VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὄρος [181]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0247746944
VT. 01 Genesis Ante [Go Back]  
 [001_010_030]  καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα ὄρος ἀνατολῶν
 [001_012_008]  καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ ἀνατολάσ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου
 [001_019_017]  καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ εἰς τὸ ὄρος σῴζου μήποτε συμπαραλημφθῇς
 [001_019_019]  ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιεῖς ἐπ ἐμέ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω
 [001_031_021]  καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ
000-00-00 Serial Number=0768459022
VT. 02 Exodus Ante [Go Back]  
 [002_003_001]  Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Ξωρηβ
 [002_015_017]  εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χεῖρές σου
 [002_019_003]  καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ ὄρους λέγων Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ
 [002_019_011]  καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς τοῦ λαοῦ
 [002_019_012]  καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει
 [002_019_013]  οὐχ ἅψεται αὐτοῦ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος
 [002_019_017]  καὶ ἐξήγαγεν Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεμβολῆς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος
 [002_019_018]  τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα
 [002_019_020]  κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐπὶ τὴν κορυφὴν τοῦ ὄρουσ καὶ ἐκάλεσεν κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἀνέβη Μωυσῆς
 [002_019_023]  καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων Ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό
 [002_020_018]  Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν
 [002_024_004]  καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ισραηλ
 [002_024_012]  καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς
 [002_024_013]  καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ
 [002_024_015]  καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος
 [002_024_016]  καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη žξ ἡμέρασ καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης
 [002_024_018]  καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας
 [002_032_019]  καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος
 [002_034_001]  Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις αἷς συνέτριψας
 [002_034_002]  καὶ γίνου ἕτοιμος εἰς τὸ πρωὶ καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ στήσῃ μοι ἐκεῖ ἐπ ἄκρου τοῦ ὄρους
 [002_034_004]  καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα καθότι συνέταξεν αὐτῷ κύριοσ καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας
000-00-00 Serial Number=0602013707
VT. 04 Numeri Ante [Go Back]  
 [004_013_017]  Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Ξανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
 [004_020_019]  καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ Παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα
 [004_020_022]  Καὶ ἀπῆραν ἐκ Καδησ καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος
 [004_020_025]  λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
 [004_020_027]  καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς
 [004_027_012]  Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν (τοῦτο ὄρος Ναβαυ) καὶ ἰδὲ τὴν γῆν Ξανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει
 [004_033_032]  καὶ ἀπῆραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγαδ
 [004_033_037]  καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ
 [004_034_007]  καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄροσ
 [004_034_008]  καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα
000-00-00 Serial Number=0101776898
VT. 05 Deuterononium Ante [Go Back]  
 [005_001_002]  ἕνδεκα ἡμερῶν ἐν Ξωρηβ ὁδὸς ἐπ ὄρος Σηιρ ἕως Καδης Βαρνη
 [005_001_007]  ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Ξαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου
 [005_001_024]  καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν
 [005_001_041]  καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε`Ημάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος
 [005_001_043]  καὶ ἐλάλησα ὑμῖν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος
 [005_002_001]  Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς
 [005_002_003]  `Ικανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν
 [005_002_005]  μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ
 [005_003_025]  διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ιορδάνου τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον
 [005_004_011]  καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
 [005_005_005]  κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων
 [005_005_023]  καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν
 [005_009_009]  ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτασ ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον
 [005_009_015]  καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου
 [005_010_003]  καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου
 [005_011_029]  καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν καὶ δώσεις τὴν εὐλογίαν ἐπ ὄρος Γαριζιν καὶ τὴν κατάραν ἐπ ὄρος Γαιβαλ
 [005_032_049]  Ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν τοῦτο ὄρος Ναβαυ ὅ ἐστιν ἐν γῇ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γῆν Ξανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν
 [005_034_001]  Καὶ ἀνέβη Μωυσῆς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλααδ ἕως Δαν
000-00-00 Serial Number=0038705587
VT. 06 Josue Ante [Go Back]  
 [006_011_016]  Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά
 [006_011_017]  τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν
 [006_013_005]  καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ
 [006_013_011]  καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα
 [006_014_012]  καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος
 [006_015_009]  καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ (αὕτη ἐστὶν πόλις Ιαριμ)
 [006_015_010]  καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ (αὕτη ἐστὶν Ξασλων) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
 [006_015_011]  καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν
 [006_017_015]  καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἶ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εφραιμ
 [006_017_016]  καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Ξαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ
 [006_018_012]  καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων
 [006_024_004]  καὶ τῷ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τῷ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομῆσαι αὐτῷ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
000-00-00 Serial Number=0606764734
VT. 07 Judicum Ante [Go Back]  
 [007_001_034]  Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα
 [007_004_006]  καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλι καὶ ἐκ τῶν υἱῶν Ζαβουλων
 [007_004_012]  Καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ
 [007_009_048]  καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ αὐτοῦή Ο εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ
 [007_018_013]  καὶ παρῆλθον ἐκεῖθεν ὄρος Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχαια
000-00-00 Serial Number=0703551650
VT. 11 Regum I Ante [Go Back]  
 [011_016_024]  καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμεσεν ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων
 [011_018_019]  καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ
 [011_018_020]  καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον
000-00-00 Serial Number=0197797835
VT. 12 Regum II Ante [Go Back]  
 [012_002_025]  καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν
 [012_004_025]  δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη
 [012_004_027]  καὶ ἦλθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν καὶ εἶπεν Ελισαιεή Αφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ καὶ κύριος ἀπέκρυψεν ἀπ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι
 [012_006_017]  καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε
000-00-00 Serial Number=0798738480
VT. 13 Paralipomenon I Ante [Go Back]  
 [013_004_042]  καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν
 [013_005_023]  Καὶ οἱ ἡμίσεις φυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν
000-00-00 Serial Number=0432378948
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_020_010]  καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δι αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς
 [014_020_022]  καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν
 [014_020_023]  καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι
000-00-00 Serial Number=0159570336
VT. 16 Nehemiae Ante [Go Back]  
 [016_008_015]  καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ιερουσαλημ καὶ εἶπεν Εσδρας Ἁξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον
 [016_009_013]  καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς
000-00-00 Serial Number=0281157792
VT. 18 Judith Ante [Go Back]  
 [018_010_010]  καὶ ἐποίησαν οὕτως καὶ ἐξῆλθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ αὐτῆσ ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν
 [018_013_010]  καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς
000-00-00 Serial Number=0444410563
VT. 20 Job Ante [Go Back]  
 [020_014_018]  καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆσ
 [020_040_020]  ἐπελθὼν δὲ ἐπ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ
000-00-00 Serial Number=0058106840
VT. 21 Psalmi Ante [Go Back]  
 [021_002_006]  Ἁγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ
 [021_023_003]  τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ
 [021_042_003]  ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
 [021_047_012]  εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
 [021_067_016]  ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον
 [021_067_017]  ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος
 [021_073_002]  μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ ἀρχῆσ ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ
 [021_077_054]  καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτοῦ ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ
 [021_077_068]  καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν
 [021_098_009]  ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν
 [021_124_001]  Ὠιδὴ τῶν ἀναβαθμῶν Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ
000-00-00 Serial Number=0844154239
VT. 24 Canticum Canticorum Ante [Go Back]  
 [024_004_006]  ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου
000-00-00 Serial Number=0792103350
VT. 27 Isaias Ante [Go Back]  
 [027_002_002]  Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν καὶ ἥξουσιν ἐπ αὐτὸ πάντα τὰ ἔθνη
 [027_002_003]  καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακωβ καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ
 [027_002_014]  καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
 [027_007_025]  καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβοσ ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός
 [027_009_010]  καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ ὄρος Σιων ἐπ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει
 [027_010_032]  σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ
 [027_011_009]  καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας
 [027_016_001]  Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων
 [027_018_007]  ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαωθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ εἰς τὸν τόπον οὗ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων
 [027_025_006]  καὶ ποιήσει κύριος σαβαωθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην πίονται οἶνον χρίσονται μύρον
 [027_025_010]  ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαισ
 [027_027_013]  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ
 [027_028_021]  ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαων μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ πικρίας ἔργον ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία
 [027_029_008]  καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων
 [027_029_017]  οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται
 [027_030_029]  μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν θεὸν τοῦ Ισραηλ
 [027_031_004]  ὅτι οὕτως εἶπέν μοι κύριοςή Ον τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς
 [027_040_004]  πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία
 [027_040_009]  ἐπ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβεῖσθε εἰπὸν ταῖς πόλεσιν Ιουδα Ἰδοὺ ὁ θεὸς ὑμῶν
 [027_049_011]  καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς
 [027_056_007]  εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν
 [027_057_007]  ἐπ ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη κἀκεῖ ἀνεβίβασας θυσίας
 [027_057_013]  ὅταν ἀναβοήσῃς ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου
 [027_065_009]  καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ
 [027_065_011]  ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα
000-00-00 Serial Number=0467482090
VT. 28 Jeremias Ante [Go Back]  
 [028_003_006]  Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ
 [028_028_025]  ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
 [028_033_018]  Μιχαιας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ιουδα Οὕτως εἶπεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ
 [028_038_023]  οὕτως εἶπεν κύριοςή Ετι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ιουδα καὶ ἐν πόλεσιν αὐτοῦ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ
000-00-00 Serial Number=0571167648
VT. 29 Lamentationes Ante [Go Back]  
 [029_005_018]  ἐπ ὄρος Σιων ὅτι ἠφανίσθη ἀλώπεκες διῆλθον ἐν αὐτῇ
000-00-00 Serial Number=0808145642
VT. 30 Baruch Ante [Go Back]  
 [030_005_007]  συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς ἵνα βαδίσῃ Ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ
000-00-00 Serial Number=0640607655
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_017_022]  διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν
 [031_035_002]  Υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ αὐτὸ
 [031_035_003]  καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήσῃ
 [031_035_007]  καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ αὐτοῦ ἀνθρώπους καὶ κτήνη
 [031_035_015]  ἔρημον ἔσῃ ὄρος Σηιρ καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν
 [031_048_010]  τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ
000-00-00 Serial Number=0950533628
VT. 32 Daniel Ante [Go Back]  
 [032_002_035]  τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθῆναι ἐξ αὐτῶν καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν
 [032_009_017]  καὶ νῦν ἐπάκουσον δέσποτα τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου δέσποτα
000-00-00 Serial Number=0286319673
VT. 35 Amos Ante [Go Back]  
 [035_003_009]  Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ
 [035_004_003]  καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός
 [035_006_001]  Οὐαὶ τοῖς ἐξουθενοῦσιν Σιων καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείασ ἀπετρύγησαν ἀρχὰς ἐθνῶν καὶ εἰσῆλθον αὐτοί οἶκος τοῦ Ισραηλ
000-00-00 Serial Number=0419769645
VT. 36 Abdias Ante [Go Back]  
 [036_001_016]  διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες
 [036_001_019]  καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν
 [036_001_021]  καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία
000-00-00 Serial Number=0784495413
VT. 38 Michaea Ante [Go Back]  
 [038_003_012]  διὰ τοῦτο δι ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ
 [038_004_001]  Καὶ ἔσται ἐπ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί
 [038_004_002]  καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακωβ καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ
000-00-00 Serial Number=0832591057
VT. 41 Sophonias Ante [Go Back]  
 [041_003_011]  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου
000-00-00 Serial Number=0948985279
VT. 42 Aggaeus Ante [Go Back]  
 [042_001_008]  ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι εἶπεν κύριος
000-00-00 Serial Number=0755259156
VT. 43 Zacharias Ante [Go Back]  
 [043_004_007]  τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς
 [043_008_003]  τάδε λέγει κύριος Καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον
 [043_014_004]  καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν χάος μέγα σφόδρα καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον
000-00-00 Serial Number=0057567894
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_004_037]  καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων
 [045_004_060]  καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον
 [045_005_054]  καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ
 [045_006_048]  Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων
 [045_006_062]  καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν
 [045_007_033]  Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως
 [045_010_011]  καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως
 [045_013_052]  καὶ ἔστησεν κατ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ αὐτοῦ
 [045_016_020]  καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ
000-00-00 Serial Number=0424750566
VT. 46 Machabaeorum II Ante [Go Back]  
 [046_002_004]  ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»