VETUS TESTAMENTUM - LIBER 24: CANTICUM_CANTICORUM
Graece Editione Lexicon Proprium seu 'Concordances'
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM



  Caput 1.
 

[024_001_001]  ῏  Ασμα  σμάτων, ὅ  ἐστιν  τῷ  Σαλωμων.

 
 

[024_001_002]  Φιλησάτω  με  ἀπὸ  φιλημάτων  στόματος  αὐτοῦ, ὅτι  ἀγαθοὶ  μαστοί  σου  ὑπὲρ  οἶνον,

 
 

[024_001_003]  καὶ  ὀσμὴ  μύρων  σου  ὑπὲρ  πάντα  τὰ  ἀρώματα, μύρον  ἐκκενωθὲν  ὄνομά  σου. διὰ  τοῦτο  νεάνιδες  ἠγάπησάν  σε,

 
 

[024_001_004]  εἵλκυσάν  σε, ὀπίσω  σου  εἰς  ὀσμὴν  μύρων  σου  δραμοῦμεν. Εἰσήνεγκέν  με  ὁ  βασιλεὺς  εἰς  τὸ  ταμίειον  αὐτοῦ. Ἀγαλλιασώμεθα  καὶ  εὐφρανθῶμεν  ἐν  σοί, ἀγαπήσομεν  μαστούς  σου  ὑπὲρ  οἶνον˙  εὐθύτης  ἠγάπησέν  σε.

 
 

[024_001_005]  Μέλαινά  εἰμι  καὶ  καλή, θυγατέρες  Ιερουσαλημ, ὡς  σκηνώματα  Κηδαρ, ὡς  δέρρεις  Σαλωμων.

 
 

[024_001_006]  μὴ  βλέψητέ  με, ὅτι  ἐγώ  εἰμι  μεμελανωμένη, ὅτι  παρέβλεψέν  με  ὁ  ἥλιοσ˙  υἱοὶ  μητρός  μου  ἐμαχέσαντο  ἐν  ἐμοί, ἔθεντό  με  φυλάκισσαν  ἐν  ἀμπελῶσιν˙  ἀμπελῶνα  ἐμὸν  οὐκ  ἐφύλαξα.

 
 

[024_001_007]  Ἀπάγγειλόν  μοι, ὃν  ἠγάπησεν  ἡ  ψυχή  μου, ποῦ  ποιμαίνεις, ποῦ  κοιτάζεις  ἐν  μεσημβρίᾳ, μήποτε  γένωμαι  ὡς  περιβαλλομένη  ἐπ' ἀγέλαις  ἑταίρων  σου.

 
 

[024_001_008]  Ἁὰν  μὴ  γνῷς  σεαυτήν, ἡ  καλὴ  ἐν  γυναιξίν, ἔξελθε  σὺ  ἐν  πτέρναις  τῶν  ποιμνίων  καὶ  ποίμαινε  τὰς  ἐρίφους  σου  ἐπὶ  σκηνώμασιν  τῶν  ποιμένων.

 
 

[024_001_009]  Τῇ  ἵππῳ  μου  ἐν  ἅρμασιν  Φαραω  ὡμοίωσά  σε, ἡ  πλησίον  μου.

 
 

[024_001_010]  τί  ὡραιώθησαν  σιαγόνες  σου  ὡς  τρυγόνες, τράχηλός  σου  ὡς  ὁρμίσκοι; 

 
 

[024_001_011]  ὁμοιώματα  χρυσίου  ποιήσομέν  σοι  μετὰ  στιγμάτων  τοῦ  ἀργυρίου.

 
 

[024_001_012]  ῞  Εως  οὗ ὁ  βασιλεὺς  ἐν  ἀνακλίσει  αὐτοῦ, νάρδος  μου  ἔδωκεν  ὀσμὴν  αὐτοῦ.

 
 

[024_001_013]  ἀπόδεσμος  τῆς  στακτῆς  ἀδελφιδός  μου  ἐμοί, ἀνὰ  μέσον  τῶν  μαστῶν  μου  αὐλισθήσεται˙ 

 
 

[024_001_014]  βότρυς  τῆς  κύπρου  ἀδελφιδός  μου  ἐμοὶ  ἐν  ἀμπελῶσιν  Εγγαδδι.

 
 

[024_001_015]  Ἰδοὺ  εἶ  καλή, ἡ  πλησίον  μου, ἰδοὺ  εἶ  καλή, ὀφθαλμοί  σου  περιστεραί.

 
 

[024_001_016]  Ἰδοὺ  εἶ  καλός, ὁ  ἀδελφιδός  μου, καί  γε  ὡραῖοσ˙  πρὸς  κλίνη  ἡμῶν  σύσκιος,

 
 

[024_001_017]  δοκοὶ  οἴκων  ἡμῶν  κέδροι, φατνώματα  ἡμῶν  κυπάρισσοι.

 

  Caput 2.
 

[024_002_001]  Ἁγὼ  ἄνθος  τοῦ  πεδίου, κρίνον  τῶν  κοιλάδων.

 
 

[024_002_002]  Ὡς  κρίνον  ἐν  μέσῳ  ἀκανθῶν, οὕτως  ἡ  πλησίον  μου  ἀνὰ  μέσον  τῶν  θυγατέρων.

 
 

[024_002_003]  Ὡς  μῆλον  ἐν  τοῖς  ξύλοις  τοῦ  δρυμοῦ, οὕτως  ἀδελφιδός  μου  ἀνὰ  μέσον  τῶν  υἱῶν˙  ἐν  τῇ  σκιᾷ  αὐτοῦ  ἐπεθύμησα  καὶ  ἐκάθισα, καὶ  καρπὸς  αὐτοῦ  γλυκὺς  ἐν  λάρυγγί  μου.

 
 

[024_002_004]  Εἰσαγάγετέ  με  εἰς  οἶκον  τοῦ  οἴνου, τάξατε  ἐπ' ἐμὲ  ἀγάπην.

 
 

[024_002_005]  στηρίσατέ  με  ἐν  ἀμόραις, στοιβάσατέ  με  ἐν  μήλοις, ὅτι  τετρωμένη  ἀγάπης  ἐγώ.

 
 

[024_002_006]  εὐώνυμος  αὐτοῦ  ὑπὸ  τὴν  κεφαλήν  μου, καὶ  ἡ  δεξιὰ  αὐτοῦ  περιλήμψεταί  με.

 
 

[024_002_007]  ὥρκισα  ὑμᾶς, θυγατέρες  Ιερουσαλημ, ἐν  ταῖς  δυνάμεσιν  καὶ  ἐν  ταῖς  ἰσχύσεσιν  τοῦ  ἀγροῦ, ἐὰν  ἐγείρητε  καὶ  ἐξεγείρητε  τὴν  ἀγάπην, ἕως  οὗ θελήσῃ.

 
 

[024_002_008]  Φωνὴ  ἀδελφιδοῦ  μου˙  ἰδοὺ  οὗτος  ἥκει  πηδῶν  ἐπὶ  τὰ  ὄρη  διαλλόμενος  ἐπὶ  τοὺς  βουνούς.

 
 

[024_002_009]  ὅμοιός  ἐστιν  ἀδελφιδός  μου  τῇ  δορκάδι  ἢ  νεβρῷ  ἐλάφων  ἐπὶ  τὰ  ὄρη  Βαιθηλ. ἰδοὺ  οὗτος  ἕστηκεν  ὀπίσω  τοῦ  τοίχου  ἡμῶν  παρακύπτων  διὰ  τῶν  θυρίδων  ἐκκύπτων  διὰ  τῶν  δικτύων.

 
 

[024_002_010]  ἀποκρίνεται  ἀδελφιδός  μου  καὶ  λέγει  μοι  Ἀνάστα  ἐλθέ, ἡ  πλησίον  μου, καλή  μου, περιστερά  μου,

 
 

[024_002_011]  ὅτι  ἰδοὺ  ὁ  χειμὼν  παρῆλθεν, ὁ  ὑετὸς  ἀπῆλθεν, ἐπορεύθη  ἑαυτῷ,

 
 

[024_002_012]  τὰ  ἄνθη  ὤφθη  ἐν  τῇ  γῇ, καιρὸς  τῆς  τομῆς  ἔφθακεν, φωνὴ  τοῦ  τρυγόνος  ἠκούσθη  ἐν  τῇ  γῇ  ἡμῶν,

 
 

[024_002_013]  ἡ  συκῆ  ἐξήνεγκεν  ὀλύνθους  αὐτῆς, αἱ  ἄμπελοι  κυπρίζουσιν, ἔδωκαν  ὀσμήν. ἀνάστα  ἐλθέ, ἡ  πλησίον  μου, καλή  μου, περιστερά  μου,

 
 

[024_002_014]  καὶ  ἐλθὲ  σύ, περιστερά  μου  ἐν  σκέπῃ  τῆς  πέτρας  ἐχόμενα  τοῦ  προτειχίσματος, δεῖξόν  μοι  τὴν  ὄψιν  σου  καὶ  ἀκούτισόν  με  τὴν  φωνήν  σου, ὅτι  ἡ  φωνή  σου  ἡδεῖα, καὶ  ἡ  ὄψις  σου  ὡραία.

 
 

[024_002_015]  Πιάσατε  ἡμῖν  ἀλώπεκας  μικροὺς  ἀφανίζοντας  ἀμπελῶνας, καὶ  αἱ  ἄμπελοι  ἡμῶν  κυπρίζουσιν.

 
 

[024_002_016]  Ἀδελφιδός  μου  ἐμοί, κἀγὼ  αὐτῷ, ὁ  ποιμαίνων  ἐν  τοῖς  κρίνοις,

 
 

[024_002_017]  ἕως  οὗ διαπνεύσῃ  ἡ  ἡμέρα  καὶ  κινηθῶσιν  αἱ  σκιαί. ἀπόστρεψον  ὁμοιώθητι  σύ, ἀδελφιδέ  μου, τῷ  δόρκωνι  ἢ  νεβρῷ  ἐλάφων  ἐπὶ  ὄρη  κοιλωμάτων.

 

  Caput 3.
 

[024_003_001]  Ἁπὶ  κοίτην  μου  ἐν  νυξὶν  ἐζήτησα  ὃν  ἠγάπησεν  ἡ  ψυχή  μου, ἐζήτησα  αὐτὸν  καὶ  οὐχ  εὗρον  αὐτόν, ἐκάλεσα  αὐτόν, καὶ  οὐχ  ὑπήκουσέν  μου.

 
 

[024_003_002]  ἀναστήσομαι  δὴ  καὶ  κυκλώσω  ἐν  τῇ  πόλει  ἐν  ταῖς  ἀγοραῖς  καὶ  ἐν  ταῖς  πλατείαις  καὶ  ζητήσω  ὃν  ἠγάπησεν  ἡ  ψυχή  μου˙  ἐζήτησα  αὐτὸν  καὶ  οὐχ  εὗρον  αὐτόν.

 
 

[024_003_003]  εὕροσάν  με  οἱ  τηροῦντες  οἱ  κυκλοῦντες  ἐν  τῇ  πόλει  Μὴ  ὃν  ἠγάπησεν  ἡ  ψυχή  μου  εἴδετε; 

 
 

[024_003_004]  ὡς  μικρὸν  ὅτε  παρῆλθον  ἀπ' αὐτῶν, ἕως  οὗ εὗρον  ὃν  ἠγάπησεν  ἡ  ψυχή  μου˙  ἐκράτησα  αὐτὸν  καὶ  οὐκ  ἀφήσω  αὐτόν, ἕως  οὗ εἰσήγαγον  αὐτὸν  εἰς  οἶκον  μητρός  μου  καὶ  εἰς  ταμίειον  τῆς  συλλαβούσης  με.

 
 

[024_003_005]  ὥρκισα  ὑμᾶς, θυγατέρες  Ιερουσαλημ, ἐν  ταῖς  δυνάμεσιν  καὶ  ἐν  ταῖς  ἰσχύσεσιν  τοῦ  ἀγροῦ, ἐὰν  ἐγείρητε  καὶ  ἐξεγείρητε  τὴν  ἀγάπην, ἕως  ἂν  θελήσῃ.

 
 

[024_003_006]  Τίς  αὕτη  ἡ  ἀναβαίνουσα  ἀπὸ  τῆς  ἐρήμου  ὡς  στελέχη  καπνοῦ  τεθυμιαμένη  σμύρναν  καὶ  λίβανον  ἀπὸ  πάντων  κονιορτῶν  μυρεψοῦ; 

 
 

[024_003_007]  ἰδοὺ  ἡ  κλίνη  τοῦ  Σαλωμων, ἑξήκοντα  δυνατοὶ  κύκλῳ  αὐτῆς  ἀπὸ  δυνατῶν  Ισραηλ,

 
 

[024_003_008]  πάντες  κατέχοντες  ῥομφαίαν  δεδιδαγμένοι  πόλεμον, ἀνὴρ  ῥομφαία  αὐτοῦ  ἐπὶ  μηρὸν  αὐτοῦ  ἀπὸ  θάμβους  ἐν  νυξίν.

 
 

[024_003_009]  φορεῖον  ἐποίησεν  ἑαυτῷ  ὁ  βασιλεὺς  Σαλωμων  ἀπὸ  ξύλων  τοῦ  Λιβάνου,

 
 

[024_003_010]  στύλους  αὐτοῦ  ἐποίησεν  ἀργύριον  καὶ  ἀνάκλιτον  αὐτοῦ  χρύσεον, ἐπίβασις  αὐτοῦ  πορφυρᾶ, ἐντὸς  αὐτοῦ  λιθόστρωτον, ἀγάπην  ἀπὸ  θυγατέρων  Ιερουσαλημ.

 
 

[024_003_011]  ἐξέλθατε  καὶ  ἴδετε  ἐν  τῷ  βασιλεῖ  Σαλωμων  ἐν  τῷ  στεφάνῳ, ᾧ  ἐστεφάνωσεν  αὐτὸν  ἡ  μήτηρ  αὐτοῦ  ἐν  ἡμέρᾳ  νυμφεύσεως  αὐτοῦ  καὶ  ἐν  ἡμέρᾳ  εὐφροσύνης  καρδίας  αὐτοῦ.

 

  Caput 4.
 

[024_004_001]  Ἰδοὺ  εἶ  καλή, ἡ  πλησίον  μου, ἰδοὺ  εἶ  καλή. ὀφθαλμοί  σου  περιστεραὶ  ἐκτὸς  τῆς  σιωπήσεώς  σου. τρίχωμά  σου  ὡς  ἀγέλαι  τῶν  αἰγῶν, αἳ  ἀπεκαλύφθησαν  ἀπὸ  τοῦ  Γαλααδ.

 
 

[024_004_002]  ὀδόντες  σου  ὡς  ἀγέλαι  τῶν  κεκαρμένων, αἳ  ἀνέβησαν  ἀπὸ  τοῦ  λουτροῦ, αἱ  πᾶσαι  διδυμεύουσαι, καὶ  ἀτεκνοῦσα  οὐκ  ἔστιν  ἐν  αὐταῖς.

 
 

[024_004_003]  ὡς  σπαρτίον  τὸ  κόκκινον  χείλη  σου, καὶ  ἡ  λαλιά  σου  ὡραία. ὡς  λέπυρον  τῆς  ῥόας  μῆλόν  σου  ἐκτὸς  τῆς  σιωπήσεώς  σου.

 
 

[024_004_004]  ὡς  πύργος  Δαυιδ  τράχηλός  σου  ὁ  ᾠκοδομημένος  εἰς  θαλπιωθ˙  χίλιοι  θυρεοὶ  κρέμανται  ἐπ' αὐτόν, πᾶσαι  βολίδες  τῶν  δυνατῶν.

 
 

[024_004_005]  δύο  μαστοί  σου  ὡς  δύο  νεβροὶ  δίδυμοι  δορκάδος  οἱ  νεμόμενοι  ἐν  κρίνοις.

 
 

[024_004_006]  ἕως  οὗ διαπνεύσῃ  ἡ  ἡμέρα  καὶ  κινηθῶσιν  αἱ  σκιαί, πορεύσομαι  ἐμαυτῷ  πρὸς  τὸ  ὄρος  τῆς  σμύρνης  καὶ  πρὸς  τὸν  βουνὸν  τοῦ  Λιβάνου.

 
 

[024_004_007]  ὅλη  καλὴ  εἶ, ἡ  πλησίον  μου, καὶ  μῶμος  οὐκ  ἔστιν  ἐν  σοί.

 
 

[024_004_008]  Δεῦρο  ἀπὸ  Λιβάνου, νύμφη, δεῦρο  ἀπὸ  Λιβάνου˙  ἐλεύσῃ  καὶ  διελεύσῃ  ἀπὸ  ἀρχῆς  πίστεως, ἀπὸ  κεφαλῆς  Σανιρ  καὶ  Ερμων, ἀπὸ  μανδρῶν  λεόντων, ἀπὸ  ὀρέων  παρδάλεων.

 
 

[024_004_009]  Ἁκαρδίωσας  ἡμᾶς, ἀδελφή  μου  νύμφη, ἐκαρδίωσας  ἡμᾶς  ἑνὶ  ἀπὸ  ὀφθαλμῶν  σου, ἐν  μιᾷ  ἐνθέματι  τραχήλων  σου.

 
 

[024_004_010]  τί  ἐκαλλιώθησαν  μαστοί  σου, ἀδελφή  μου  νύμφη, τί  ἐκαλλιώθησαν  μαστοί  σου  ἀπὸ  οἴνου;  καὶ  ὀσμὴ  ἱματίων  σου  ὑπὲρ  πάντα  τὰ  ἀρώματα.

 
 

[024_004_011]  κηρίον  ἀποστάζουσιν  χείλη  σου, νύμφη, μέλι  καὶ  γάλα  ὑπὸ  τὴν  γλῶσσάν  σου, καὶ  ὀσμὴ  ἱματίων  σου  ὡς  ὀσμὴ  Λιβάνου.

 
 

[024_004_012]  Κῆπος  κεκλεισμένος  ἀδελφή  μου  νύμφη, κῆπος  κεκλεισμένος, πηγὴ  ἐσφραγισμένη˙ 

 
 

[024_004_013]  ἀποστολαί  σου  παράδεισος  ῥοῶν  μετὰ  καρποῦ  ἀκροδρύων, κύπροι  μετὰ  νάρδων,

 
 

[024_004_014]  νάρδος  καὶ  κρόκος, κάλαμος  καὶ  κιννάμωμον  μετὰ  πάντων  ξύλων  τοῦ  Λιβάνου, σμύρνα  αλωθ  μετὰ  πάντων  πρώτων  μύρων,

 
 

[024_004_015]  πηγὴ  κήπων, φρέαρ  ὕδατος  ζῶντος  καὶ  ῥοιζοῦντος  ἀπὸ  τοῦ  Λιβάνου.

 
 

[024_004_016]  Ἁξεγέρθητι, βορρᾶ, καὶ  ἔρχου, νότε, διάπνευσον  κῆπόν  μου, καὶ  ῥευσάτωσαν  ἀρώματά  μου˙  καταβήτω  ἀδελφιδός  μου  εἰς  κῆπον  αὐτοῦ  καὶ  φαγέτω  καρπὸν  ἀκροδρύων  αὐτοῦ.

 

  Caput 5.
 

[024_005_001]  Εἰσῆλθον  εἰς  κῆπόν  μου, ἀδελφή  μου  νύμφη, ἐτρύγησα  σμύρναν  μου  μετὰ  ἀρωμάτων  μου, ἔφαγον  ἄρτον  μου  μετὰ  μέλιτός  μου, ἔπιον  οἶνόν  μου  μετὰ  γάλακτός  μου˙  φάγετε, πλησίοι, καὶ  πίετε  καὶ  μεθύσθητε, ἀδελφοί,

 
 

[024_005_002]  Ἁγὼ  καθεύδω, καὶ  ἡ  καρδία  μου  ἀγρυπνεῖ. φωνὴ  ἀδελφιδοῦ  μου, κρούει  ἐπὶ  τὴν  θύρανή  Ανοιξόν  μοι, ἀδελφή  μου, ἡ  πλησίον  μου, περιστερά  μου, τελεία  μου, ὅτι  ἡ  κεφαλή  μου  ἐπλήσθη  δρόσου  καὶ  οἱ  βόστρυχοί  μου  ψεκάδων  νυκτός.

 
 

[024_005_003]  Ἁξεδυσάμην  τὸν  χιτῶνά  μου, πῶς  ἐνδύσωμαι  αὐτόν;  ἐνιψάμην  τοὺς  πόδας  μου, πῶς  μολυνῶ  αὐτούσ; 

 
 

[024_005_004]  ἀδελφιδός  μου  ἀπέστειλεν  χεῖρα  αὐτοῦ  ἀπὸ  τῆς  ὀπῆς, καὶ  ἡ  κοιλία  μου  ἐθροήθη  ἐπ' αὐτόν.

 
 

[024_005_005]  ἀνέστην  ἐγὼ  ἀνοῖξαι  τῷ  ἀδελφιδῷ  μου, χεῖρές  μου  ἔσταξαν  σμύρναν, δάκτυλοί  μου  σμύρναν  πλήρη  ἐπὶ  χεῖρας  τοῦ  κλείθρου.

 
 

[024_005_006]  ἤνοιξα  ἐγὼ  τῷ  ἀδελφιδῷ  μου, ἀδελφιδός  μου  παρῆλθεν˙  ψυχή  μου  ἐξῆλθεν  ἐν  λόγῳ  αὐτοῦ, ἐζήτησα  αὐτὸν  καὶ  οὐχ  εὗρον  αὐτόν, ἐκάλεσα  αὐτόν, καὶ  οὐχ  ὑπήκουσέν  μου.

 
 

[024_005_007]  εὕροσάν  με  οἱ  φύλακες  οἱ  κυκλοῦντες  ἐν  τῇ  πόλει, ἐπάταξάν  με, ἐτραυμάτισάν  με, ἦραν  τὸ  θέριστρόν  μου  ἀπ' ἐμοῦ  φύλακες  τῶν  τειχέων.

 
 

[024_005_008]  ὥρκισα  ὑμᾶς, θυγατέρες  Ιερουσαλημ, ἐν  ταῖς  δυνάμεσιν  καὶ  ἐν  ταῖς  ἰσχύσεσιν  τοῦ  ἀγροῦ, ἐὰν  εὕρητε  τὸν  ἀδελφιδόν  μου, τί  ἀπαγγείλητε  αὐτῷ;  ὅτι  τετρωμένη  ἀγάπης  εἰμὶ  ἐγώ.

 
 

[024_005_009]  Τί  ἀδελφιδός  σου  ἀπὸ  ἀδελφιδοῦ, ἡ  καλὴ  ἐν  γυναιξίν, τί  ἀδελφιδός  σου  ἀπὸ  ἀδελφιδοῦ, ὅτι  οὕτως  ὥρκισας  ἡμᾶσ; 

 
 

[024_005_010]  Ἀδελφιδός  μου  λευκὸς  καὶ  πυρρός, ἐκλελοχισμένος  ἀπὸ  μυριάδων˙ 

 
 

[024_005_011]  κεφαλὴ  αὐτοῦ  χρυσίον  καὶ  φαζ, βόστρυχοι  αὐτοῦ  ἐλάται, μέλανες  ὡς  κόραξ,

 
 

[024_005_012]  ὀφθαλμοὶ  αὐτοῦ  ὡς  περιστεραὶ  ἐπὶ  πληρώματα  ὑδάτων  λελουσμέναι  ἐν  γάλακτι  καθήμεναι  ἐπὶ  πληρώματα  ὑδάτων,

 
 

[024_005_013]  σιαγόνες  αὐτοῦ  ὡς  φιάλαι  τοῦ  ἀρώματος  φύουσαι  μυρεψικά, χείλη  αὐτοῦ  κρίνα  στάζοντα  σμύρναν  πλήρη,

 
 

[024_005_014]  χεῖρες  αὐτοῦ  τορευταὶ  χρυσαῖ  πεπληρωμέναι  θαρσις, κοιλία  αὐτοῦ  πυξίον  ἐλεφάντινον  ἐπὶ  λίθου  σαπφείρου,

 
 

[024_005_015]  κνῆμαι  αὐτοῦ  στῦλοι  μαρμάρινοι  τεθεμελιωμένοι  ἐπὶ  βάσεις  χρυσᾶς, εἶδος  αὐτοῦ  ὡς  Λίβανος, ἐκλεκτὸς  ὡς  κέδροι,

 
 

[024_005_016]  φάρυγξ  αὐτοῦ  γλυκασμοὶ  καὶ  ὅλος  ἐπιθυμία˙  οὗτος  ἀδελφιδός  μου, καὶ  οὗτος  πλησίον  μου, θυγατέρες  Ιερουσαλημ.

 

  Caput 6.
 

[024_006_001]  Ποῦ  ἀπῆλθεν  ὁ  ἀδελφιδός  σου, ἡ  καλὴ  ἐν  γυναιξίν;  ποῦ  ἀπέβλεψεν  ὁ  ἀδελφιδός  σου;  καὶ  ζητήσομεν  αὐτὸν  μετὰ  σοῦ.

 
 

[024_006_002]  Ἀδελφιδός  μου  κατέβη  εἰς  κῆπον  αὐτοῦ  εἰς  φιάλας  τοῦ  ἀρώματος  ποιμαίνειν  ἐν  κήποις  καὶ  συλλέγειν  κρίνα˙ 

 
 

[024_006_003]  ἐγὼ  τῷ  ἀδελφιδῷ  μου, καὶ  ἀδελφιδός  μου  ἐμοὶ  ὁ  ποιμαίνων  ἐν  τοῖς  κρίνοις.

 
 

[024_006_004]  Καλὴ  εἶ, ἡ  πλησίον  μου, ὡς  εὐδοκία, ὡραία  ὡς  Ιερουσαλημ, θάμβος  ὡς  τεταγμέναι.

 
 

[024_006_005]  ἀπόστρεψον  ὀφθαλμούς  σου  ἀπεναντίον  μου, ὅτι  αὐτοὶ  ἀνεπτέρωσάν  με. τρίχωμά  σου  ὡς  ἀγέλαι  τῶν  αἰγῶν, αἳ  ἀνεφάνησαν  ἀπὸ  τοῦ  Γαλααδ.

 
 

[024_006_006]  ὀδόντες  σου  ὡς  ἀγέλαι  τῶν  κεκαρμένων, αἳ  ἀνέβησαν  ἀπὸ  τοῦ  λουτροῦ, αἱ  πᾶσαι  διδυμεύουσαι, καὶ  ἀτεκνοῦσα  οὐκ  ἔστιν  ἐν  αὐταῖς.

 
 

[024_006_007]  ὡς  σπαρτίον  τὸ  κόκκινον  χείλη  σου, καὶ  ἡ  λαλιά  σου  ὡραία. ὡς  λέπυρον  τῆς  ῥόας  μῆλόν  σου  ἐκτὸς  τῆς  σιωπήσεώς  σου.

 
 

[024_006_008]  `Εξήκοντά  εἰσιν  βασίλισσαι, καὶ  ὀγδοήκοντα  παλλακαί, καὶ  νεάνιδες  ὧν  οὐκ  ἔστιν  ἀριθμός.

 
 

[024_006_009]  μία  ἐστὶν  περιστερά  μου, τελεία  μου, μία  ἐστὶν  τῇ  μητρὶ  αὐτῆς, ἐκλεκτή  ἐστιν  τῇ  τεκούσῃ  αὐτῆς. εἴδοσαν  αὐτὴν  θυγατέρες  καὶ  μακαριοῦσιν  αὐτήν, βασίλισσαι  καὶ  παλλακαὶ  καὶ  αἰνέσουσιν  αὐτήν.

 
 

[024_006_010]  Τίς  αὕτη  ἡ  ἐκκύπτουσα  ὡσεὶ  ὄρθρος, καλὴ  ὡς  σελήνη, ἐκλεκτὴ  ὡς  ὁ  ἥλιος, θάμβος  ὡς  τεταγμέναι; 

 
 

[024_006_011]  Εἰς  κῆπον  καρύας  κατέβην  ἰδεῖν  ἐν  γενήμασιν  τοῦ  χειμάρρου, ἰδεῖν  εἰ  ἤνθησεν  ἡ  ἄμπελος, ἐξήνθησαν  αἱ  ῥόαι˙  ἐκεῖ  δώσω  τοὺς  μαστούς  μου  σοί.

 
 

[024_006_012]  οὐκ  ἔγνω  ἡ  ψυχή  μου˙  ἔθετό  με  ἅρματα  Αμιναδαβ.

 

  Caput 7.
 

[024_007_001]  Ἁπίστρεφε  ἐπίστρεφε, ἡ  Σουλαμῖτις, ἐπίστρεφε  ἐπίστρεφε, καὶ  ὀψόμεθα  ἐν  σοί. Τί  ὄψεσθε  ἐν  τῇ  Σουλαμίτιδι;  ἡ  ἐρχομένη  ὡς  χοροὶ  τῶν  παρεμβολῶν.

 
 

[024_007_002]  Τί  ὡραιώθησαν  διαβήματά  σου  ἐν  ὑποδήμασιν, θύγατερ  Ναδαβ;  ῥυθμοὶ  μηρῶν  σου  ὅμοιοι  ὁρμίσκοις  ἔργῳ  χειρῶν  τεχνίτου˙ 

 
 

[024_007_003]  ὀμφαλός  σου  κρατὴρ  τορευτὸς  μὴ  ὑστερούμενος  κρᾶμα˙  κοιλία  σου  θιμωνιὰ  σίτου  πεφραγμένη  ἐν  κρίνοισ˙ 

 
 

[024_007_004]  δύο  μαστοί  σου  ὡς  δύο  νεβροὶ  δίδυμοι  δορκάδοσ˙ 

 
 

[024_007_005]  τράχηλός  σου  ὡς  πύργος  ἐλεφάντινοσ˙  ὀφθαλμοί  σου  ὡς  λίμναι  ἐν  Εσεβων  ἐν  πύλαις  θυγατρὸς  πολλῶν˙  μυκτήρ  σου  ὡς  πύργος  τοῦ  Λιβάνου  σκοπεύων  πρόσωπον  Δαμασκοῦ˙ 

 
 

[024_007_006]  κεφαλή  σου  ἐπὶ  σὲ  ὡς  Κάρμηλος, καὶ  πλόκιον  κεφαλῆς  σου  ὡς  πορφύρα, βασιλεὺς  δεδεμένος  ἐν  παραδρομαῖς.

 
 

[024_007_007]  Τί  ὡραιώθης  καὶ  τί  ἡδύνθης, ἀγάπη, ἐν  τρυφαῖς  σου; 

 
 

[024_007_008]  τοῦτο  μέγεθός  σου  ὡμοιώθη  τῷ  φοίνικι  καὶ  οἱ  μαστοί  σου  τοῖς  βότρυσιν.

 
 

[024_007_009]  εἶπα  Ἀναβήσομαι  ἐν  τῷ  φοίνικι, κρατήσω  τῶν  ὕψεων  αὐτοῦ, καὶ  ἔσονται  δὴ  μαστοί  σου  ὡς  βότρυες  τῆς  ἀμπέλου  καὶ  ὀσμὴ  ῥινός  σου  ὡς  μῆλα 

 
 

[024_007_010]  καὶ  λάρυγξ  σου  ὡς  οἶνος  ὁ  ἀγαθὸς  πορευόμενος  τῷ  ἀδελφιδῷ  μου  εἰς  εὐθύθητα  ἱκανούμενος  χείλεσίν  μου  καὶ  ὀδοῦσιν.

 
 

[024_007_011]  Ἁγὼ  τῷ  ἀδελφιδῷ  μου, καὶ  ἐπ' ἐμὲ  ἡ  ἐπιστροφὴ  αὐτοῦ.

 
 

[024_007_012]  ἐλθέ, ἀδελφιδέ  μου, ἐξέλθωμεν  εἰς  ἀγρόν, αὐλισθῶμεν  ἐν  κώμαισ˙ 

 
 

[024_007_013]  ὀρθρίσωμεν  εἰς  ἀμπελῶνας, ἴδωμεν  εἰ  ἤνθησεν  ἡ  ἄμπελος, ἤνθησεν  ὁ  κυπρισμός, ἤνθησαν  αἱ  ῥόαι˙  ἐκεῖ  δώσω  τοὺς  μαστούς  μου  σοί.

 
 

[024_007_014]  οἱ  μανδραγόραι  ἔδωκαν  ὀσμήν, καὶ  ἐπὶ  θύραις  ἡμῶν  πάντα  ἀκρόδρυα, νέα  πρὸς  παλαιά, ἀδελφιδέ  μου, ἐτήρησά  σοι.

 

  Caput 8.
 

[024_008_001]  Τίς  δῴη  σε  ἀδελφιδόν  μου  θηλάζοντα  μαστοὺς  μητρός  μου;  εὑροῦσά  σε  ἔξω  φιλήσω  σε, καί  γε  οὐκ  ἐξουδενώσουσίν  μοι.

 
 

[024_008_002]  παραλήμψομαί  σε, εἰσάξω  σε  εἰς  οἶκον  μητρός  μου  καὶ  εἰς  ταμίειον  τῆς  συλλαβούσης  με˙  ποτιῶ  σε  ἀπὸ  οἴνου  τοῦ  μυρεψικοῦ, ἀπὸ  νάματος  ῥοῶν  μου.

 
 

[024_008_003]  Εὐώνυμος  αὐτοῦ  ὑπὸ  τὴν  κεφαλήν  μου, καὶ  ἡ  δεξιὰ  αὐτοῦ  περιλήμψεταί  με.

 
 

[024_008_004]  ὥρκισα  ὑμᾶς, θυγατέρες  Ιερουσαλημ, ἐν  ταῖς  δυνάμεσιν  καὶ  ἐν  ταῖς  ἰσχύσεσιν  τοῦ  ἀγροῦ, τί  ἐγείρητε  καὶ  τί  ἐξεγείρητε  τὴν  ἀγάπην, ἕως  ἂν  θελήσῃ.

 
 

[024_008_005]  Τίς  αὕτη  ἡ  ἀναβαίνουσα  λελευκανθισμένη  ἐπιστηριζομένη  ἐπὶ  τὸν  ἀδελφιδὸν  αὐτῆσ;  Ὓπὸ  μῆλον  ἐξήγειρά  σε˙  ἐκεῖ  ὠδίνησέν  σε  ἡ  μήτηρ  σου, ἐκεῖ  ὠδίνησέν  σε  ἡ  τεκοῦσά  σου.

 
 

[024_008_006]  Θές  με  ὡς  σφραγῖδα  ἐπὶ  τὴν  καρδίαν  σου, ὡς  σφραγῖδα  ἐπὶ  τὸν  βραχίονά  σου˙  ὅτι  κραταιὰ  ὡς  θάνατος  ἀγάπη, σκληρὸς  ὡς  ᾅδης  ζῆλοσ˙  περίπτερα  αὐτῆς  περίπτερα  πυρός, φλόγες  αὐτῆσ˙ 

 
 

[024_008_007]  ὕδωρ  πολὺ  οὐ  δυνήσεται  σβέσαι  τὴν  ἀγάπην, καὶ  ποταμοὶ  οὐ  συγκλύσουσιν  αὐτήν˙  ἐὰν  δῷ  ἀνὴρ  τὸν  πάντα  βίον  αὐτοῦ  ἐν  τῇ  ἀγάπῃ, ἐξουδενώσει  ἐξουδενώσουσιν  αὐτόν.

 
 

[024_008_008]  Ἀδελφὴ  ἡμῖν  μικρὰ  καὶ  μαστοὺς  οὐκ  ἔχει˙  τί  ποιήσωμεν  τῇ  ἀδελφῇ  ἡμῶν  ἐν  ἡμέρᾳ, ᾗ  ἐὰν  λαληθῇ  ἐν  αὐτῇ; 

 
 

[024_008_009]  εἰ  τεῖχός  ἐστιν, οἰκοδομήσωμεν  ἐπ' αὐτὴν  ἐπάλξεις  ἀργυρᾶσ˙  καὶ  εἰ  θύρα  ἐστίν, διαγράψωμεν  ἐπ' αὐτὴν  σανίδα  κεδρίνην.

 
 

[024_008_010]  Ἁγὼ  τεῖχος, καὶ  μαστοί  μου  ὡς  πύργοι˙  ἐγὼ  ἤμην  ἐν  ὀφθαλμοῖς  αὐτοῦ  ὡς  εὑρίσκουσα  εἰρήνην.

 
 

[024_008_011]  Ἀμπελὼν  ἐγενήθη  τῷ  Σαλωμων  ἐν  Βεελαμων˙  ἔδωκεν  τὸν  ἀμπελῶνα  αὐτοῦ  τοῖς  τηροῦσιν, ἀνὴρ  οἴσει  ἐν  καρπῷ  αὐτοῦ  χιλίους  ἀργυρίου.

 
 

[024_008_012]  ἀμπελών  μου  ἐμὸς  ἐνώπιόν  μου˙  οἱ  χίλιοι  σοί, Σαλωμων, καὶ  οἱ  διακόσιοι  τοῖς  τηροῦσι  τὸν  καρπὸν  αὐτοῦ.

 
 

[024_008_013]  Ὁ  καθήμενος  ἐν  κήποις, ἑταῖροι  προσέχοντες  τῇ  φωνῇ  σου˙  ἀκούτισόν  με.

 


Reditus in Auctori Indicem

Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»