Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνδρείας [93]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνδρείας


000-00-00 Serial Number=0677270591
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01022]  [19.11] Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίαν καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παρρησίας ἕνεκεν καὶ ἀνδρείας καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν;
 [01178]  [23.1] Καὶ μέγιστον ἄν τις τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων καὶ τῆς ἀνδρείας, τῆς Ἐκκλησίας ποιήσειεν.
 [01185]  [23.4] Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.
000-00-00 Serial Number=0842375875
Ad populum Antiochenum Ante [Go Back]  
 [04054]  Οὔτε γὰρ ἐξ ἀσθενείας σώματος, ἀλλ' ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθησαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ' ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν.
000-00-00 Serial Number=0480299771
Adversus Judaeos Ante [Go Back]  
 [02843]  Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ·
000-00-00 Serial Number=0604308844
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00038]  οὕτω δὴ καὶ ὁ γενναῖος [63.479] ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν.
000-00-00 Serial Number=0806439340
Contra Anomoeos Ante [Go Back]  
 [00011]  πλείων ὁ σύλλογος ἐκεῖ, καὶ λαμπρότερον τὸ θέατρον, ἀλλὰ μείζων ἐνταῦθα ἡ ὑπομονὴ, καὶ πλείων τῆς ἀνδρείας ἡ ἐπίδειξις, Λύκοι πανταχόθεν τὰ πρόβατα περιστοιχίζονται, καὶ τὸ ποίμνιον οὐκ [48.797] ἀναλίσκεται·
000-00-00 Serial Number=0415074706
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00090]  Ἂν γὰρ οὕτω διακείμενος ᾖς, τόν τε πλοῦτον μετὰ πολλῆς διοικήσεις τῆς σωφροσύνης, τήν τε πενίαν ἐπελθοῦσαν μετὰ πολλῆς οἴσεις τῆς ἀνδρείας.
000-00-00 Serial Number=0131588042
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00175]  [37] Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς.
000-00-00 Serial Number=0792289734
De Lazaro Ante [Go Back]  
 [00514]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτων οἴσομεν;
000-00-00 Serial Number=0066959560
De Maccabeis Ante [Go Back]  
 [00127]  Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας;
 [00229]  Μηδεὶς τοίνυν τῶν εἰς ἄκρον ἐληλακότων ἀνδρείας καὶ καρτερίας ἀνάξιον εἶναι νομιζέτω τὴν γυναῖκα τὴν γεγηρακυῖαν διδάσκαλον ἔχειν·
 [00240]  Οὐκοῦν πρῶτος ἡμῖν Ἐλεάζαρος ὁ πρεσβύτης εἰς μέσον ἡκέτω, ἡ τῶν ἀγώνων ἀρχὴ, ὁ τῆς μαρτυρίας θεμέλιος, τῶν σκαμμάτων ἡ θύρα, τῆς ἀνδρείας ὁ ἀρχηγὸς, τῆς καρτερίας ὁ πρόδρομος, ἡ νεάζουσα πολιὰ, ὁ τῆς Παλαιᾶς πρωτόμαρτυς, ἡ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων εἰκών·
000-00-00 Serial Number=0410125375
De diabolo tentatore Ante [Go Back]  
 [00669]  Ἀλλ' οὐ παρὰ τῶν πονηρῶν τὸ κέρδος, ἀλλὰ παρὰ τῆς ἀνδρείας τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0066602051
De gloria in tribulationibus Ante [Go Back]  
 [00180]  αἱ δὲ κινδύνοις καὶ πόνοις καὶ ταλαιπωρίαις τῆς διὰ τὸν Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι καὶ γενναιότεραι μᾶλλόν εἰσιν ἐκ τοῦ συνεχῶς πάσχειν κακῶς, τοῖς ἐπιοῦσιν ἀχείρωτοι καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον.
 [00187]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχωμεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ
000-00-00 Serial Number=0476749659
De incomprehensibili dei natura Ante [Go Back]  
 [01076]  Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα.
000-00-00 Serial Number=0795073926
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00706]  καθάπερ γὰρ τοῦτο ἀνδρείας, οὕτω κἀκεῖνο σοφίας.
000-00-00 Serial Number=0131299853
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00032]  Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ τὸ ἔνδυμα.
000-00-00 Serial Number=0436525881
De non judicando proximo Ante [Go Back]  
 [00106]  Ὄντως ἦμεν τάφοι μεμεστωμένοι νεκρῶν ἁμαρτημάτων, ἔχοντες ἔνδοθεν τὸν νοῦν τεθανατωμένον ταῖς ἡδοναῖς, τὸν τετραήμερον καὶ ἤδη ὄζοντα, τὸν ἐκ τεσσάρων γενικῶν ἀρετῶν συνεστῶτα νοῦν, φρονήσεως, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης.
000-00-00 Serial Number=0016636372
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00006]  Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ, ὡς τῆς ἀνδρείας μητέρα·
000-00-00 Serial Number=0476439178
De sacerdotio Ante [Go Back]  
 [00593]  Καὶ μὴ θαυμάσῃς εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἀνδρείας τῆς ἐν ψυχῇ.
 [01341]  Εἰ δέ τις τὸ μένειν ἐφ' ἑαυτῷ καὶ τὰς τῶν πολλῶν ὁμιλίας ἐκτρέπεσθαι θαυμάζοι, καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἄν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν.
 [01346]  ἱκανῶς γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο.
 [01519]  Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων, ἀλλ' ἀρκεῖ μόνη ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι ψυχήν, ἢν μὴ λίαν οὖσα γενναία τύχῃ καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας.
000-00-00 Serial Number=0434127927
De sancta Droside martyre Ante [Go Back]  
 [00043]  κἂν μηδὲν ᾖ μέγα καὶ ἀγαθὸν εἰργασμένος, οὐκ ἀπογνώσεται τῆς ἑαυτοῦ σωτηρίας, πρὸς ἀρετῆς μεταβολὴν ἀπὸ τῆς ἀνδρείας τούτων λαβὼν παράκλησιν, καὶ πρὸς ἑαυτὸν ἐννοήσας, ὅτι συμβήσεταί ποτε καὶ αὐτὸν ἴσως τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταξιούσης, τοιαῦτα ἅλλεσθαι ἅλματα, καὶ ἀθρόον πρὸς τὸν οὐρανὸν ἀναβῆναι, καὶ τῆς μεγίστης ἐκείνης παῤῥησίας ἐπιτυχεῖν·
000-00-00 Serial Number=0737270176
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00022]  Ὥστε ὅταν θαυμάζῃς ἐκείνους τῆς καρτερίας, θαύμασον ταύτην τῆς [50.580] ἀνδρείας·
000-00-00 Serial Number=0736717939
De sanctis martyribus [2] Ante [Go Back]  
 [00071]  οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0699251115
De studio praesentium Ante [Go Back]  
 [00109]  τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν·
000-00-00 Serial Number=0866522193
De virginitate Ante [Go Back]  
 [00121]  Πῶς γὰρ οὐκ ἄτοπον εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης οὐδὲ ἀπὸ τῆς βακτηρίας οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάσομεν ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος οὐδὲ ἀπὸ τῆς ζώνης ἀλλ' ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις διὰ τὸν τῶν τριχῶν αὐχμὸν καὶ τὴν τοῦ προσώπου κατήφειαν καὶ τὸ φαιὸν ἱμάτιον ἁπλῶς οὕτως καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχὴν καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ἀκριβῶς;
 [01761]  Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου καὶ οὐδέποτε βέβαια βαδίζειν εἰδότος οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας.
 [01790]  Τὸ γὰρ γῆν οἰκοῦντας καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν.
000-00-00 Serial Number=0387597144
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02820]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτου οἴσομεν;
 [07980]  Περὶ ἀνδρείας καὶ ἰσχύος.
 [08161]  καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἀφορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον·
 [08188]  Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ' εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν·
000-00-00 Serial Number=0193207741
Epistula ad Cyriacum Ante [Go Back]  
 [00463]  Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι' ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00540]  τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ εὐτονωτέρας ψυχῆς καὶ ὑψηλοτέρας διανοίας καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην.
 [00544]  Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις.
000-00-00 Serial Number=0357369602
Epistulae Ante [Go Back]  
 [00722]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
 [00741]  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας.
 [00842]  Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [00922]  Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας.
 [00939]  Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας.
 [01680]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
 [01699]  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας.
 [01800]  Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [01880]  Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας.
 [01897]  Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας.
 [02767]  Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν πάλαι ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν τῇ τιμιότητί σου, χάριτας πολλὰς ὁμολογοῦντές σου τῇ εὐλαβείᾳ ὑπὲρ τῆς ἐνστάσεως, καὶ τῆς ἀνδρείας τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν.
 [02772]  Πολλὴ μὲν ὑμῶν τῆς ἀγάπης καὶ ἡ ἔμπροσθεν σπουδὴ, καὶ χάριτας ὑπὲρ τούτων ὁμολογοῦμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ ἔστητε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας, μηδενὶ εἴκοντες τῶν συναρπάζειν ἐπιχειρούντων·
 [02794]  Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς ἐκπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων.
 [02921]  Οὐ παύσομαι μακαρίζων σου τὴν τιμιότητα τῆς ὑπομονῆς, τῆς ἀνδρείας, τῆς καρτερίας τῆς πολλῆς, ἣν ἐπεδείξω, καὶ ἐπιδείκνυσαι ἐν τοῖς πειρασμοῖς.
 [03633]  Πάντες γὰρ ὑμᾶς ἀνακηρύττουσι, θαυμάζουσι, στεφανοῦσι, μακαρίζουσι τῆς ἀνδρείας, τῆς στεῤῥότητος, ἣν διὰ τῶν ἔργων ἐπεδείξασθε, τὸ γραφικὸν ἐκεῖνο πληροῦντες, Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ.
000-00-00 Serial Number=0059403062
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00028]  Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε.
 [00802]  ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00887]  Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος ἦν καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ εὐτονωτέρας ψυχῆς καὶ φιλοσοφωτέρας διανοίας καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην.
 [00890]  Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις.
 [01110]  ∆εῖγμα τοίνυν καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι καὶ ἐπιπηδᾶν καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν.
 [01116]  ὡς τά γε ὑμέτερα ἐντεῦθεν λαμπρότερα καὶ μείζονα καὶ φαιδρότερα καθ' ἑκάστην γίνεται τὴν ἡμέραν, πλείων ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ δι' αὐτῶν τῶν δεινῶν τῆς ἀνδρείας ὑμῖν ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ τῶν ἐχθρῶν ἄλειμμα γίνονται τῆς καρτερίας τῆς ὑμετέρας.
 [01169]  καὶ τὸ δὴ μεῖζον ὅτι καὶ τῇ τοῦ σώματος ἀρρωστίᾳ ταύτην περιέθηκας τὴν προσηγορίαν, ὃ ψυχῆς ἐστι νεανικῆς καὶ πολλῷ τῷ τῆς ἀνδρείας βρυούσης καρπῷ.
 [01171]  ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας.
 [01180]  ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας.
 [01213]  ἐπεὶ καὶ ἡμεῖς τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, οὐ μικρὰν ἐντεῦθεν, ἀπὸ τῆς σῆς ἀνδρείας λέγω, καρπούμεθα εὐφροσύνην.
000-00-00 Serial Number=0557245553
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00878]  εἰ γὰρ ὁ σωματικὸς ποιμὴν πάντα ἂν ἐπέσχε, πολλῷ μᾶλλον ὁ πνευματικὸς, ὄντως ἀνδρείας χρείας πολλῷ μᾶλλον, ἢ ἐκείνῳ, ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων.
000-00-00 Serial Number=0689389467
Fragmenta in Job Ante [Go Back]  
 [00020]  ἀνδρείας μὲν καὶ καρτερίας, ἐν πειρασμοῖς·
 [00667]  Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον αὐτῷ τῆς παρατάξεως μέρος ἦν, καὶ μείζονος δεόμενον τῆς ἀνδρείας, καὶ εὐτονωτέρας ψυχῆς, καὶ ὑψηλοτέρας διανοίας, καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην.
 [00853]  οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν.
000-00-00 Serial Number=0103443563
Fragmenta in Proverbia Ante [Go Back]  
 [00823]  ὁ λόγος τῆς ἀνδρείας ψυχῆς εἰς ἀρετὴν ἄγων ἀγαθὸς, καὶ ἀγαθῶν ἐμποιητικός.
000-00-00 Serial Number=0367323756
In Acta apostolorum Ante [Go Back]  
 [01445]  οὕτω δὴ καὶ οὗτοι τούτους προσίεσαν μετὰ πολλῆς τῆς ἀνδρείας.
000-00-00 Serial Number=0245055735
In Isaiam Ante [Go Back]  
 [02090]  καὶ οὐ τοσαύτης ἀνδρείας ἦν τὸ ὑπακοῦσαι ἐκεῖ τε καὶ ἐνταῦθα.
000-00-00 Serial Number=0041242123
In adorationem venerandae crucis Ante [Go Back]  
 [00119]  Σταυρὸς, ἀνδρείας ὅπλον, καὶ ἐγκρατείας στήριγμα·
000-00-00 Serial Number=0052035987
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00242]  Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορθώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει·
 [01146]  καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον.
 [05459]  Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε.
 [06624]  Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰκείας ἀνδρείας.
 [07639]  εἰ δὲ παραγένοιτο, μετὰ πολλῆς ἱστάμενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώμεθα προθυμίαν·
000-00-00 Serial Number=0759095311
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01007]  εἰ γὰρ καὶ μὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυμάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς ἀνδρείας.
000-00-00 Serial Number=0607094586
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00949]  ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν.
 [04099]  τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας.
000-00-00 Serial Number=0593065023
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00304]  δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν.
000-00-00 Serial Number=0732748926
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00496]  Τοῦτο μὲν γὰρ καὶ βλακείας δόξαν ἡμῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύματος ὄντως·
000-00-00 Serial Number=0958411574
In epistulam ad Colossenses Ante [Go Back]  
 [03349]  τοῖς τε γὰρ οἰκείοις ποθεινότερος μᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιμώτερος, ἅτε ἀνδρείας φέρων ἔπαθλον τὸν δεσμόν.
000-00-00 Serial Number=0534780562
In epistulam ad Ephesios Ante [Go Back]  
 [06884]  Τουτέστι, μετὰ παῤῥησίας, μετὰ ἀνδρείας, μετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωμαι.
000-00-00 Serial Number=0483102798
In epistulam ad Titum Ante [Go Back]  
 [01313]  Εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, διεστάναι χρὴ καὶ μάχεσθαι, καὶ μετὰ πολλῆς τῆς ἀνδρείας περιίστασθαι·
000-00-00 Serial Number=0293348491
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00643]  τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων.
000-00-00 Serial Number=0834474206
In illud In faciem ei restiti Ante [Go Back]  
 [00210]  Ἀλλὰ νῦν οὐ περὶ ἀνδρείας ἡμῖν ὁ λόγος, (τί γὰρ πρὸς τὸ προκεί μενον τοῦτο;) ἀλλ' εἰ ἀπεχθῶς πρὸς τὸν ἀπόστολον διέκειτο, ἢ εἰ κενοδοξίας τινὸς καὶ φιλονεικίας ἦν αὕτη ἡ μάχη.
000-00-00 Serial Number=0483008683
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00430]  Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον [51.203] Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν.
000-00-00 Serial Number=0159170389
In martyres Aegyptios Ante [Go Back]  
 [00047]  Ὢ τῆς ἀπονοίας! πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι.
000-00-00 Serial Number=0952889860
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00024]  Καὶ γὰρ τοῦ Χριστοῦ λέγον τος ἀκούσας, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, μετὰ πάσης ἀνδρείας αὐτὴν ἐπέδωκεν ὑπὲρ τῶν προβάτων.
 [00192]  οὕτω δὴ καὶ ὁ μακάριος οὗτος Ἰγνάτιος τοὺς πρὸς αὐτὸν ἐρχο μένους εὐλογιῶν, παῤῥησίας, γενναίου φρονήματος, καὶ πολλῆς ἀνδρείας πληρῶν οἴκαδε ἀποπέμπει.
000-00-00 Serial Number=0042617679
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00080]  Ἀλλ' ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυ σεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία·
000-00-00 Serial Number=0548275530
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00700]  Ἀλλ' ὅμως καὶ οὗτοι θανάτου ὑπερορῶντες ἐπιεικεῖς ἦσαν, οὐδὲν ἀπὸ τῆς ἀνδρείας εἰς θρασύτητα παραβλαβέντες, οὐδὲ φιλοτιμίᾳ τοῦτο ποιοῦντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»