VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀργύριον [198]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0810515642
VT. 01 Genesis Ante [Go Back]  
 [001_023_013]  καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἁπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ
 [001_023_016]  καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Ξετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις
 [001_024_035]  κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα καὶ ὑψώθη καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους ἀργύριον καὶ χρυσίον παῖδας καὶ παιδίσκας καμήλους καὶ ὄνους
 [001_031_015]  οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν
 [001_042_025]  ἐνετείλατο δὲ Ιωσηφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοῖς οὕτως
 [001_042_028]  καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου καὶ ἐξέστη ἡ καρδία αὐτῶν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν
 [001_043_012]  καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ ὑμῶν μήποτε ἀγνόημά ἐστιν
 [001_043_015]  Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ
 [001_043_018]  ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηφ εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν
 [001_043_021]  ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
 [001_043_022]  καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ ἑαυτῶν ἀγοράσαι βρώματα οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν
 [001_043_023]  εἶπεν δὲ αὐτοῖς Ιλεως ὑμῖν μὴ φοβεῖσθε ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
 [001_044_001]  Καὶ ἐνετείλατο Ιωσηφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων Πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
 [001_044_008]  εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Ξανααν πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον
 [001_047_014]  συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Ξανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω
 [001_047_015]  καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Ξανααν ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες Δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν
 [001_047_016]  εἶπεν δὲ αὐτοῖς Ιωσηφ Φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον
 [001_047_018]  ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν
000-00-00 Serial Number=0929518163
VT. 02 Exodus Ante [Go Back]  
 [002_021_021]  ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο οὐκ ἐκδικηθήσεται τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν
 [002_021_034]  ὁ κύριος τοῦ λάκκου ἀποτείσει ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται
 [002_021_035]  ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται
 [002_022_006]  ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου ἐὰν εὑρεθῇ ὁ κλέψας ἀποτείσει διπλοῦν
 [002_022_016]  ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα ἀργύριον ἀποτείσει τῷ πατρὶ καθ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων
 [002_022_024]  ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί οὐκ ἔσῃ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτῷ τόκον
 [002_025_003]  καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή ἣν λήμψεσθε παρ αὐτῶν χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν
 [002_030_016]  καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν
 [002_031_004]  διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην
 [002_035_005]  Λάβετε παρ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ χρυσίον ἀργύριον χαλκόν
 [002_035_024]  καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ καὶ παρ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς ἤνεγκαν
 [002_035_032]  ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
000-00-00 Serial Number=0320740581
VT. 03 Leviticus Ante [Go Back]  
 [003_025_050]  καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου ἔτος ἐξ ἔτους ἔσται μετ αὐτοῦ
 [003_027_018]  ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ
000-00-00 Serial Number=0089883387
VT. 04 Numeri Ante [Go Back]  
 [004_003_048]  καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς
 [004_003_049]  καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν
 [004_003_050]  παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
 [004_007_085]  τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ
000-00-00 Serial Number=0391524792
VT. 05 Deuterononium Ante [Go Back]  
 [005_007_025]  τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ μὴ πταίσῃς δι αὐτό ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν
 [005_014_025]  καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν
 [005_014_026]  καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνῳ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου
 [005_017_017]  καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα
 [005_029_016]  καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ αὐτοῖς
000-00-00 Serial Number=0346891105
VT. 06 Josue Ante [Go Back]  
 [006_006_019]  καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
 [006_007_021]  εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν
 [006_007_022]  καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν
 [006_022_008]  καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν
000-00-00 Serial Number=0837420583
VT. 07 Judicum Ante [Go Back]  
 [007_016_018]  καὶ εἶδεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν
 [007_017_002]  καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατόν οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου ἰδοὺ τὸ ἀργύριον παρ ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ
 [007_017_003]  καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ`Αγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν καὶ νῦν ἀποδώσω σοι αὐτό
 [007_017_004]  καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαια
000-00-00 Serial Number=0483446896
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_021_004]  καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν
000-00-00 Serial Number=0630023718
VT. 11 Regum I Ante [Go Back]  
 [011_007_037]  καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου
 [011_010_021]  καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμων χρυσᾶ καὶ λουτῆρες χρυσοῖ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα οὐκ ἦν ἀργύριον ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμων
 [011_010_027]  καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
 [011_015_018]  καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱοῦ Αζιν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων
 [011_015_019]  Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ ἐμοῦ
 [011_020_002]  καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων
000-00-00 Serial Number=0623825967
VT. 12 Regum II Ante [Go Back]  
 [012_005_026]  καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκασ
 [012_007_008]  καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν
 [012_012_005]  Καὶ εἶπεν Ιωας πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου
 [012_012_008]  καὶ ἐκάλεσεν Ιωας ὁ βασιλεὺς Ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδεκ τοῦ οἴκου καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν ὅτι εἰς τὸ βεδεκ τοῦ οἴκου δώσετε αὐτό
 [012_012_009]  καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
 [012_012_010]  καὶ ἔλαβεν Ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου κυρίου καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
 [012_012_011]  καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
 [012_012_012]  καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου κυρίου καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ κυρίου
 [012_012_016]  καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν
 [012_012_017]  ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ κυρίου τοῖς ἱερεῦσιν ἐγένετο
 [012_014_014]  καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
 [012_015_020]  καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ ἐπὶ πᾶν δυνατὸν ἰσχύι δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ
 [012_016_008]  καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα
 [012_018_015]  καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως
 [012_020_013]  καὶ ἐχάρη ἐπ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
 [012_022_004]  Ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ
 [012_022_007]  πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν
 [012_022_009]  καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἁχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου
 [012_023_035]  καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τῷ Φαραω πλὴν ἐτιμογράφησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω
000-00-00 Serial Number=0279321074
VT. 13 Paralipomenon I Ante [Go Back]  
 [013_029_002]  κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν
 [013_029_003]  καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων
000-00-00 Serial Number=0589630187
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_001_015]  καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
 [014_005_001]  καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου
 [014_009_014]  πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων ὧν ἔφερον καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμων
 [014_009_020]  καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμων χρυσίου καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν
 [014_009_027]  καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
 [014_015_018]  καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ ἀργύριον καὶ χρυσίον καὶ σκεύη
 [014_016_002]  καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων
 [014_016_003]  Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δεῦρο καὶ διασκέδασον ἀπ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ ἐμοῦ
 [014_017_011]  καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱή Αραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους
 [014_021_003]  καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ιωραμ ὅτι οὗτος ὁ πρωτότοκος
 [014_024_005]  καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς Ἁξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχῦσαι τὸν οἶκον κυρίου ἐνιαυτὸν κατ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται
 [014_024_011]  καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ
 [014_025_024]  καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν
 [014_034_009]  καὶ ἦλθον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον θεοῦ ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εφραιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱῶν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ
 [014_034_014]  καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον κυρίου εὗρεν Χελκιας ὁ ἱερεὺς βιβλίον νόμου κυρίου διὰ χειρὸς Μωυσῆ
 [014_034_016]  καὶ εἰσήνεγκεν Σαφαν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον
 [014_034_017]  καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων ἐργασίαν
 [014_036_004α]  τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω
000-00-00 Serial Number=0265819550
VT. 15 Esdrae Ante [Go Back]  
 [015_002_069]  ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ žξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
 [015_003_007]  καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σηδανιν καὶ τοῖς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ιόππης κατ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ αὐτούς
 [015_007_015]  καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι
 [015_007_016]  καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ιερουσαλημ
 [015_008_025]  καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ισραηλ οἱ εὑρισκόμενοι
 [015_008_028]  καὶ εἶπα πρὸς αὐτούς Ὓμεῖς ἅγιοι τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ὑμῶν
 [015_008_033]  καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμωθ υἱοῦ Ουρια τοῦ ἱερέως καὶ μετ αὐτοῦ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ αὐτῶν Ιωζαβαδ υἱὸς Ἰησοῦ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευῖται
000-00-00 Serial Number=0103401363
VT. 16 Nehemiae Ante [Go Back]  
 [016_005_004]  καὶ εἰσίν τινες λέγοντες Ἁδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν
 [016_005_010]  καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην
 [016_005_015]  καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ αὐτοὺς καὶ ἐλάβοσαν παρ αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ
000-00-00 Serial Number=0929706216
VT. 17 Tobiae Ante [Go Back]  
 [017_005_002]  ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν
 [017_005_003]  καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον
 [017_005_019]  ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
 [017_009_002]  Αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν`Ράγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον
 [017_010_002]  εἶπεν Μήποτε κατῄσχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον
 [017_010_010]  ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων σώματα καὶ κτήνη καὶ ἀργύριον
000-00-00 Serial Number=0621140778
VT. 18 Judith Ante [Go Back]  
 [018_002_018]  καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα
 [018_008_007]  καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ αὐτῶν
000-00-00 Serial Number=0473289728
VT. 19 Esther Ante [Go Back]  
 [019_003_011]  καὶ εἶπεν ὁ βασιλεὺς τῷ Αμαν Τὸ μὲν ἀργύριον ἔχε τῷ δὲ ἔθνει χρῶ ὡς βούλει
000-00-00 Serial Number=0824984968
VT. 20 Job Ante [Go Back]  
 [020_022_025]  ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον
 [020_027_016]  ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον
 [020_028_015]  οὐ δώσει συγκλεισμὸν ἀντ αὐτῆς καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆσ
000-00-00 Serial Number=0982972980
VT. 21 Psalmi Ante [Go Back]  
 [021_011_007]  τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως
 [021_014_005]  τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ ἀθῴοις οὐκ ἔλαβεν ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα
 [021_065_010]  ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον
 [021_113_012]  τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
 [021_134_015]  τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
000-00-00 Serial Number=0057287753
VT. 22 Proverbia Ante [Go Back]  
 [022_002_004]  καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν
 [022_008_010]  λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνθαιρεῖσθε δὲ αἴσθησιν χρυσίου καθαροῦ
 [022_016_016]  νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
 [022_022_001]  αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή
 [022_025_004]  τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν
 [022_026_023]  ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λεῖα καρδίαν καλύπτει λυπηράν
000-00-00 Serial Number=0627007008
VT. 23 Ecclesiastes seu Qoelet Ante [Go Back]  
 [023_002_008]  συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν ἐποίησά μοι ᾄδοντας καὶ δούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόασ
 [023_005_009]  Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα καί γε τοῦτο ματαιότης
000-00-00 Serial Number=0227358520
VT. 24 Canticum Canticorum Ante [Go Back]  
 [024_003_010]  στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον ἐπίβασις αὐτοῦ πορφυρᾶ ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ιερουσαλημ
000-00-00 Serial Number=0435276151
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_028_010]  ἀπόλεσον ἀργύριον δι ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν
 [026_035_025]  χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται
 [026_046_018]  ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον
000-00-00 Serial Number=0972106755
VT. 27 Isaias Ante [Go Back]  
 [027_001_022]  τὸ ἀργύριον ὑμῶν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι
 [027_013_017]  ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν
 [027_046_006]  οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς
 [027_055_001]  Οἱ διψῶντες πορεύεσθε ἐφ ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ
 [027_060_017]  καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ
000-00-00 Serial Number=0317364454
VT. 28 Jeremias Ante [Go Back]  
 [028_006_030]  ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος
 [028_010_009]  ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει χρυσίον Μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτῶν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά
 [028_039_010]  καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ
000-00-00 Serial Number=0101842821
VT. 29 Lamentationes Ante [Go Back]  
 [029_004_001]  Πῶς ἀμαυρωθήσεται χρυσίον ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ ἀρχῆς πασῶν ἐξόδων
000-00-00 Serial Number=0225153327
VT. 30 Baruch Ante [Go Back]  
 [030_001_006]  καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ
 [030_001_010]  καὶ εἶπαν Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν
 [030_003_017]  οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν
 [030_003_018]  οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν
000-00-00 Serial Number=0612484992
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_007_019]  τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσιν καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσιν διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο
 [031_018_008]  καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
 [031_022_022]  ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆσ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ ὑμᾶς
 [031_027_012]  Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου
 [031_028_004]  μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου
 [031_028_013]  ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθησ πᾶν λίθον χρηστὸν ἐνδέδεσαι σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ ἧς ἡμέρας ἐκτίσθης σύ
 [031_038_013]  Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα
000-00-00 Serial Number=0616200447
VT. 32 Daniel Ante [Go Back]  
 [032_011_008]  καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Αἴγυπτον καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ
000-00-00 Serial Number=0795422733
VT. 33 Osee Ante [Go Back]  
 [033_002_010]  καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ
 [033_008_004]  ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν
 [033_009_006]  διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμασ τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν
000-00-00 Serial Number=0624149919
VT. 39 Nauhum Ante [Go Back]  
 [039_002_010]  διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆσ βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς
000-00-00 Serial Number=0226286232
VT. 41 Sophonias Ante [Go Back]  
 [041_001_018]  καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
000-00-00 Serial Number=0592423677
VT. 42 Aggaeus Ante [Go Back]  
 [042_002_008]  ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει κύριος παντοκράτωρ
000-00-00 Serial Number=0663872182
VT. 43 Zacharias Ante [Go Back]  
 [043_006_011]  καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου
 [043_009_003]  καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν
 [043_013_009]  καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου
 [043_014_014]  καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα
000-00-00 Serial Number=0877444148
VT. 44 Malachias Ante [Go Back]  
 [044_003_003]  καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ
000-00-00 Serial Number=0140475810
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_001_023]  καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν
 [045_003_029]  καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ραι τὰ νόμιμα ἃ ἦσαν ἀφ ἡμερῶν τῶν πρώτων
 [045_003_031]  καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ
 [045_003_041]  καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων
 [045_004_023]  καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν
 [045_008_026]  καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν`Ρώμῃ καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες
 [045_008_028]  καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν`Ρώμῃ καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου
 [045_010_060]  καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν
 [045_011_024]  καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ
 [045_013_017]  καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν
 [045_013_018]  λέγοντες Οτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια ἀπώλετο
 [045_015_026]  καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά
 [045_016_011]  Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ
 [045_016_019]  καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ραι τὸν Ιωαννην καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»