VETUS TESTAMENTUM - LIBER 29: LAMENTATIONES
Graece Editione Lexicon Proprium seu 'Concordances'
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM



  Caput 1.
 

[029_001_001]  Καὶ  ἐγένετο  μετὰ  τὸ  αἰχμαλωτισθῆναι  τὸν  Ισραηλ  καὶ  Ιερουσαλημ  ἐρημωθῆναι  ἐκάθισεν  Ιερεμιας  κλαίων  καὶ  ἐθρήνησεν  τὸν  θρῆνον  τοῦτον  ἐπὶ  Ιερουσαλημ  καὶ  εἶπεν  Πῶς  ἐκάθισεν  μόνη  ἡ  πόλις  ἡ  πεπληθυμμένη  λαῶν;  ἐγενήθη  ὡς  χήρα  πεπληθυμμένη  ἐν  ἔθνεσιν, ἄρχουσα  ἐν  χώραις  ἐγενήθη  εἰς  φόρον.

 
 

[029_001_002]  Κλαίουσα  ἔκλαυσεν  ἐν  νυκτί, καὶ  τὰ  δάκρυα  αὐτῆς  ἐπὶ  τῶν  σιαγόνων  αὐτῆς, καὶ  οὐχ  ὑπάρχει  ὁ  παρακαλῶν  αὐτὴν  ἀπὸ  πάντων  τῶν  ἀγαπώντων  αὐτήν˙  πάντες  οἱ  φιλοῦντες  αὐτὴν  ἠθέτησαν  ἐν  αὐτῇ, ἐγένοντο  αὐτῇ  εἰς  ἐχθρούς.

 
 

[029_001_003]  Μετῳκίσθη  ἡ  Ιουδαία  ἀπὸ  ταπεινώσεως  αὐτῆς  καὶ  ἀπὸ  πλήθους  δουλείας  αὐτῆσ˙  ἐκάθισεν  ἐν  ἔθνεσιν, οὐχ  εὗρεν  ἀνάπαυσιν˙  πάντες  οἱ  καταδιώκοντες  αὐτὴν  κατέλαβον  αὐτὴν  ἀνὰ  μέσον  τῶν  θλιβόντων.

 
 

[029_001_004]  Ὁδοὶ  Σιων  πενθοῦσιν  παρὰ  τὸ  μὴ  εἶναι  ἐρχομένους  ἐν  ἑορτῇ˙  πᾶσαι  αἱ  πύλαι  αὐτῆς  ἠφανισμέναι, οἱ  ἱερεῖς  αὐτῆς  ἀναστενάζουσιν, αἱ  παρθένοι  αὐτῆς  ἀγόμεναι, καὶ  αὐτὴ  πικραινομένη  ἐν  ἑαυτῇ.

 
 

[029_001_005]  Ἁγένοντο  οἱ  θλίβοντες  αὐτὴν  εἰς  κεφαλήν, καὶ  οἱ  ἐχθροὶ  αὐτῆς  εὐθηνοῦσαν, ὅτι  κύριος  ἐταπείνωσεν  αὐτὴν  ἐπὶ  τὸ  πλῆθος  τῶν  ἀσεβειῶν  αὐτῆσ˙  τὰ  νήπια  αὐτῆς  ἐπορεύθησαν  ἐν  αἰχμαλωσίᾳ  κατὰ  πρόσωπον  θλίβοντος.

 
 

[029_001_006]  Καὶ  ἐξῆλθεν  ἐκ  θυγατρὸς  Σιων  πᾶσα  ἡ  εὐπρέπεια  αὐτῆσ˙  ἐγένοντο  οἱ  ἄρχοντες  αὐτῆς  ὡς  κριοὶ  οὐχ  εὑρίσκοντες  νομὴν  καὶ  ἐπορεύοντο  ἐν  οὐκ  ἰσχύι  κατὰ  πρόσωπον  διώκοντος.

 
 

[029_001_007]  Ἁμνήσθη  Ιερουσαλημ  ἡμερῶν  ταπεινώσεως  αὐτῆς  καὶ  ἀπωσμῶν  αὐτῆς, πάντα  τὰ  ἐπιθυμήματα  αὐτῆς, ὅσα  ἦν  ἐξ  ἡμερῶν  ἀρχαίων, ἐν  τῷ  πεσεῖν  τὸν  λαὸν  αὐτῆς  εἰς  χεῖρας  θλίβοντος  καὶ  οὐκ  ἦν  ὁ  βοηθῶν  αὐτῇ, ἰδόντες  οἱ  ἐχθροὶ  αὐτῆς  ἐγέλασαν  ἐπὶ  μετοικεσίᾳ  αὐτῆς.

 
 

[029_001_008]  `Αμαρτίαν  ἥμαρτεν  Ιερουσαλημ, διὰ  τοῦτο  εἰς  σάλον  ἐγένετο˙  πάντες  οἱ  δοξάζοντες  αὐτὴν  ἐταπείνωσαν  αὐτήν, εἶδον  γὰρ  τὴν  ἀσχημοσύνην  αὐτῆς, καί  γε  αὐτὴ  στενάζουσα  καὶ  ἀπεστράφη  ὀπίσω.

 
 

[029_001_009]  Ἀκαθαρσία  αὐτῆς  πρὸς  ποδῶν  αὐτῆς, οὐκ  ἐμνήσθη  ἔσχατα  αὐτῆσ˙  καὶ  κατεβίβασεν  ὑπέρογκα, οὐκ  ἔστιν  ὁ  παρακαλῶν  αὐτήν˙  ἰδέ, κύριε, τὴν  ταπείνωσίν  μου, ὅτι  ἐμεγαλύνθη  ἐχθρός.

 
 

[029_001_010]  Χεῖρα  αὐτοῦ  ἐξεπέτασεν  θλίβων  ἐπὶ  πάντα  τὰ  ἐπιθυμήματα  αὐτῆσ˙  εἶδεν  γὰρ  ἔθνη  εἰσελθόντα  εἰς  τὸ  ἁγίασμα  αὐτῆς, ἃ  ἐνετείλω  μὴ  εἰσελθεῖν  αὐτὰ  εἰς  ἐκκλησίαν  σου.

 
 

[029_001_011]  Πᾶς  ὁ  λαὸς  αὐτῆς  καταστενάζοντες, ζητοῦντες  ἄρτον, ἔδωκαν  τὰ  ἐπιθυμήματα  αὐτῆς  ἐν  βρώσει  τοῦ  ἐπιστρέψαι  ψυχήν˙  ἰδέ, κύριε, καὶ  ἐπίβλεψον, ὅτι  ἐγενήθην  ἠτιμωμένη.

 
 

[029_001_012]  Οὐ  πρὸς  ὑμᾶς  πάντες  οἱ  παραπορευόμενοι  ὁδόν˙  ἐπιστρέψατε  καὶ  ἴδετε  εἰ  ἔστιν  ἄλγος  κατὰ  τὸ  ἄλγος  μου, ὃ  ἐγενήθη˙  φθεγξάμενος  ἐν  ἐμοὶ  ἐταπείνωσέν  με  κύριος  ἐν  ἡμέρᾳ  ὀργῆς  θυμοῦ  αὐτοῦ.

 
 

[029_001_013]  Ἁξ  ὕψους  αὐτοῦ  ἀπέστειλεν  πῦρ, ἐν  τοῖς  ὀστέοις  μου  κατήγαγεν  αὐτό˙  διεπέτασεν  δίκτυον  τοῖς  ποσίν  μου, ἀπέστρεψέν  με  εἰς  τὰ  ὀπίσω, ἔδωκέν  με  ἠφανισμένην, ὅλην  τὴν  ἡμέραν  ὀδυνωμένην.

 
 

[029_001_014]  Ἁγρηγορήθη  ἐπὶ  τὰ  ἀσεβήματά  μου˙  ἐν  χερσίν  μου  συνεπλάκησαν, ἀνέβησαν  ἐπὶ  τὸν  τράχηλόν  μου˙  ἠσθένησεν  ἡ  ἰσχύς  μου, ὅτι  ἔδωκεν  κύριος  ἐν  χερσίν  μου  ὀδύνας, οὐ  δυνήσομαι  στῆναι.

 
 

[029_001_015]  Ἁξῆρεν  πάντας  τοὺς  ἰσχυρούς  μου  ὁ  κύριος  ἐκ  μέσου  μου, ἐκάλεσεν  ἐπ' ἐμὲ  καιρὸν  τοῦ  συντρῖψαι  ἐκλεκτούς  μου˙  ληνὸν  ἐπάτησεν  κύριος  παρθένῳ  θυγατρὶ  Ιουδα, ἐπὶ  τούτοις  ἐγὼ  κλαίω.

 
 

[029_001_016]  Ὁ  ὀφθαλμός  μου  κατήγαγεν  ὕδωρ, ὅτι  ἐμακρύνθη  ἀπ' ἐμοῦ  ὁ  παρακαλῶν  με, ὁ  ἐπιστρέφων  ψυχήν  μου˙  ἐγένοντο  οἱ  υἱοί  μου  ἠφανισμένοι, ὅτι  ἐκραταιώθη  ὁ  ἐχθρός.

 
 

[029_001_017]  Διεπέτασεν  Σιων  χεῖρας  αὐτῆς, οὐκ  ἔστιν  ὁ  παρακαλῶν  αὐτήν˙  ἐνετείλατο  κύριος  τῷ  Ιακωβ, κύκλῳ  αὐτοῦ  οἱ  θλίβοντες  αὐτόν, ἐγενήθη  Ιερουσαλημ  εἰς  ἀποκαθημένην  ἀνὰ  μέσον  αὐτῶν.

 
 

[029_001_018]  Δίκαιός  ἐστιν  κύριος, ὅτι  τὸ  στόμα  αὐτοῦ  παρεπίκρανα. ἀκούσατε  δή, πάντες  οἱ  λαοί, καὶ  ἴδετε  τὸ  ἄλγος  μου˙  παρθένοι  μου  καὶ  νεανίσκοι  μου  ἐπορεύθησαν  ἐν  αἰχμαλωσίᾳ.

 
 

[029_001_019]  Ἁκάλεσα  τοὺς  ἐραστάς  μου, αὐτοὶ  δὲ  παρελογίσαντό  με˙  οἱ  ἱερεῖς  μου  καὶ  οἱ  πρεσβύτεροί  μου  ἐν  τῇ  πόλει  ἐξέλιπον, ὅτι  ἐζήτησαν  βρῶσιν  αὐτοῖς, ἵνα  ἐπιστρέψωσιν  ψυχὰς  αὐτῶν, καὶ  οὐχ  εὗρον.

 
 

[029_001_020]  Ἰδέ, κύριε, ὅτι  θλίβομαι˙  ἡ  κοιλία  μου  ἐταράχθη, καὶ  ἡ  καρδία  μου  ἐστράφη  ἐν  ἐμοί, ὅτι  παραπικραίνουσα  παρεπίκρανα˙  ἔξωθεν  ἠτέκνωσέν  με  μάχαιρα  ὥσπερ  θάνατος  ἐν  οἴκῳ.

 
 

[029_001_021]  Ἀκούσατε  δὴ  ὅτι  στενάζω  ἐγώ, οὐκ  ἔστιν  ὁ  παρακαλῶν  με˙  πάντες  οἱ  ἐχθροί  μου  ἤκουσαν  τὰ  κακά  μου  καὶ  ἐχάρησαν, ὅτι  σὺ  ἐποίησασ˙  ἐπήγαγες  ἡμέραν, ἐκάλεσας  καιρόν, καὶ  ἐγένοντο  ὅμοιοι  ἐμοί.

 
 

[029_001_022]  Εἰσέλθοι  πᾶσα  ἡ  κακία  αὐτῶν  κατὰ  πρόσωπόν  σου, καὶ  ἐπιφύλλισον  αὐτοῖς, ὃν  τρόπον  ἐποίησαν  ἐπιφυλλίδα  περὶ  πάντων  τῶν  ἁμαρτημάτων  μου, ὅτι  πολλοὶ  οἱ  στεναγμοί  μου, καὶ  ἡ  καρδία  μου  λυπεῖται.

 

  Caput 2.
 

[029_002_001]  Πῶς  ἐγνόφωσεν  ἐν  ὀργῇ  αὐτοῦ  κύριος  τὴν  θυγατέρα  Σιων;  κατέρριψεν  ἐξ  οὐρανοῦ  εἰς  γῆν  δόξασμα  Ισραηλ  καὶ  οὐκ  ἐμνήσθη  ὑποποδίου  ποδῶν  αὐτοῦ  ἐν  ἡμέρᾳ  ὀργῆς  αὐτοῦ.

 
 

[029_002_002]  Κατεπόντισεν  κύριος  οὐ  φεισάμενος  πάντα  τὰ  ὡραῖα  Ιακωβ, καθεῖλεν  ἐν  θυμῷ  αὐτοῦ  τὰ  ὀχυρώματα  τῆς  θυγατρὸς  Ιουδα, ἐκόλλησεν  εἰς  τὴν  γῆν, ἐβεβήλωσεν  βασιλέα  αὐτῆς  καὶ  ἄρχοντας  αὐτῆς.

 
 

[029_002_003]  Συνέκλασεν  ἐν  ὀργῇ  θυμοῦ  αὐτοῦ  πᾶν  κέρας  Ισραηλ, ἀπέστρεψεν  ὀπίσω  δεξιὰν  αὐτοῦ  ἀπὸ  προσώπου  ἐχθροῦ  καὶ  ἀνῆψεν  ἐν  Ιακωβ  ὡς  πῦρ  φλόγα, καὶ  κατέφαγεν  πάντα  τὰ  κύκλῳ.

 
 

[029_002_004]  Ἁνέτεινεν  τόξον  αὐτοῦ  ὡς  ἐχθρός, ἐστερέωσεν  δεξιὰν  αὐτοῦ  ὡς  ὑπεναντίος  καὶ  ἀπέκτεινεν  πάντα  τὰ  ἐπιθυμήματα  ὀφθαλμῶν  μου  ἐν  σκηνῇ  θυγατρὸς  Σιων, ἐξέχεεν  ὡς  πῦρ  τὸν  θυμὸν  αὐτοῦ.

 
 

[029_002_005]  Ἁγενήθη  κύριος  ὡς  ἐχθρός, κατεπόντισεν  Ισραηλ, κατεπόντισεν  πάσας  τὰς  βάρεις  αὐτῆς, διέφθειρεν  τὰ  ὀχυρώματα  αὐτοῦ  καὶ  ἐπλήθυνεν  τῇ  θυγατρὶ  Ιουδα  ταπεινουμένην  καὶ  τεταπεινωμένην.

 
 

[029_002_006]  Καὶ  διεπέτασεν  ὡς  ἄμπελον  τὸ  σκήνωμα  αὐτοῦ, διέφθειρεν  ἑορτὴν  αὐτοῦ˙  ἐπελάθετο  κύριος  ὃ  ἐποίησεν  ἐν  Σιων  ἑορτῆς  καὶ  σαββάτου  καὶ  παρώξυνεν  ἐμβριμήματι  ὀργῆς  αὐτοῦ  βασιλέα  καὶ  ἱερέα  καὶ  ἄρχοντα.

 
 

[029_002_007]  Ἀπώσατο  κύριος  θυσιαστήριον  αὐτοῦ, ἀπετίναξεν  ἁγίασμα  αὐτοῦ, συνέτριψεν  ἐν  χειρὶ  ἐχθροῦ  τεῖχος  βάρεων  αὐτῆσ˙  φωνὴν  ἔδωκαν  ἐν  οἴκῳ  κυρίου  ὡς  ἐν  ἡμέρᾳ  ἑορτῆς.

 
 

[029_002_008]  Καὶ  ἐπέστρεψεν  κύριος  τοῦ  διαφθεῖραι  τεῖχος  θυγατρὸς  Σιων˙  ἐξέτεινεν  μέτρον, οὐκ  ἀπέστρεψεν  χεῖρα  αὐτοῦ  ἀπὸ  καταπατήματος, καὶ  ἐπένθησεν  τὸ  προτείχισμα, καὶ  τεῖχος  ὁμοθυμαδὸν  ἠσθένησεν.

 
 

[029_002_009]  Ἁνεπάγησαν  εἰς  γῆν  πύλαι  αὐτῆς, ἀπώλεσεν  καὶ  συνέτριψεν  μοχλοὺς  αὐτῆσ˙  βασιλέα  αὐτῆς  καὶ  ἄρχοντας  αὐτῆς  ἐν  τοῖς  ἔθνεσιν˙  οὐκ  ἔστιν  νόμος, καί  γε  προφῆται  αὐτῆς  οὐκ  εἶδον  ὅρασιν  παρὰ  κυρίου.

 
 

[029_002_010]  Ἁκάθισαν  εἰς  τὴν  γῆν, ἐσιώπησαν  πρεσβύτεροι  θυγατρὸς  Σιων, ἀνεβίβασαν  χοῦν  ἐπὶ  τὴν  κεφαλὴν  αὐτῶν, περιεζώσαντο  σάκκους, κατήγαγον  εἰς  γῆν  ἀρχηγοὺς  παρθένους  ἐν  Ιερουσαλημ.

 
 

[029_002_011]  Ἁξέλιπον  ἐν  δάκρυσιν  οἱ  ὀφθαλμοί  μου, ἐταράχθη  ἡ  καρδία  μου, ἐξεχύθη  εἰς  γῆν  ἡ  δόξα  μου  ἐπὶ  τὸ  σύντριμμα  τῆς  θυγατρὸς  τοῦ  λαοῦ  μου  ἐν  τῷ  ἐκλιπεῖν  νήπιον  καὶ  θηλάζοντα  ἐν  πλατείαις  πόλεως.

 
 

[029_002_012]  Ταῖς  μητράσιν  αὐτῶν  εἶπαν  Ποῦ  σῖτος  καὶ  οἶνοσ;  ἐν  τῷ  ἐκλύεσθαι  αὐτοὺς  ὡς  τραυματίας  ἐν  πλατείαις  πόλεως, ἐν  τῷ  ἐκχεῖσθαι  ψυχὰς  αὐτῶν  εἰς  κόλπον  μητέρων  αὐτῶν.

 
 

[029_002_013]  Τί  μαρτυρήσω  σοι  ἢ  τί  ὁμοιώσω  σοι, θύγατερ  Ιερουσαλημ;  τίς  σώσει  σε  καὶ  παρακαλέσει  σε, παρθένος  θύγατερ  Σιων;  ὅτι  ἐμεγαλύνθη  ποτήριον  συντριβῆς  σου˙  τίς  ἰάσεταί  σε; 

 
 

[029_002_014]  Προφῆταί  σου  εἴδοσάν  σοι  μάταια  καὶ  ἀφροσύνην  καὶ  οὐκ  ἀπεκάλυψαν  ἐπὶ  τὴν  ἀδικίαν  σου  τοῦ  ἐπιστρέψαι  αἰχμαλωσίαν  σου  καὶ  εἴδοσάν  σοι  λήμματα  μάταια  καὶ  ἐξώσματα.

 
 

[029_002_015]  Ἁκρότησαν  ἐπὶ  σὲ  χεῖρας  πάντες  οἱ  παραπορευόμενοι  ὁδόν, ἐσύρισαν  καὶ  ἐκίνησαν  τὴν  κεφαλὴν  αὐτῶν  ἐπὶ  τὴν  θυγατέρα  Ιερουσαλημ῏  Η  αὕτη  ἡ  πόλις, ἣν  ἐροῦσιν  Στέφανος  δόξης, εὐφροσύνη  πάσης  τῆς  γῆσ; 

 
 

[029_002_016]  Διήνοιξαν  ἐπὶ  σὲ  στόμα  αὐτῶν  πάντες  οἱ  ἐχθροί  σου, ἐσύρισαν  καὶ  ἔβρυξαν  ὀδόντας, εἶπαν  Κατεπίομεν  αὐτήν, πλὴν  αὕτη  ἡ  ἡμέρα, ἣν  προσεδοκῶμεν, εὕρομεν  αὐτήν, εἴδομεν.

 
 

[029_002_017]  Ἁποίησεν  κύριος  ἃ  ἐνεθυμήθη, συνετέλεσεν  ῥήματα  αὐτοῦ, ἃ  ἐνετείλατο  ἐξ  ἡμερῶν  ἀρχαίων, καθεῖλεν  καὶ  οὐκ  ἐφείσατο, καὶ  ηὔφρανεν  ἐπὶ  σὲ  ἐχθρόν, ὕψωσεν  κέρας  θλίβοντός  σε.

 
 

[029_002_018]  Ἁβόησεν  καρδία  αὐτῶν  πρὸς  κύριον  Τείχη  Σιων, καταγάγετε  ὡς  χειμάρρους  δάκρυα  ἡμέρας  καὶ  νυκτόσ˙  μὴ  δῷς  ἔκνηψιν  σεαυτῇ, μὴ  σιωπήσαιτο, θύγατερ, ὁ  ὀφθαλμός  σου.

 
 

[029_002_019]  Ἀνάστα  ἀγαλλίασαι  ἐν  νυκτὶ  εἰς  ἀρχὰς  φυλακῆς  σου, ἔκχεον  ὡς  ὕδωρ  καρδίαν  σου  ἀπέναντι  προσώπου  κυρίου, ῞ρον  πρὸς  αὐτὸν  χεῖράς  σου  περὶ  ψυχῆς  νηπίων  σου  τῶν  ἐκλυομένων  λιμῷ  ἐπ' ἀρχῆς  πασῶν  ἐξόδων.

 
 

[029_002_020]  Ἰδέ, κύριε, καὶ  ἐπίβλεψον  τίνι  ἐπεφύλλισας  οὕτωσ˙  εἰ  φάγονται  γυναῖκες  καρπὸν  κοιλίας  αὐτῶν;  ἐπιφυλλίδα  ἐποίησεν  μάγειροσ˙  φονευθήσονται  νήπια  θηλάζοντα  μαστούσ;  ἀποκτενεῖς  ἐν  ἁγιάσματι  κυρίου  ἱερέα  καὶ  προφήτην; 

 
 

[029_002_021]  Ἁκοιμήθησαν  εἰς  τὴν  ἔξοδον  παιδάριον  καὶ  πρεσβύτησ˙  παρθένοι  μου  καὶ  νεανίσκοι  μου  ἐπορεύθησαν  ἐν  αἰχμαλωσίᾳ˙  ἐν  ῥομφαίᾳ  καὶ  ἐν  λιμῷ  ἀπέκτεινας, ἐν  ἡμέρᾳ  ὀργῆς  σου  ἐμαγείρευσας, οὐκ  ἐφείσω.

 
 

[029_002_022]  Ἁκάλεσεν  ἡμέραν  ἑορτῆς  παροικίας  μου  κυκλόθεν, καὶ  οὐκ  ἐγένοντο  ἐν  ἡμέρᾳ  ὀργῆς  κυρίου  ἀνασῳζόμενος  καὶ  καταλελειμμένος, ὡς  ἐπεκράτησα  καὶ  ἐπλήθυνα  ἐχθρούς  μου  πάντας.

 

  Caput 3.
 

[029_003_001]  Ἁγὼ  ἀνὴρ  ὁ  βλέπων  πτωχείαν  ἐν  ῥάβδῳ  θυμοῦ  αὐτοῦ  ἐπ' ἐμέ˙ 

 
 

[029_003_002]  παρέλαβέν  με  καὶ  ἀπήγαγεν  εἰς  σκότος  καὶ  οὐ  φῶς,

 
 

[029_003_003]  πλὴν  ἐν  ἐμοὶ  ἐπέστρεψεν  χεῖρα  αὐτοῦ  ὅλην  τὴν  ἡμέραν.

 
 

[029_003_004]  Ἁπαλαίωσεν  σάρκας  μου  καὶ  δέρμα  μου, ὀστέα  μου  συνέτριψεν˙ 

 
 

[029_003_005]  ἀνῳκοδόμησεν  κατ' ἐμοῦ  καὶ  ἐκύκλωσεν  κεφαλήν  μου  καὶ  ἐμόχθησεν,

 
 

[029_003_006]  ἐν  σκοτεινοῖς  ἐκάθισέν  με  ὡς  νεκροὺς  αἰῶνος.

 
 

[029_003_007]  Ἀνῳκοδόμησεν  κατ' ἐμοῦ, καὶ  οὐκ  ἐξελεύσομαι, ἐβάρυνεν  χαλκόν  μου˙ 

 
 

[029_003_008]  καί  γε  κεκράξομαι  καὶ  βοήσω, ἀπέφραξεν  προσευχήν  μου˙ 

 
 

[029_003_009]  ἀνῳκοδόμησεν  ὁδούς  μου, ἐνέφραξεν  τρίβους  μου, ἐτάραξεν.

 
 

[029_003_010]  ή  Αρκος  ἐνεδρεύουσα  αὐτός  μοι, λέων  ἐν  κρυφαίοισ˙ 

 
 

[029_003_011]  κατεδίωξεν  ἀφεστηκότα  καὶ  κατέπαυσέν  με, ἔθετό  με  ἠφανισμένην˙ 

 
 

[029_003_012]  ἐνέτεινεν  τόξον  αὐτοῦ  καὶ  ἐστήλωσέν  με  ὡς  σκοπὸν  εἰς  βέλος.

 
 

[029_003_013]  Εἰσήγαγεν  τοῖς  νεφροῖς  μου  ἰοὺς  φαρέτρας  αὐτοῦ˙ 

 
 

[029_003_014]  ἐγενήθην  γέλως  παντὶ  λαῷ  μου, ψαλμὸς  αὐτῶν  ὅλην  τὴν  ἡμέραν˙ 

 
 

[029_003_015]  ἐχόρτασέν  με  πικρίας, ἐμέθυσέν  με  χολῆς.

 
 

[029_003_016]  Καὶ  ἐξέβαλεν  ψήφῳ  ὀδόντας  μου, ἐψώμισέν  με  σποδόν˙ 

 
 

[029_003_017]  καὶ  ἀπώσατο  ἐξ  εἰρήνης  ψυχήν  μου, ἐπελαθόμην  ἀγαθὰ 

 
 

[029_003_018]  καὶ  εἶπα  Ἀπώλετο  νεῖκός  μου  καὶ  ἡ  ἐλπίς  μου  ἀπὸ  κυρίου.

 
 

[029_003_019]  Ἁμνήσθην  ἀπὸ  πτωχείας  μου  καὶ  ἐκ  διωγμοῦ  μου  πικρίας  καὶ  χολῆς  μου˙ 

 
 

[029_003_020]  μνησθήσεται  καὶ  καταδολεσχήσει  ἐπ' ἐμὲ  ἡ  ψυχή  μου˙ 

 
 

[029_003_021]  ταύτην  τάξω  εἰς  τὴν  καρδίαν  μου, διὰ  τοῦτο  ὑπομενῶ.

 
 

[029_003_025]  Ἀγαθὸς  κύριος  τοῖς  ὑπομένουσιν  αὐτόν, ψυχῇ  ἣ  ζητήσει  αὐτὸν  ἀγαθὸν 

 
 

[029_003_026]  καὶ  ὑπομενεῖ  καὶ  ἡσυχάσει  εἰς  τὸ  σωτήριον  κυρίου.

 
 

[029_003_027]  ἀγαθὸν  ἀνδρὶ  ὅταν  ἄρῃ  ζυγὸν  ἐν  νεότητι  αὐτοῦ.

 
 

[029_003_028]  Καθήσεται  κατὰ  μόνας  καὶ  σιωπήσεται, ὅτι  ἦρεν  ἐφ' ἑαυτῷ˙ 

 
 

[029_003_030]  δώσει  τῷ  παίοντι  αὐτὸν  σιαγόνα, χορτασθήσεται  ὀνειδισμῶν.

 
 

[029_003_031]  ῞  Οτι  οὐκ  εἰς  τὸν  αἰῶνα  ἀπώσεται  κύριοσ˙ 

 
 

[029_003_032]  ὅτι  ὁ  ταπεινώσας  οἰκτιρήσει  κατὰ  τὸ  πλῆθος  τοῦ  ἐλέους  αὐτοῦ˙ 

 
 

[029_003_033]  ὅτι  οὐκ  ἀπεκρίθη  ἀπὸ  καρδίας  αὐτοῦ  καὶ  ἐταπείνωσεν  υἱοὺς  ἀνδρός.

 
 

[029_003_034]  Τοῦ  ταπεινῶσαι  ὑπὸ  τοὺς  πόδας  αὐτοῦ  πάντας  δεσμίους  γῆς,

 
 

[029_003_035]  τοῦ  ἐκκλῖναι  κρίσιν  ἀνδρὸς  κατέναντι  προσώπου  ὑψίστου,

 
 

[029_003_036]  καταδικάσαι  ἄνθρωπον  ἐν  τῷ  κρίνεσθαι  αὐτὸν  κύριος  οὐκ  εἶπεν.

 
 

[029_003_037]  Τίς  οὕτως  εἶπεν, καὶ  ἐγενήθη;  κύριος  οὐκ  ἐνετείλατο,

 
 

[029_003_038]  ἐκ  στόματος  ὑψίστου  οὐκ  ἐξελεύσεται  τὰ  κακὰ  καὶ  τὸ  ἀγαθόν; 

 
 

[029_003_039]  τί  γογγύσει  ἄνθρωπος  ζῶν, ἀνὴρ  περὶ  τῆς  ἁμαρτίας  αὐτοῦ; 

 
 

[029_003_040]  Ἁξηρευνήθη  ἡ  ὁδὸς  ἡμῶν  καὶ  ἠτάσθη, καὶ  ἐπιστρέψωμεν  ἕως  κυρίου˙ 

 
 

[029_003_041]  ἀναλάβωμεν  καρδίας  ἡμῶν  ἐπὶ  χειρῶν  πρὸς  ὑψηλὸν  ἐν  οὐρανῷ 

 
 

[029_003_042]  `Ημαρτήσαμεν, ἠσεβήσαμεν, καὶ  οὐχ  ἱλάσθης.

 
 

[029_003_043]  Ἁπεσκέπασας  ἐν  θυμῷ  καὶ  ἀπεδίωξας  ἡμᾶσ˙  ἀπέκτεινας, οὐκ  ἐφείσω.

 
 

[029_003_044]  ἐπεσκέπασας  νεφέλην  σεαυτῷ  εἵνεκεν  προσευχῆς,

 
 

[029_003_045]  καμμύσαι  με  καὶ  ἀπωσθῆναι  ἔθηκας  ἡμᾶς  ἐν  μέσῳ  τῶν  λαῶν.

 
 

[029_003_046]  Διήνοιξαν  ἐφ' ἡμᾶς  τὸ  στόμα  αὐτῶν  πάντες  οἱ  ἐχθροὶ  ἡμῶν˙ 

 
 

[029_003_047]  φόβος  καὶ  θυμὸς  ἐγενήθη  ἡμῖν, ἔπαρσις  καὶ  συντριβή˙ 

 
 

[029_003_048]  ἀφέσεις  ὑδάτων  κατάξει  ὁ  ὀφθαλμός  μου  ἐπὶ  τὸ  σύντριμμα  τῆς  θυγατρὸς  τοῦ  λαοῦ  μου.

 
 

[029_003_049]  Ὁ  ὀφθαλμός  μου  κατεπόθη, καὶ  οὐ  σιγήσομαι  τοῦ  μὴ  εἶναι  ἔκνηψιν,

 
 

[029_003_050]  ἕως  οὗ διακύψῃ  καὶ  ἴδῃ  κύριος  ἐξ  οὐρανοῦ˙ 

 
 

[029_003_051]  ὁ  ὀφθαλμός  μου  ἐπιφυλλιεῖ  ἐπὶ  τὴν  ψυχήν  μου  παρὰ  πάσας  θυγατέρας  πόλεως.

 
 

[029_003_052]  Θηρεύοντες  ἐθήρευσάν  με  ὡς  στρουθίον  οἱ  ἐχθροί  μου  δωρεάν,

 
 

[029_003_053]  ἐθανάτωσαν  ἐν  λάκκῳ  ζωήν  μου  καὶ  ἐπέθηκαν  λίθον  ἐπ' ἐμοί,

 
 

[029_003_054]  ὑπερεχύθη  ὕδωρ  ἐπὶ  κεφαλήν  μου˙  εἶπα  Ἀπῶσμαι.

 
 

[029_003_055]  Ἁπεκαλεσάμην  τὸ  ὄνομά  σου, κύριε, ἐκ  λάκκου  κατωτάτου˙ 

 
 

[029_003_056]  φωνήν  μου  ἤκουσας  Μὴ  κρύψῃς  τὰ  ὦτά  σου  εἰς  τὴν  δέησίν  μου.

 
 

[029_003_057]  εἰς  τὴν  βοήθειάν  μου  ἤγγισας  ἐν  ᾗ  σε  ἡμέρᾳ  ἐπεκαλεσάμην˙  εἶπάς  μοι  Μὴ  φοβοῦ.

 
 

[029_003_058]  Ἁδίκασας, κύριε, τὰς  δίκας  τῆς  ψυχῆς  μου, ἐλυτρώσω  τὴν  ζωήν  μου˙ 

 
 

[029_003_059]  εἶδες, κύριε, τὰς  ταραχάς  μου, ἔκρινας  τὴν  κρίσιν  μου˙ 

 
 

[029_003_060]  εἶδες  πᾶσαν  τὴν  ἐκδίκησιν  αὐτῶν  εἰς  πάντας  διαλογισμοὺς  αὐτῶν  ἐν  ἐμοί.

 
 

[029_003_061]  ή  Ηκουσας  τὸν  ὀνειδισμὸν  αὐτῶν, πάντας  τοὺς  διαλογισμοὺς  αὐτῶν  κατ' ἐμοῦ,

 
 

[029_003_062]  χείλη  ἐπανιστανομένων  μοι  καὶ  μελέτας  αὐτῶν  κατ' ἐμοῦ  ὅλην  τὴν  ἡμέραν,

 
 

[029_003_063]  καθέδραν  αὐτῶν  καὶ  ἀνάστασιν  αὐτῶν˙  ἐπίβλεψον  ἐπὶ  τοὺς  ὀφθαλμοὺς  αὐτῶν.

 
 

[029_003_064]  Ἀποδώσεις  αὐτοῖς  ἀνταπόδομα, κύριε, κατὰ  τὰ  ἔργα  τῶν  χειρῶν  αὐτῶν,

 
 

[029_003_065]  ἀποδώσεις  αὐτοῖς  ὑπερασπισμὸν  καρδίας, μόχθον  σου  αὐτοῖς,

 
 

[029_003_066]  καταδιώξεις  ἐν  ὀργῇ  καὶ  ἐξαναλώσεις  αὐτοὺς  ὑποκάτω  τοῦ  οὐρανοῦ, κύριε.

 

  Caput 4.
 

[029_004_001]  Πῶς  ἀμαυρωθήσεται  χρυσίον, ἀλλοιωθήσεται  τὸ  ἀργύριον  τὸ  ἀγαθόν;  ἐξεχύθησαν  λίθοι  ἅγιοι  ἐπ' ἀρχῆς  πασῶν  ἐξόδων.

 
 

[029_004_002]  Υἱοὶ  Σιων  οἱ  τίμιοι  οἱ  ἐπηρμένοι  ἐν  χρυσίῳ  πῶς  ἐλογίσθησαν  εἰς  ἀγγεῖα  ὀστράκινα  ἔργα  χειρῶν  κεραμέωσ; 

 
 

[029_004_003]  Καί  γε  δράκοντες  ἐξέδυσαν  μαστούς, ἐθήλασαν  σκύμνοι  αὐτῶν˙  θυγατέρες  λαοῦ  μου  εἰς  ἀνίατον  ὡς  στρουθίον  ἐν  ἐρήμῳ.

 
 

[029_004_004]  Ἁκολλήθη  ἡ  γλῶσσα  θηλάζοντος  πρὸς  τὸν  φάρυγγα  αὐτοῦ  ἐν  δίψει˙  νήπια  Ὲτησαν  ἄρτον, ὁ  διακλῶν  οὐκ  ἔστιν  αὐτοῖς.

 
 

[029_004_005]  Οἱ  ἔσθοντες  τὰς  τρυφὰς  ἠφανίσθησαν  ἐν  ταῖς  ἐξόδοις, οἱ  τιθηνούμενοι  ἐπὶ  κόκκων  περιεβάλοντο  κοπρίας.

 
 

[029_004_006]  Καὶ  ἐμεγαλύνθη  ἀνομία  θυγατρὸς  λαοῦ  μου  ὑπὲρ  ἀνομίας  Σοδομων  τῆς  κατεστραμμένης  ὥσπερ  σπουδῇ, καὶ  οὐκ  ἐπόνεσαν  ἐν  αὐτῇ  χεῖρας.

 
 

[029_004_007]  Ἁκαθαριώθησαν  ναζιραῖοι  αὐτῆς  ὑπὲρ  χιόνα, ἔλαμψαν  ὑπὲρ  γάλα, ἐπυρρώθησαν  ὑπὲρ  λίθους  σαπφείρου  τὸ  ἀπόσπασμα  αὐτῶν.

 
 

[029_004_008]  Ἁσκότασεν  ὑπὲρ  ἀσβόλην  τὸ  εἶδος  αὐτῶν, οὐκ  ἐπεγνώσθησαν  ἐν  ταῖς  ἐξόδοισ˙  ἐπάγη  δέρμα  αὐτῶν  ἐπὶ  τὰ  ὀστέα  αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν  ὥσπερ  ξύλον.

 
 

[029_004_009]  Καλοὶ  ἦσαν  οἱ  τραυματίαι  ῥομφαίας  ἢ  οἱ  τραυματίαι  λιμοῦ˙  ἐπορεύθησαν  ἐκκεκεντημένοι  ἀπὸ  γενημάτων  ἀγρῶν.

 
 

[029_004_010]  Χεῖρες  γυναικῶν  οἰκτιρμόνων  ἥψησαν  τὰ  παιδία  αὐτῶν, ἐγενήθησαν  εἰς  βρῶσιν  αὐταῖς  ἐν  τῷ  συντρίμματι  τῆς  θυγατρὸς  λαοῦ  μου.

 
 

[029_004_011]  Συνετέλεσεν  κύριος  θυμὸν  αὐτοῦ, ἐξέχεεν  θυμὸν  ὀργῆς  αὐτοῦ  καὶ  ἀνῆψεν  πῦρ  ἐν  Σιων, καὶ  κατέφαγεν  τὰ  θεμέλια  αὐτῆς.

 
 

[029_004_012]  Οὐκ  ἐπίστευσαν  βασιλεῖς  γῆς, πάντες  οἱ  κατοικοῦντες  τὴν  οἰκουμένην, ὅτι  εἰσελεύσεται  ἐχθρὸς  καὶ  ἐκθλίβων  διὰ  τῶν  πυλῶν  Ιερουσαλημ.

 
 

[029_004_013]  Ἁξ  ἁμαρτιῶν  προφητῶν  αὐτῆς, ἀδικιῶν  ἱερέων  αὐτῆς  τῶν  ἐκχεόντων  αἷμα  δίκαιον  ἐν  μέσῳ  αὐτῆς.

 
 

[029_004_014]  Ἁσαλεύθησαν  ἐγρήγοροι  αὐτῆς  ἐν  ταῖς  ἐξόδοις, ἐμολύνθησαν  ἐν  αἵματι˙  ἐν  τῷ  μὴ  δύνασθαι  αὐτοὺς  ἥψαντο  ἐνδυμάτων  αὐτῶν.

 
 

[029_004_015]  Ἀπόστητε  ἀκαθάρτων, καλέσατε  αὐτούς, ἀπόστητε  ἀπόστητε, μὴ  ἅπτεσθε, ὅτι  ἀνήφθησαν  καί  γε  ἐσαλεύθησαν˙  εἴπατε  ἐν  τοῖς  ἔθνεσιν  Οὐ  μὴ  προσθῶσιν  τοῦ  παροικεῖν.

 
 

[029_004_016]  Πρόσωπον  κυρίου  μερὶς  αὐτῶν, οὐ  προσθήσει  ἐπιβλέψαι  αὐτοῖσ˙  πρόσωπον  ἱερέων  οὐκ  ἔλαβον, πρεσβύτας  οὐκ  ἠλέησαν.

 
 

[029_004_017]  ή  Ετι  ὄντων  ἡμῶν  ἐξέλιπον  οἱ  ὀφθαλμοὶ  ἡμῶν  εἰς  τὴν  βοήθειαν  ἡμῶν  μάταια˙  ἀποσκοπευόντων  ἡμῶν  ἀπεσκοπεύσαμεν  εἰς  ἔθνος  οὐ  σῷζον.

 
 

[029_004_018]  Ἁθηρεύσαμεν  μικροὺς  ἡμῶν  τοῦ  μὴ  πορεύεσθαι  ἐν  ταῖς  πλατείαις  ἡμῶν˙  ἤγγικεν  ὁ  καιρὸς  ἡμῶν, ἐπληρώθησαν  αἱ  ἡμέραι  ἡμῶν, πάρεστιν  ὁ  καιρὸς  ἡμῶν.

 
 

[029_004_019]  Κοῦφοι  ἐγένοντο  οἱ  διώκοντες  ἡμᾶς  ὑπὲρ  ἀετοὺς  οὐρανοῦ, ἐπὶ  τῶν  ὀρέων  ἐξήφθησαν, ἐν  ἐρήμῳ  ἐνήδρευσαν  ἡμᾶς.

 
 

[029_004_020]  Πνεῦμα  προσώπου  ἡμῶν  χριστὸς  κυρίου  συνελήμφθη  ἐν  ταῖς  διαφθοραῖς  αὐτῶν, οὗ εἴπαμεν  Ἁν  τῇ  σκιᾷ  αὐτοῦ  ζησόμεθα  ἐν  τοῖς  ἔθνεσιν.

 
 

[029_004_021]  Χαῖρε  καὶ  εὐφραίνου, θύγατερ  Ιδουμαίας  ἡ  κατοικοῦσα  ἐπὶ  γῆσ˙  καί  γε  ἐπὶ  σὲ  διελεύσεται  τὸ  ποτήριον  κυρίου, καὶ  μεθυσθήσῃ  καὶ  ἀποχεεῖς.

 
 

[029_004_022]  Ἁξέλιπεν  ἡ  ἀνομία  σου, θύγατερ  Σιων˙  οὐ  προσθήσει  ἔτι  ἀποικίσαι  σε. ἐπεσκέψατο  ἀνομίας  σου, θύγατερ  Εδωμ˙  ἀπεκάλυψεν  ἐπὶ  τὰ  ἀσεβήματά  σου.

 

  Caput 5.
 

[029_005_001]  Μνήσθητι, κύριε, ὅ  τι  ἐγενήθη  ἡμῖν˙  ἐπίβλεψον  καὶ  ἰδὲ  τὸν  ὀνειδισμὸν  ἡμῶν.

 
 

[029_005_002]  κληρονομία  ἡμῶν  μετεστράφη  ἀλλοτρίοις, οἱ  οἶκοι  ἡμῶν  ξένοις.

 
 

[029_005_003]  ὀρφανοὶ  ἐγενήθημεν, οὐχ  ὑπάρχει  πατήρ˙  μητέρες  ἡμῶν  ὡς  αἱ  χῆραι.

 
 

[029_005_004]  ἐξ  ἡμερῶν  ἡμῶν  ξύλα  ἡμῶν  ἐν  ἀλλάγματι  ἦλθεν.

 
 

[029_005_005]  ἐπὶ  τὸν  τράχηλον  ἡμῶν  ἐδιώχθημεν˙  ἐκοπιάσαμεν, οὐκ  ἀνεπαύθημεν.

 
 

[029_005_006]  Αἴγυπτος  ἔδωκεν  χεῖρα, Ασσουρ  εἰς  πλησμονὴν  αὐτῶν.

 
 

[029_005_007]  οἱ  πατέρες  ἡμῶν  ἥμαρτον, οὐχ  ὑπάρχουσιν˙  ἡμεῖς  τὰ  ἀνομήματα  αὐτῶν  ὑπέσχομεν.

 
 

[029_005_008]  δοῦλοι  ἐκυρίευσαν  ἡμῶν, λυτρούμενος  οὐκ  ἔστιν  ἐκ  τῆς  χειρὸς  αὐτῶν.

 
 

[029_005_009]  ἐν  ταῖς  ψυχαῖς  ἡμῶν  εἰσοίσομεν  ἄρτον  ἡμῶν  ἀπὸ  προσώπου  ῥομφαίας  τῆς  ἐρήμου.

 
 

[029_005_010]  τὸ  δέρμα  ἡμῶν  ὡς  κλίβανος  ἐπελειώθη, συνεσπάσθησαν  ἀπὸ  προσώπου  καταιγίδων  λιμοῦ.

 
 

[029_005_011]  γυναῖκας  ἐν  Σιων  ἐταπείνωσαν, παρθένους  ἐν  πόλεσιν  Ιουδα.

 
 

[029_005_012]  ἄρχοντες  ἐν  χερσὶν  αὐτῶν  ἐκρεμάσθησαν, πρεσβύτεροι  οὐκ  ἐδοξάσθησαν.

 
 

[029_005_013]  ἐκλεκτοὶ  κλαυθμὸν  ἀνέλαβον, καὶ  νεανίσκοι  ἐν  ξύλῳ  ἠσθένησαν.

 
 

[029_005_014]  καὶ  πρεσβῦται  ἀπὸ  πύλης  κατέπαυσαν, ἐκλεκτοὶ  ἐκ  ψαλμῶν  αὐτῶν  κατέπαυσαν.

 
 

[029_005_015]  κατέλυσεν  χαρὰ  καρδίας  ἡμῶν, ἐστράφη  εἰς  πένθος  ὁ  χορὸς  ἡμῶν.

 
 

[029_005_016]  ἔπεσεν  ὁ  στέφανος  τῆς  κεφαλῆς  ἡμῶν˙  οὐαὶ  δὴ  ἡμῖν, ὅτι  ἡμάρτομεν.

 
 

[029_005_017]  περὶ  τούτου  ἐγενήθη  ὀδυνηρὰ  ἡ  καρδία  ἡμῶν, περὶ  τούτου  ἐσκότασαν  οἱ  ὀφθαλμοὶ  ἡμῶν˙ 

 
 

[029_005_018]  ἐπ' ὄρος  Σιων, ὅτι  ἠφανίσθη, ἀλώπεκες  διῆλθον  ἐν  αὐτῇ.

 
 

[029_005_019]  σὺ  δέ, κύριε, εἰς  τὸν  αἰῶνα  κατοικήσεις, ὁ  θρόνος  σου  εἰς  γενεὰν  καὶ  γενεάν.

 
 

[029_005_020]  ἵνα  τί  εἰς  νεῖκος  ἐπιλήσῃ  ἡμῶν, καταλείψεις  ἡμᾶς  εἰς  μακρότητα  ἡμερῶν; 

 
 

[029_005_021]  ἐπίστρεψον  ἡμᾶς, κύριε, πρὸς  σέ, καὶ  ἐπιστραφησόμεθα˙  καὶ  ἀνακαίνισον  ἡμέρας  ἡμῶν  καθὼς  ἔμπροσθεν.

 
 

[029_005_022]  ὅτι  ἀπωθούμενος  ἀπώσω  ἡμᾶς, ὠργίσθης  ἐφ' ἡμᾶς  ἕως  σφόδρα.

 


Reditus in Auctori Indicem

Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»