VETUS TESTAMENTUM - LIBER 36: ABDIAS
Graece Editione Lexicon Proprium seu 'Concordances'
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM



  Caput 1.
 

[036_001_001]  ῞  Ορασις  Αβδιου. Τάδε  λέγει  κύριος  ὁ  θεὸς  τῇ  Ιδουμαίᾳ  Ἀκοὴν  ἤκουσα  παρὰ  κυρίου, καὶ  περιοχὴν  εἰς  τὰ  ἔθνη  ἐξαπέστειλεν  Ἀνάστητε  καὶ  ἐξαναστῶμεν  ἐπ' αὐτὴν  εἰς  πόλεμον.

 
 

[036_001_002]  ἰδοὺ  ὀλιγοστὸν  δέδωκά  σε  ἐν  τοῖς  ἔθνεσιν, ἠτιμωμένος  σὺ  εἶ  σφόδρα.

 
 

[036_001_003]  ὑπερηφανία  τῆς  καρδίας  σου  ἐπῆρέν  σε  κατασκηνοῦντα  ἐν  ταῖς  ὀπαῖς  τῶν  πετρῶν, ὑψῶν  κατοικίαν  αὐτοῦ  λέγων  ἐν  καρδίᾳ  αὐτοῦ  Τίς  με  κατάξει  ἐπὶ  τὴν  γῆν; 

 
 

[036_001_004]  ἐὰν  μετεωρισθῇς  ὡς  ἀετὸς  καὶ  ἐὰν  ἀνὰ  μέσον  τῶν  ἄστρων  θῇς  νοσσιάν  σου, ἐκεῖθεν  κατάξω  σε, λέγει  κύριος.

 
 

[036_001_005]  εἰ  κλέπται  εἰσῆλθον  πρὸς  σὲ  ἢ  λῃσταὶ  νυκτός, ποῦ  ἂν  ἀπερρίφησ;  οὐκ  ἂν  ἔκλεψαν  τὰ  ἱκανὰ  ἑαυτοῖσ;  καὶ  εἰ  τρυγηταὶ  εἰσῆλθον  πρὸς  σέ, οὐκ  ἂν  ὑπελίποντο  ἐπιφυλλίδα; 

 
 

[036_001_006]  πῶς  ἐξηρευνήθη  Ησαυ  καὶ  κατελήμφθη  αὐτοῦ  τὰ  κεκρυμμένα.

 
 

[036_001_007]  ἕως  τῶν  ὁρίων  σου  ἐξαπέστειλάν  σε  πάντες  οἱ  ἄνδρες  τῆς  διαθήκης  σου, ἀντέστησάν  σοι  ἠδυνάσθησαν  πρὸς  σὲ  ἄνδρες  εἰρηνικοί  σου, ἔθηκαν  ἔνεδρα  ὑποκάτω  σου, οὐκ  ἔστιν  σύνεσις  αὐτοῖς.

 
 

[036_001_008]  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ, λέγει  κύριος, ἀπολῶ  σοφοὺς  ἐκ  τῆς  Ιδουμαίας  καὶ  σύνεσιν  ἐξ  ὄρους  Ησαυ˙ 

 
 

[036_001_009]  καὶ  πτοηθήσονται  οἱ  μαχηταί  σου  οἱ  ἐκ  Θαιμαν, ὅπως  ἐξαρθῇ  ἄνθρωπος  ἐξ  ὄρους  Ησαυ 

 
 

[036_001_010]  διὰ  τὴν  σφαγὴν  καὶ  τὴν  ἀσέβειαν  τὴν  εἰς  τὸν  ἀδελφόν  σου  Ιακωβ, καὶ  καλύψει  σε  αἰσχύνη  καὶ  ἐξαρθήσῃ  εἰς  τὸν  αἰῶνα.

 
 

[036_001_011]  Ἀφ' ἧς  ἡμέρας  ἀντέστης  ἐξ  ἐναντίας  ἐν  ἡμέρᾳ  αἰχμαλωτευόντων  ἀλλογενῶν  δύναμιν  αὐτοῦ  καὶ  ἀλλότριοι  εἰσῆλθον  εἰς  πύλας  αὐτοῦ  καὶ  ἐπὶ  Ιερουσαλημ  ἔβαλον  κλήρους, καὶ  σὺ  ἦς  ὡς  εἷς  ἐξ  αὐτῶν.

 
 

[036_001_012]  καὶ  μὴ  ἐπίδῃς  ἡμέραν  ἀδελφοῦ  σου  ἐν  ἡμέρᾳ  ἀλλοτρίων  καὶ  μὴ  ἐπιχαρῇς  ἐπὶ  τοὺς  υἱοὺς  Ιουδα  ἐν  ἡμέρᾳ  ἀπωλείας  αὐτῶν  καὶ  μὴ  μεγαλορρημονήσῃς  ἐν  ἡμέρᾳ  θλίψεωσ˙ 

 
 

[036_001_013]  μηδὲ  εἰσέλθῃς  εἰς  πύλας  λαῶν  ἐν  ἡμέρᾳ  πόνων  αὐτῶν  μηδὲ  ἐπίδῃς  καὶ  σὺ  τὴν  συναγωγὴν  αὐτῶν  ἐν  ἡμέρᾳ  ὀλέθρου  αὐτῶν  μηδὲ  συνεπιθῇ  ἐπὶ  τὴν  δύναμιν  αὐτῶν  ἐν  ἡμέρᾳ  ἀπωλείας  αὐτῶν˙ 

 
 

[036_001_014]  μηδὲ  ἐπιστῇς  ἐπὶ  τὰς  διεκβολὰς  αὐτῶν  τοῦ  ἐξολεθρεῦσαι  τοὺς  ἀνασῳζομένους  αὐτῶν  μηδὲ  συγκλείσῃς  τοὺς  φεύγοντας  ἐξ  αὐτῶν  ἐν  ἡμέρᾳ  θλίψεως.

 
 

[036_001_015]  διότι  ἐγγὺς  ἡμέρα  κυρίου  ἐπὶ  πάντα  τὰ  ἔθνη˙  ὃν  τρόπον  ἐποίησας, οὕτως  ἔσται  σοι˙  τὸ  ἀνταπόδομά  σου  ἀνταποδοθήσεται  εἰς  κεφαλήν  σου˙ 

 
 

[036_001_016]  διότι  ὃν  τρόπον  ἔπιες  ἐπὶ  τὸ  ὄρος  τὸ  ἅγιόν  μου, πίονται  πάντα  τὰ  ἔθνη  οἶνον˙  πίονται  καὶ  καταβήσονται  καὶ  ἔσονται  καθὼς  οὐχ  ὑπάρχοντες.

 
 

[036_001_017]  Ἁν  δὲ  τῷ  ὄρει  Σιων  ἔσται  ἡ  σωτηρία, καὶ  ἔσται  ἅγιον˙  καὶ  κατακληρονομήσουσιν  ὁ  οἶκος  Ιακωβ  τοὺς  κατακληρονομήσαντας  αὐτούς.

 
 

[036_001_018]  καὶ  ἔσται  ὁ  οἶκος  Ιακωβ  πῦρ, ὁ  δὲ  οἶκος  Ιωσηφ  φλόξ, ὁ  δὲ  οἶκος  Ησαυ  εἰς  καλάμην, καὶ  ἐκκαυθήσονται  εἰς  αὐτοὺς  καὶ  καταφάγονται  αὐτούς, καὶ  οὐκ  ἔσται  πυροφόρος  ἐν  τῷ  οἴκῳ  Ησαυ, διότι  κύριος  ἐλάλησεν.

 
 

[036_001_019]  καὶ  κατακληρονομήσουσιν  οἱ  ἐν  Ναγεβ  τὸ  ὄρος  τὸ  Ησαυ  καὶ  οἱ  ἐν  τῇ  Σεφηλα  τοὺς  ἀλλοφύλους  καὶ  κατακληρονομήσουσιν  τὸ  ὄρος  Εφραιμ  καὶ  τὸ  πεδίον  Σαμαρείας  καὶ  Βενιαμιν  καὶ  τὴν  Γαλααδῖτιν.

 
 

[036_001_020]  καὶ  τῆς  μετοικεσίας  ἡ  ἀρχὴ  αὕτη˙  τοῖς  υἱοῖς  Ισραηλ  γῆ  τῶν  Χαναναίων  ἕως  Σαρεπτων  καὶ  ἡ  μετοικεσία  Ιερουσαλημ  ἕως  Εφραθα, καὶ  κληρονομήσουσιν  τὰς  πόλεις  τοῦ  Ναγεβ.

 
 

[036_001_021]  καὶ  ἀναβήσονται  ἄνδρες  σεσῳσμένοι  ἐξ  ὄρους  Σιων  τοῦ  ἐκδικῆσαι  τὸ  ὄρος  Ησαυ, καὶ  ἔσται  τῷ  κυρίῳ  ἡ  βασιλεία.

 


Reditus in Auctori Indicem

Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»