὴ ἐπιστραφῶμεν, τὴν ἀπώλειαν καὶ τὸν θάνατον ἡμεῖς καθ' ἑαυτῶν ἐπάγομεν, οὐχ ὁ μὴ βουλόμενος ἡμᾶς ἀπολέσθαι Θεὸς, καὶ τὴν τοῦ διαβόλου φυγεῖν ὁδὸν ὑποδεικνύς.
 [00335]  Μετὰ γὰρ τὴν τοσαύτην παρακοὴν, μετὰ τοσαῦτα ἁμαρτήματα, ὅτε πᾶσαν κατέσχε τὴν οἰκουμένην ἡ τῆς ἁμαρτίας τυραννὶς, ὅτε τὴν ἐσχάτην ἔδει δοῦναι δίκην λοιπὸν, καὶ ἀπολέσθαι παντελῶς, καὶ ἀνώνυμον τὸ τῶν ἀνθρώπων γενέσθαι γένος, τότε τὴν μεγίστην περὶ ἡμᾶς εὐεργεσίαν ἐπεδείξατο, ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀπηλλοτριωμένων καὶ μισούντων αὐτὸν καὶ ἀποστρεφομένων τὸν Μονογενῆ κατασφάξας τὸν ἑαυτοῦ, καὶ διὰ τούτου τὴν πρὸς αὐτὸν καταλλαγὴν ἐργασάμενος ἡμῖν, καὶ βασιλείαν οὐρανῶν, καὶ ζωὴν αἰώνιον, καὶ τὰ μυρία ἐπαγγειλάμενος δώσειν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
000-00-00 Serial Number=0099454999
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00153]  Ἆρ' οὖν εἴασεν αὐτὸ πλανηθὲν ἀπολέσθαι;
000-00-00 Serial Number=0129960835
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00447]  μόνον εἰ μὴ τὰ ἡμέτερα διακόπτοιτο, ὅτι οὐδένα ἀπολέσθαι βούλεται, ἀλλὰ σῶσαι.
 [00455]  εἰ δὲ καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ' ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν, [9.2] εἶδεν τὸν σῖτον τὸν ἀποκείμενον καὶ φυλαττόμενον ὑπὸ θύραις καὶ μοχλοῖς καὶ νοτίδος ἀπηλλαγμένον, ἀθρόον ὑπὸ τοῦ γηπόνου ἐκφερόμενον, σκορπιζόμενον, ῥιπτούμενον καὶ ἐπὶ τῆς ἀρούρας κείμενον τοῖς παριοῦσιν ἅπασι καὶ οὐ μόνον οὐκ ἀπηλλαγμένον νοτίδος, ἀλλὰ καὶ πηλῷ καὶ τέλμασι παραδιδόμενον καὶ φύλακα οὐδένα ἔχοντα, οὐκ ἂν ἀπολέσθαι τὸν σῖτον νομίσειε καὶ κατέγνω τοῦ ταῦτα ποιοῦντος γηπόνου;
000-00-00 Serial Number=0392630339
Ad populum Antiochenum Ante [Go Back]  
 [01828]  Καὶ δι' ἀμφοτέρων τούτων τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπολέσθαι παρεσκεύασεν.
 [03630]  Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει·
000-00-00 Serial Number=0229560792
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00876]  Πάντως αὐτὸν, φησὶν, ἀπολέσθαι χρὴ, καὶ οὐκ αὐτὸν μόνον οὐδὲ τοὺς παῖδας, ἀλλὰ καὶ τὴν οἰκίαν ἅπασαν μετ' ἐκείνου, καὶ οὐδὲν ἔσται φάρμακον.
 [01049]  ὥσπερ γὰρ ἐξεπίτηδες ἀπολέσθαι σπουδάζοντες τοὺς υἱοὺς, οὕτως ἅπαντα κελεύετε ποιεῖν, ἃ τοὺς ποιοῦντας σωθῆναι οὐκ ἔνι.
 [01087]  Πόθεν οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἷόν τε τούτους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι;
 [01743]  ὅταν δὲ μηδὲ τοῦτο ἐξῇ, ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾖ, τίνα συγγνώμην ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρτανομένων τὰς εὐθύνας ἐφ' ἑαυτοὺς ἕλκοντες χαλεπωτέρας;
000-00-00 Serial Number=0781452537
Commentarius in Job Ante [Go Back]  
 [00846]  μὴ γὰρ προέκειτο αὐτὸν ἀπολέσθαι ἢ χρήματα, καὶ τοῦτο εἵλετο;
 [01444]  «ὥσπερ τὰ κατὰ φύσιν πράγματα οὐκ ἂν ἑτέρως γένοιτο, ἀλλ' ἢ ὡς κατὰ φύσιν τέτακται, οὕτω», φησίν, «καὶ ἐνταῦθα, οἷον δὴ τὸ τοὺς μὲν πονηροὺς ἀπολέσθαι, τοὺς δὲ ἀγαθοὺς ἐν εὐθηνίᾳ εἶναι.
 [02430]  δεῖ γὰρ πάντως τὸν τοιοῦτον ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ, καὶ τοῦτο δὲ πάντες ἴσμεν, ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ἀνθρώπων.».
 [02965]  πάντως γὰρ τὸν ἐν πονηρίᾳ ἀπολέσθαι δεῖ.
000-00-00 Serial Number=0125227988
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00052]  [12] Ἀπὸ γὰρ ἐθνῶν καὶ δήμων τοσούτων οὐ σοφόν τινα, οὐκ ἄσοφον, οὐκ ἄνδρα, οὐ γυναῖκα ἀλλ' οὐδὲ παιδίον μικρὸν μεταπεῖσαι ἴσχυσαν, ἀλλὰ τοσοῦτός ἐστι τῶν ὑπ' αὐτῶν γεγραμμένων ὁ γέλως ὥστε ἀφανισθῆναι καὶ τὰ βιβλία πάλαι καὶ ἅμα τῷ δειχθῆναι καὶ ἀπολέσθαι τὰ πολλά.
 [00283]  Οὐ γὰρ μετ' ἐκείνων κολάζεσθαι εἵλετο καθάπερ ἐκεῖνος, ἀλλ' ἵνα ἑτέροις σωθῆναι ἐκγένηται αὐτὸς ἀπολέσθαι ηὔχετο λέγων, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.
000-00-00 Serial Number=0533049583
De Susanna Ante [Go Back]  
 [00140]  Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα παιδαρίου νεωτέρου, ᾧ ὄνομα ∆ανιήλ.
000-00-00 Serial Number=0679640949
De fato et providentia Ante [Go Back]  
 [00389]  Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς σοι τὴν κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν [50.765] ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους, ὅτι τοὺς παρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δίκαια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι ἔδει.
000-00-00 Serial Number=0067198396
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00292]  Ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, ὥστε μὴ ἀπογνῶναι τέλεον καὶ ἀπολέσθαι·
000-00-00 Serial Number=0610031426
De prophetiarum obscuritate Ante [Go Back]  
 [00779]  ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ' ἐκθηριοῖ μειζόνως·
000-00-00 Serial Number=0302516222
De sacerdotio Ante [Go Back]  
 [00518]  εἰ δὲ πολλὴν μὲν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν καὶ τρόπων ὀρθότητα καὶ καθαρότητα βίου καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δεῖ τὴν ἀρετὴν τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μή με ἀποστερήσῃς συγγνώμης μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εἰκῇ.
 [00845]  Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν , ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι.
 [00873]  Ἐπειδὴ μὴ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν.
 [00965]  ἦ γὰρ ἂν ἐπαύσαντο μεμφόμενοι τὸν οὐκ ἐθέλοντα ἀπολέσθαι μάτην.
 [01534]  ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ πεσεῖν καὶ ἀπολέσθαι γυμνωθέντα ἢ διαπαντὸς καθωπλισμένον ἑστῶτα καὶ ἐγρηγορότα εἶναι.
000-00-00 Serial Number=0949610174
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00047]  Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτερον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων·
000-00-00 Serial Number=0772183299
De siccitate Ante [Go Back]  
 [00086]  μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι
000-00-00 Serial Number=0200398982
De virginitate Ante [Go Back]  
 [00387]  Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας ἂν εἴ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς τῆς ἀνδράσι προσηκούσης ἀναγκάζῃ μεταλαμβάνειν, οὐδὲν τὸ κωλύον αὐτοὺς ἀπολέσθαι εὐθέως·
000-00-00 Serial Number=0665446758
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00614]  Ὁ δὲ Ἰωνᾶς ἐπειδὴ τὸ ἑαυτοῦ συμφέρον ἐζήτησε, καὶ ἀπολέσθαι ἐκινδύνευσε, καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ κατεποντίζετο.
 [03615]  ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν.
 [05089]  Οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστιν, ἀλλ' ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα.
 [05821]  εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολάζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον·
 [06461]  εἰ δὲ παρὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει.
 [09999]  Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου.
000-00-00 Serial Number=0708718956
Expositiones in Psalmos Ante [Go Back]  
 [03268]  ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας.
 [03532]  Τοῦτο γὰρ οὐχὶ σωθῆναί ἐστιν, ἀλλ' ἀπολέσθαι.
 [04137]  Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι.
 [05031]  ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας.
 [05295]  Τοῦτο γὰρ οὐχὶ σωθῆναί ἐστιν, ἀλλ' ἀπολέσθαι.
 [05900]  Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι.
000-00-00 Serial Number=0201155782
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04086]  εἰ γὰρ καὶ τοὺς ἀπομένοντας τοιαῦτα ἔμενε δεινὰ, καὶ πάντως ἀπολέσθαι ἐχρῆν, τίνος ἕνεκεν οὐ προσεχώρουν;
 [04779]  Εἶτα δείκνυσι τὸ παρ' ἐλπίδα, καὶ ὡς οὐκ ἦν ἀνθρωπίνων λογισμῶν μὴ καὶ αὐτοὺς ἀπολέσθαι.
 [05881]  ἐν τῷ καιρῷ τῶν εὐεργεσιῶν μάλιστα τῶν ἁμαρτημάτων αἰσθάνονται, ὅτι εἰς οὕτως ἥμερον καὶ φιλάνθρωπον Θεὸν ἐξύβρισαν, τὸν οὐκ ἀνεχόμενον εἰς τέλος αὐτοὺς ἀπολέσθαι, τὸν ἐν τῇ τῶν ἐχθρῶν ἐκδικίᾳ αὐτοὺς ἀναγαγόντα.
000-00-00 Serial Number=0044585049
Fragmenta in Job Ante [Go Back]  
 [01383]  ∆εῖ γὰρ πάντως τὸν πονηρὸν ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ.
000-00-00 Serial Number=0989578009
Fragmenta in Proverbia Ante [Go Back]  
 [01316]  Τουτέστιν ἀνάγκην ἐπιτίθησιν ἑαυτῷ ὥστε ἀπολέσθαι.
000-00-00 Serial Number=0416256845
In Acta apostolorum Ante [Go Back]  
 [05503]  Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ' αὐτῶν [60.134] ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες·
 [08451]  ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει·
 [09999]  τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι.
000-00-00 Serial Number=0288747191
In Joannem Ante [Go Back]  
 [02060]  ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι.
 [02917]  Κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι, ταχέως αὐτὴν ἀπήλλαξε τῆς ὀργῆς τοῦ Θεοῦ.
000-00-00 Serial Number=0401195586
In Psalmos 101-107 Ante [Go Back]  
 [00816]  Τὸ θεῖον κάλλος καὶ τὸν ἄῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει, διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν παντελῶς ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μετα βληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀν τιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα.
000-00-00 Serial Number=0311592102
In Zacchaeum publicanum Ante [Go Back]  
 [00063]  Σπεῦσον, κατάβηθι, οὐ θέλω σε ἐᾶσαι ἐπὶ τὴν συκομορέαν, οὐ θέλω σε ἀπολέσθαι·
000-00-00 Serial Number=0524677455
In decollationem sancti Joannis Ante [Go Back]  
 [00089]  τίς δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπολέσθαι θέλει;
000-00-00 Serial Number=0990096688
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01676]  Τὴν γὰρ εὐωδίαν ταύτην οἱ μὲν οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι.
 [04343]  Ὁ γὰρ διὰ δόξαν λυπούμενος, φθονεῖ, καὶ ἀναγκάζεται πολλάκις ἀπολέσθαι·
 [06640]  ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν.
000-00-00 Serial Number=0467313111
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00970]  Εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ ἀφήσει πάντως ἀπολέσθαι.
000-00-00 Serial Number=0852741480
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02478]  Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου [61.76] λόγον·
 [06878]  Εἰ γὰρ καὶ μὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι.
 [07811]  Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε·
 [08687]  Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλάβοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι·
000-00-00 Serial Number=0932723463
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02830]  Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι.
 [02887]  ἀλλ' οὐδὲν αὐτῆς προΐσταται εἰς τὸ μὴ ἀποθανεῖν, ἀλλὰ δεῖ πάντως ἀπολέσθαι.
000-00-00 Serial Number=0921476245
In epistulam ad Colossenses Ante [Go Back]  
 [00638]  Ἂν ἐν τῷ θέρει μὴ ἐκτραφῶμεν καλῶς, ὥστε δύνασθαι ἵπτασθαι τοῦ χειμῶνος ἐπιστάντος, οὐ λήψονται ἡμᾶς αἱ μητέρες, ἀλλ' ἐάσουσι τῷ λιμῷ διαφθαρῆναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι.
 [02231]  Προσέκρουσέ ποτε τῷ κρατοῦντι ἡ πόλις ἡ ἡμετέρα, καὶ πᾶσαν αὐτὴν ἐκέλευσεν ἄρδην ἀπολέσθαι μετὰ ἀνδρῶν καὶ παίδων καὶ οἰκημάτων.
000-00-00 Serial Number=0456621706
In epistulam ad Ephesios Ante [Go Back]  
 [00154]  οἷον, θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας·
 [00155]  θέλημα δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι.
 [01858]  Βούλομαι μετ' ἐκείνων ἀπολέσθαι, φησὶν, ἢ χωρὶς ἐκείνων σώζεσθαι.
 [02273]  Ὁ μὲν Θεὸς οὕτως ᾠκονόμησεν, ὡς μὴ μόνον τούτους μὴ ἀπολέσθαι, ἀλλὰ καὶ ἐκεῖνον σωθῆναι, καθάπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τοῦ δεσμοφύλακος·
 [02682]  Ὁ ἰσχυρὸς καὶ δεδεμένος μετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι·
 [02951]  μετὰ τρεῖς ἡμέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμωρίας ἰδέᾳ πάντας ἀπολέσθαι.
 [02952]  Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν·
000-00-00 Serial Number=0784473896
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01602]  ἀλλ' ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον, οὐχ ὑφ' ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνοντες, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτω καὶ ὁ μακάριος οὗτος.
 [01864]  θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι.
000-00-00 Serial Number=0688551605
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01873]  Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ἐὰν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, εἰ τὰ μὴ δέοντα·
 [06118]  Τοῦτο καὶ ὁ Παῦλος [63.148] ἐποίησε, κατασείσας αὐτῶν τὰς ψυχὰς, καὶ κατανύξας τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὅτι πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως τιμωρηθήσονται, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρημένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·
000-00-00 Serial Number=0250915647
In epistulam ad Philippenses Ante [Go Back]  
 [00517]  τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί·
000-00-00 Serial Number=0927532017
In epistulam ad Romanos Ante [Go Back]  
 [01407]  Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἐνήχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷ διαστῆναι ηὔξατο μᾶλλον, ἢ τοσούτους μάρτυρας τῆς κακίας σχεῖν! Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν τοιούτῳ θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων;
 [05539]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡμᾶς ἐξεταζομένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας.
000-00-00 Serial Number=0244057417
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00342]  ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας.
000-00-00 Serial Number=0942857683
In illud Ne timueritis Ante [Go Back]  
 [00311]  οὐδένα γὰρ βούλομαι ἀπολέσθαι τῆς ἀγέλης τῆς ἐμῆς.
000-00-00 Serial Number=0838827491
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00077]  Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι.
000-00-00 Serial Number=0361306250
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00188]  Εὐκολώτερον τὸν οὐρανὸν ἀφανισθῆναι, καὶ τὴν γῆν ἀπολέσθαι, ἢ τὴν Ἐκκλησίαν τι παθεῖν.
000-00-00 Serial Number=0600205421
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00057]  νῦν δὲ ἆθλον ἡμῖν τὸ μὴ μετὰ γυναικῶν, καὶ παίδων ἄρδην ἀπολέσθαι.
000-00-00 Serial Number=0152001560
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00043]  [2] Σὺ δὲ ἀθλία καὶ ταλαίπωρε, κεράσασα τὴν κύλικα τὴν ὀλεθρίαν ταύτην, καὶ ὀρέξασα καὶ δοῦσα τὸ φάρμακον, μετὰ τὸ πιεῖν ἐκεῖνον καὶ ἀπολέσθαι ἀπολογίαν σαυτῇ νομίζεις ὑπολελεῖφθαι, τὸ μὴ αὐτὴ πιεῖν, ἀλλ' ἑτέρῳ παρασχεῖν τὸ δηλητήριον;
000-00-00 Serial Number=0628632188
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00921]  Ὡς δὲ ἐκινδύνευσεν ἡ φυλὴ τελέως ἀπολέσθαι (οὔτε γὰρ εἶχον οὗτοι γυναῖκας, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐξ αὐτῶν μὴ δώσειν αὐτοῖς), ἑλόντες τοὺς μὴ συστρατεύσαντας αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, τὰς ἐκείνων παρθένους ἔδωκαν αὐτοῖς τετρακοσίας·
 [01431]  Μετὰ τὸ ἀπολέσθαι τὸν Σαοὺλ βασιλεύσαντα ἔτη μʹ, βασιλεύει ∆αυῒδ ἐπὶ
 [01617]  Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν.
 [01622]  Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λατρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»