Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκολουθίας [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκολουθίας


000-00-00 Serial Number=0269425809
Ad Innocentium papam i Ante [Go Back]  
 [00079]  τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν πάσης ἐκτός ἐστιν ἀκολουθίας, καὶ παν [52.535] τὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ.
000-00-00 Serial Number=0850822330
Catecheses ad illuminandos Ante [Go Back]  
 [00360]  [2.20] Φέρε δὴ λοιπὸν τῆς ἀκολουθίας ἐχώμεθα τοῦ λόγου.
000-00-00 Serial Number=0850224078
De Anna i Ante [Go Back]  
 [01083]  Ὥσπερ γὰρ τῆς Πεντηκοστῆς παρούσης, ἄκαιρον ἦν, ἀφέντας λέγειν περὶ τῶν δοθέντων ἡμῖν κατ' ἐκεῖνον τὸν καιρὸν ἀγαθῶν, τῆς ἀκολουθίας τῆς προτέρας ἔχεσθαι·
000-00-00 Serial Number=0058744907
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00458]  Τέως δὲ τῆς ἀκολουθίας τῶν γεγενημένων ἐχώμεθα.
000-00-00 Serial Number=0500504196
De Christi precibus Ante [Go Back]  
 [00037]  Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν, φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλὴν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης.
000-00-00 Serial Number=0910760999
De beato Philogonio Ante [Go Back]  
 [00128]  Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν·
000-00-00 Serial Number=0660886586
De incomprehensibili dei natura Ante [Go Back]  
 [00559]  Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμός μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί , τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται παραστῆσαι λογισμός;
000-00-00 Serial Number=0905321836
De mutatione nominum Ante [Go Back]  
 [00084]  Ἀλλὰ Παῦλος οὐκ ἀφίησί με χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν.
 [00698]  Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν' οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς.
000-00-00 Serial Number=0375080049
De profectu evangelii Ante [Go Back]  
 [00047]  ἀλλὰ τῆς ἀκολουθίας τῶν λοιπῶν ἀποκόψαντες μελῶν ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς τοῖς ῥᾳθυμοτέροις προβάλλονται.
000-00-00 Serial Number=0294113517
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00042]  Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων πείρας πάντων ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα·
000-00-00 Serial Number=0739588797
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07229]  Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν.
000-00-00 Serial Number=0232935905
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01722]  Μὴ τῆς φυσικῆς ἀκολουθίας τὰ ἀῤῥωστήματα παρ' αὐτοῖς εἶναι δόξῃ, τὸ παράδοξον δείκνυσι θεήλατον οὖσαν τὴν νόσον, ὅπερ ἐστὶ λοιμικῆς καταστάσεως·
 [04522]  Ἀλλ' ὁ συνθεὶς, τοῦ προφήτου τὰ ῥήματα τέθεικεν αὐτὰ ἀνωτέρω, δι' ἣν αἰτίαν ἔφαμεν, ὥστε δῆλον ὡς οὐ διατέτμηται τῆς προτέρας ἀκολουθίας ἐκεῖνα·
 [05595]  Οἰηθείη μὲν ἄν τις οὐ κατὰ τάξιν ταῦτα κεῖσθαι παρὰ τῷ προφήτῃ, ὅθεν φησὶ, δεῖν ἐπισημαίνεσθαι, ὡς πολλαχοῦ ἐστι τοῦτο τῆς Γραφῆς τὸ ἰδίωμα, τῶν συνθέντων τὰς ἱστορίας, οὐ τῆς ἀκολουθίας φροντισάντων, ἀλλὰ τοῦ ὅπως δήποτε συνθεῖναι πρὸς ὠφέλειαν τῶν ἀναγινωσκόντων.
 [05872]  ∆είκνυσιν ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας τὸ πρᾶγμα ἦν.
000-00-00 Serial Number=0951075733
Fragmenta in Job Ante [Go Back]  
 [00818]  οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὐτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησι.
000-00-00 Serial Number=0139612794
In Acta apostolorum Ante [Go Back]  
 [01181]  νυνὶ δὲ ἐκ τῆς ἀκολουθίας εἰς τούτους ἐνεπέσομεν τοὺς λόγους.
000-00-00 Serial Number=0732631981
In Genesim sermones Ante [Go Back]  
 [01355]  Εἰ μὲν ἦν δυνατὸν ὑμῖν εἰδέναι, τί μὲν ἡμῖν εἴρηται, τί δὲ ὑπολέλειπται, καὶ ποῦ μὲν τὸν λόγον κατε λύσαμεν πρώην, πόθεν δὲ αὐτὸν σήμερον ἀνελέσθαι χρὴ, εὐθέως τὰ προοίμια ἀπὸ τῆς ἀκολουθίας τῶν πρώην εἰρημένων ἐποιησάμην ἄν.
 [01469]  εἶτα ἐξέβημεν ἐκ τῆς ἀκολουθίας ταύτης εἰς ὀνομάτων ἱστορίαν πολλήν.
 [01478]  Καὶ γὰρ ἡμεῖς ζητοῦντες περὶ τῶν ὀνομάτων τοῦ Παύλου, εὕρομεν ἐκ τῆς ἀκολουθίας καὶ ἑτέραν ἐμπορίαν ὀνομάτων, οἷόν τι ὁ Πέτρος Σίμων ἐκαλεῖτο πρὸ τούτου, καὶ οἱ υἱοὶ Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βροντῆς ὠνομάσθησαν.
000-00-00 Serial Number=0915183306
In Isaiam Ante [Go Back]  
 [00774]  Τοιοῦτον γὰρ ἔθος τοῖς προφήταις, μὴ τῇ τῶν εἰρημένων ἀσαφείᾳ μόνον, ἀλλὰ καὶ τῷ σχήματι τῆς ἀκολουθίας συσκιάζειν τὴν προφητείαν.
 [02321]  Εἶτα, ἐπειδὴ πράγματα εἶπεν ὑπερβαίνοντα λόγον ἀνθρώπινον καὶ ἀνώτερα τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ προφητεία τὸ λεγόμενον ἦν, εἰκότως ἐπήγαγεν·
000-00-00 Serial Number=0170202672
In Joannem Ante [Go Back]  
 [00273]  ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον καὶ χρόνων ἀκολουθίας.
 [02329]  Ἡμῖν δὲ ἀναγκαῖον πάλιν ἅψασθαι τῆς ἀκολουθίας.
 [02455]  Ἐκ ποίας ἐπὶ τοῦτο ἦλθεν ἀκολουθίας ὁ Εὐαγγελιστής;
 [04365]  Ἤκουσε γεννήσεως πνευματικῆς, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ' εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρημένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησεν.
 [04421]  Ἀλλὰ φέρε πάλιν ἁψώμεθα τῆς ἀκολουθίας τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἴδωμεν πῶς τοῦ Νικοδήμου καταπεσόντος, καὶ πρὸς τὴν ἐνταῦθα [59.148.40] γέννησιν ἕλκοντος τὸ εἰρημένον, καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον, ἔχοντα μὲν καὶ οὕτω δυσκολίαν τῷ ψυχικῶς ἐρωτῶντι, δυνάμενον δὲ ὅμως ἀπὸ τῆς ταπεινότητος ἀναγαγεῖν τὸν ἀκούοντα.
000-00-00 Serial Number=0934624553
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00036]  Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον, τίνος ἕνεκεν τὰς παλαιὰς αὐτὸς ἐμνημόνευσεν ἱστορίας, ἐκ ποίας ἀκολουθίας περὶ εἰδωλοθύτων διαλεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον.
 [00037]  Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας καὶ ἀκριβῆ διατηρῶν πανταχοῦ τῶν ὑπ' αὐτοῦ λεγομένων τὴν συμφωνίαν.
000-00-00 Serial Number=0240418971
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01583]  δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι.
 [01585]  βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ;
 [04673]  Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι·
000-00-00 Serial Number=0963355541
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03218]  καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα·
 [04658]  ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν.
 [08878]  Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν.
000-00-00 Serial Number=0561086357
In epistulam ad Colossenses Ante [Go Back]  
 [00684]  Ἐκείνη μὲν γὰρ ἀκολουθίας ἔχεται ἡ ἀσέβεια·
000-00-00 Serial Number=0405772328
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00457]  Τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα, καὶ σκοπῶμεν πῶς πάλιν δείκνυσιν οὐδὲν ἀνθρώπινον περὶ αὐτὸν γεγενημένον, ἀλλὰ πάντα τὸν Θεὸν τὰ κατ' αὐτὸν μετὰ πολλῆς οἰκονομοῦντα προνοίας.
 [01644]  οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν.
000-00-00 Serial Number=0145579159
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01204]  Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν, ἡμῖν εἴρηται, ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῆς ἀκολουθίας.
 [04018]  Καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα, ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης, εἰσάγει·
000-00-00 Serial Number=0542064428
In epistulam ad Romanos Ante [Go Back]  
 [01285]  τὸ δὲ διηγούμενον τὴν κατέχουσαν τὸν κόσμον κακίαν καὶ πονηρίαν, ἐκ τῆς ἀκολουθίας ἐκείνης εἰς τὸν περὶ τούτων ἐμβῆναι λόγον, ἀνύποπτον ἐποίει τὴν διδασκαλίαν.
 [01933]  ∆ιά τοι τοῦτο μετὰ τὸν Ἡσαΐαν τὸν ὡμολογημένως πρὸς αὐτοὺς ἀποτεινόμενον, ἐπεισήγαγε τὸν ∆αυῒδ, ἵνα δείξῃ καὶ ταῦτα τῆς αὐτῆς ὄντα ἀκολουθίας.
 [03386]  Πάλιν εἰς τὸν ἠθικὸν ἐκβαίνει λόγον, οὐχὶ προηγουμένως αὐτὸν εἰσάγων, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι πολλοῖς καὶ ἐπαχθὴς, ἀλλ' ἐκ τῆς τῶν δογμάτων ἀκολουθίας.
 [04120]  ὡς βουλῆς καὶ γνώμης προκειμένης, καὶ Ἐκκλησίας κοινῆς συγκεκροτημένης, καὶ οὐ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας καὶ τῆς τῶν πραγμάτων ἀληθείας τῆς ἀντιθέσεως φανείσης.
 [06509]  ∆ιὰ γὰρ τοῦτο καὶ εἰς μακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα μὴ ἀναγκασθῶ, διατεμὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυμήνασθαι τὴν σαφήνειαν τῶν λεγομένων.
 [06871]  Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας.
 [07418]  Εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγενημένον λέγει, μὴ θαυμάσῃς·
 [07639]  καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων·
 [09235]  Εἶτα, ἵνα μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν αὐτὸν λέγειν ταῦτα, ἀλλ' ὡς ἐκ τῆς προκειμένης ἀκολουθίας ἐπὶ τοῦτο ἐληλυθέναι, πάλιν ἔχεται τῆς αὐτῆς ὑποθέσεως, λέγων·
000-00-00 Serial Number=0192391336
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00025]  Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς, οὐχ ὅτι ἡμῶν ἐπιτηδείως τὴν ἀνάγνωσιν ταύτην προβαλλομένων, ἀλλὰ τῆς προτέρας ἀκολουθίας τῶν ἀναγνωσμάτων παραπεμπούσης.
000-00-00 Serial Number=0659562469
In illud Domine non est in homine Ante [Go Back]  
 [00089]  Οὐ μόνον δὲ τῆς ἀκολουθίας ἐκκόπτειν οὐ χρὴ, ἀλλὰ καὶ ὑγιῆ προφέρειν αὐτὰ, καὶ μηδὲν προστιθέναι.
 [00132]  Ὅτι οὐ δεῖ ἁπλῶς τὰς τῶν Γραφῶν ῥήσεις παραφέρειν, οὐδὲ ἐκκόπτοντας τῆς ἀκολουθίας, οὐδὲ τῆς συγγενείας ἀποσπῶντας, οὐδὲ ἔρημα καὶ γυμνὰ τὰ ῥήματα τῆς τῶν ἑπομένων ἢ προλαβόντων βοηθείας λαμβάνοντας συκοφαντεῖν ἁπλῶς καὶ ἐπηρεάζειν.
000-00-00 Serial Number=0191093504
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00377]  καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι.
 [00579]  κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν.
000-00-00 Serial Number=0234867096
In illud In faciem ei restiti Ante [Go Back]  
 [00465]  νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκον τος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν.
000-00-00 Serial Number=0875946224
In principium Actorum Ante [Go Back]  
 [00140]  Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν.
000-00-00 Serial Number=0573009133
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00109]  Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος <καιρὸς>, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας.
000-00-00 Serial Number=0808419526
In secundum domini adventum Ante [Go Back]  
 [00016]  Ἵνα δὲ μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν ἡμᾶς ταῦτα λέγειν, ἐκ τῆς προκειμένης ἀκολουθίας πάλιν ἔχεται τῆς [59.621] αὐτῆς ὑποθέσεως, λέγων·
000-00-00 Serial Number=0559890985
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00238]  Ἐκ τῆς ἀκολουθίας αὐτῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»