Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φροντίδας [66]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φροντίδας


000-00-00 Serial Number=0687417448
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00875]  Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον [47.456] αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθών.
 [01060]  Τί δ' ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ' ἀκρίβειάν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων;
 [01441]  ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθεὶς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα πράγματα καθ' ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων! Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαντας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ' ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν·
000-00-00 Serial Number=0495284915
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00049]  πραγμάτων φροντίδας προφασισόμεθα;
 [00145]  Ἐννόησον τὰς τοῦ βίου φροντίδας, τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ' ἂν ἀλγεινότερον;
 [00149]  [5] Εἴπω, βούλει, καὶ τὰς οἴκοι φροντίδας τὰς τῆς γυναικός, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν.
000-00-00 Serial Number=0221523821
Ad illuminandos catecheses Ante [Go Back]  
 [00040]  οὕτω καὶ οἱ λογισμοὶ τῶν τότε κατεχόντων δεινῶν εἰς τὴν τοῦ κάμνοντος ἐμπίπτοντες ψυχὴν, εἰς πολλὰς τὴν ἐκείνου διάνοιαν σχίζουσι φροντίδας.
000-00-00 Serial Number=0030783176
Ad populum Antiochenum Ante [Go Back]  
 [00056]  τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων Ἐκκλησιῶν ἐγκεχειρισμένον φροντίδας, καὶ πόλεις ὁλοκλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν μετὰ τοσαύτης διέποντα προθυμίας τε καὶ σπουδῆς, τῇ τῆς ἀῤῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα [49.19] πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα.
 [04759]  καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν.
 [05599]  ἂν εἴπω, Σχόλαζε εἰς συνάξεις, φροντίδας βιωτικάς·
000-00-00 Serial Number=0326576889
Ad viduam juniorem Ante [Go Back]  
 [00213]  ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν καὶ φροντίδας καὶ ἐπιβουλάς.
000-00-00 Serial Number=0205980420
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00468]  Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν·
 [01589]  Τί δεῖ λέγειν τὰς ἄλλας ἀνάγκας τῶν παίδων, τῆς οἰκίας τὰς φροντίδας, αἳ πᾶσαν προθυμίαν ἱκαναὶ ἀμβλῦναι, καὶ πολλὴν τῆς ψυχῆς κατασκεδάσαι νάρκην;
000-00-00 Serial Number=0454915822
Catecheses ad illuminandos Ante [Go Back]  
 [01277]  [8.21] ∆ιά τοι τοῦτο, παρακαλῶ, κἂν νῦν γοῦν ἡμεῖς οἱ ἐν τῇ χάριτι, ἐκείνους μιμησώμεθα τοὺς οἴκοθεν καὶ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας πρὸς τοσοῦτον ἀρετῆς ὕψος φθάσαι δυνηθέντας, καὶ πᾶσαν τὴν σπουδὴν μεταθῶμεν ἐπὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἐναλλάξωμεν ἡμῶν τὰς φροντίδας καὶ καταμερίσωμεν τὴν μέριμναν καὶ τῆς μὲν ψυχῆς αὐτοὶ τὴν ἐπιμέλειαν ἀναδεξώμεθα, ἐπειδὴ τοῦτό ἐστι τὸ κυριώτερον ἐν ἡμῖν·
000-00-00 Serial Number=0484171629
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00174]  Εἰ γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κακηγορία, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ' εὐφημίας ἐξῆν τὸ αὐτὸ τοῦτο ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι;
000-00-00 Serial Number=0755718172
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00340]  Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥαθυμίαν οἱ δὲ διὰ φροντίδας βιωτικὰς οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾶν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ.
000-00-00 Serial Number=0800636649
De Lazaro Ante [Go Back]  
 [00778]  Τί οὖν περιττὰς ἐπισπώμεθα φροντίδας;
000-00-00 Serial Number=0274706900
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00028]  Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν ἐπιμελείας ἀξιοῦσιν, ἀλλ' ἅπαντα τῆς ζωῆς αὐτῶν [51.42] τὸν χρόνον εἰς τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας·
000-00-00 Serial Number=0463519096
De baptismo Christi Ante [Go Back]  
 [00024]  Καὶ οὐδὲ ἐν ταύτῃ τῇ ὅλῃ ἀνέχῃ τῶν βιωτικῶν ἀπηλλάχθαι πραγμάτων, ἀλλ' ὅπερ οἱ τὰ ἱερὰ συλῶντες χρήματα ποιοῦσι, τοῦτο καὶ σὺ ἐπὶ τῆς ἡμέρας ταύτης τολμᾷς, αὐτὴν οὖσαν ἱερὰν καὶ ἀνακειμένην τῇ τῶν πνευματικῶν ἀκροάσει λογίων ἁρπάζων καὶ καταχρώμενος εἰς βιωτικὰς φροντίδας.
000-00-00 Serial Number=0751513660
De beato Abraham Ante [Go Back]  
 [00127]  κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων·
000-00-00 Serial Number=0261736512
De beato Philogonio Ante [Go Back]  
 [00103]  εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία.
000-00-00 Serial Number=0795948327
De jejunio [3] Ante [Go Back]  
 [00062]  Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περικόπτει φροντίδας·
000-00-00 Serial Number=0436171770
De mutatione nominum Ante [Go Back]  
 [01008]  ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ, ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς.
000-00-00 Serial Number=0474424779
De non iterando conjugio Ante [Go Back]  
 [00156]  Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἄλλα ἅπαντα παρίημι νῦν.
000-00-00 Serial Number=0420395732
De paenitentia [1] Ante [Go Back]  
 [00987]  ὥσπερ πάλιν τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες παρῶσι, κἂν μυρίων ἀπόλαυσις ᾖ χρημάτων, ἀθυμίας πολλὰς ἐπισπάσεται ὁ τοιοῦτος καὶ φροντίδας.
000-00-00 Serial Number=0587792933
De precatione [2] Ante [Go Back]  
 [00021]  ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς [64.464] εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων ∆εσπότῃ γίνωνται.
000-00-00 Serial Number=0507171154
De sacerdotio Ante [Go Back]  
 [00044]  Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους·
 [00592]  εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος καὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τί δύναιτ' ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ;
 [00789]  Ἀλλὰ πάσας μὲν οὐκ ἂν δυναίμην καταλέγειν τὰς ὑπὲρ τῶν παρθένων φροντίδας·
 [01054]  Τί γὰρ ἄν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν Ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους;
 [01292]  εἰ δὲ καὶ ἑτέρων φροντίζειν ἀναγκασθείη, ἀλλ' εὐαριθμήτων λίαν, εἰ δὲ καὶ πλείονες εἶεν, ἀλλὰ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλάττους τέ εἰσι καὶ τὰς ὑπὲρ ἑαυτῶν φροντίδας πολλῷ κουφοτέρας παρέχουσι τῷ προστάτῃ, οὐ διὰ τὴν ὀλιγότητα μόνον, ἀλλ' ὅτι καὶ πάντες τῶν κοσμικῶν εἰσιν ἀπηλλαγμένοι πραγμάτων καὶ οὔτε παῖδας, οὔτε γυναῖκα, οὔτε ἄλλο τι μεριμνᾶν ἔχουσι τοιοῦτο.
 [01418]  Νῦν δέ, φησίν, οὐ δεῖ σοι πόνων, οὐδὲ φροντίδας ἔχεις κατὰ σαυτὸν ὤν.
000-00-00 Serial Number=0171827018
De virginitate Ante [Go Back]  
 [00102]  Εἰ γὰρ καὶ φροντίδας βιωτικὰς ἀπελαύνειν τούτου χρὴ τοῦ νυμφῶνος ὡς οὐκ ἐνὸν μετ' ἐκείνων εὐσχήμονα εἶναι, πῶς φρονήματος ἀσεβοῦς ἔνδον στρεφομένου τὸ τῆς παρθενίας διασωθῆναι δυνήσεται κάλλος;
 [00369]  Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε.
 [00622]  ∆ιὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν.
 [00939]  Οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχὴν ἀλλ' εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν.
 [01374]  Τὴν μὲν γὰρ ἐπὶ τοῖς κειμένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας ἢ μένειν ἀνάγκη διὰ παντὸς ἢ θανάτῳ παύσασθαι μόνῳ.
 [01394]  Οὐ γυναῖκες δὲ μόνον ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας.
 [01542]  τοσαύτας ἔχει τὰς φροντίδας, ὅσαι τὸ πλῆθός ἐστιν·
 [01696]  Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προαιρουμένης.
000-00-00 Serial Number=0846987844
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00302]  καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρπωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν.
 [00507]  Ἀλλὰ βιωτικὰς ἔχεις φροντίδας;
 [04117]  Τὸ γὰρ εὐδοκιμεῖν καὶ προκόπτειν ἐν δήμῳ, ὅσον λαμπρότερον ποιεῖ, τοσοῦτον μείζους τοὺς κινδύνους ἔχει καὶ τὰς φροντίδας·
000-00-00 Serial Number=0001620114
Epistula ad monachos Ante [Go Back]  
 [00005]  ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου τοῦτό ἐστιν, ἵνα ἀποχωρίσῃ καὶ ἀποβουκολήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρῃ φροντίδας καὶ ἡδονάς·
000-00-00 Serial Number=0434879065
Expositiones in Psalmos Ante [Go Back]  
 [00657]  Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν οἰκουμένην διατεμνόμενος ταῖς φροντίσιν·
000-00-00 Serial Number=0131134927
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00111]  διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ·
000-00-00 Serial Number=0991769195
In Ecclesiasten Ante [Go Back]  
 [00087]  Τεχνίτας συνήγαγεν, χρήματα ἀνήλωσεν, τὴν ἐπιθυμίαν ἐπλήρωσεν, ἀπετέμετο ἑταίρας, ἀρρωστίας ὑπέμεινεν, φροντίδας, προσκρούσματα, χάριτας ᾔτησεν, πάντα συνέδραμεν.
000-00-00 Serial Number=0749160826
In Joannem Ante [Go Back]  
 [01816]  Εἰ δέ τινες πράγματα αἰτιῶνται καὶ φροντίδας, καὶ πολλὴν τήν τε τῶν πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ἀσχολίαν·
000-00-00 Serial Number=0896602631
In Psalmum 118 Ante [Go Back]  
 [00045]  Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα τίθησι τῷ Θεῷ.
 [00152]  μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς.
 [00592]  Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι.
 [01125]  Ἐὰν γὰρ ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας εἰς βιωτικὰς φροντίδας ἀπαγώμεθα, καὶ ἡ σχολὴ ἡμῶν ἐν αὐταῖς τῇ ὥρᾳ ἐκείνῃ γένηται, καὶ καταλίπωμεν τὴν αἴνεσιν τοῦ Θεοῦ, οὐκ ἀνατεθείκαμεν ἐν ταῖς χερ σὶν αὐτοῦ τὰς ψυχὰς ἡμῶν.
000-00-00 Serial Number=0882927120
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν.
 [09999]  καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστρι-βόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς.
000-00-00 Serial Number=0575503945
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01026]  ὁ τοιοῦτος πλοῦτος καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος, καὶ ἡμῖν παρέχει φροντίδας·
 [03049]  ἄν τε γὰρ γήϊνα καὶ τῶν διαῤῥεόντων πραγμάτων κατασκεδάσῃς φροντίδας, ἔσβεσας τὸ πνεῦμα·
000-00-00 Serial Number=0730622590
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03993]  Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περι [62.594] παρέντες, εἰπέ μοι;
000-00-00 Serial Number=0004219294
In epistulam ad Colossenses Ante [Go Back]  
 [00294]  Οὐκοῦν ὁ μὲν ἐκείνους καλῶν, πρὸ πλειόνων ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ μερίμνας, οὔτε τὰς νύκτας καθεύδων, οὔτε τὰς ἡμέρας ἡσυχάζων·
000-00-00 Serial Number=0654071271
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους.
000-00-00 Serial Number=0230089068
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00131]  Βιωτικὰς ἔχεις φροντίδας;
000-00-00 Serial Number=0112814486
In illud Vidi dominum Ante [Go Back]  
 [00296]  Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν.
000-00-00 Serial Number=0069801807
In principium Actorum Ante [Go Back]  
 [00806]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην.
000-00-00 Serial Number=0070849121
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00036]  ἀπὸ δὲ τῆς ἀγο ρᾶς, καὶ τῶν θεάτρων, καὶ τῶν ἄλλων συλλόγων τῶν ἔξωθεν πολλὰς ἐπισυρόμενοι φροντίδας, καὶ ἀθυμίας, καὶ ψυχῆς νόσους, οἴκαδε ἀναχωροῦμεν.
000-00-00 Serial Number=0389179349
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00456]  ἀμέριμνόν σε ἐποίησε, σὺ δὲ ἐπινοεῖς φροντίδας.
 [00458]  Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσιν γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπεν, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι, ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς.
000-00-00 Serial Number=0657272160
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00085]  Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»