Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φοβεῖσθαι [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φοβεῖσθαι


000-00-00 Serial Number=0306736588
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00539]  «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεὸς αἰτεῖ παρά σου, ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτόν;» Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ' ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητόν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει;
000-00-00 Serial Number=0647276223
Ad populum Antiochenum Ante [Go Back]  
 [00438]  μανθανέτωσαν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ὅτι σωτῆρές εἰσι τῆς πόλεως οἱ Χριστιανοὶ, καὶ κηδεμόνες καὶ προστάται καὶ διδάσκαλοι, καὶ μανθανέτωσαν αὐτὸ τοῦτο οἱ ἀκόλαστοι [49.33] καὶ διεστραμμένοι, ὅτι καὶ τοὺς τοῦ Θεοῦ δούλους φοβεῖσθαι αὐτοὺς χρὴ, ἵνα κἂν ἕλωνταί ποτε φθέγξασθαί τι τοιοῦτον, ἀλλήλους πανταχοῦ περιβλέπωνται, καὶ τὰς σκιὰς τρέμωσιν, ἀγωνιῶντες μήπου ὁ Χριστιανὸς ἀκούσας ἐπιπηδήσῃ, καὶ κολάσῃ σφοδρότερον.
 [02182]  Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.
000-00-00 Serial Number=0923203707
Adversus Judaeos Ante [Go Back]  
 [02182]  Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως.
000-00-00 Serial Number=0890282094
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01265]  Ὥστε ὅπερ ἐκεῖ δέδοικας, τοῦτο καὶ ἐνταῦθα φοβεῖσθαι χρή·
 [01364]  ὥστε διὰ τούτους μᾶλλον θαῤῥεῖν χρὴ, ἢ δι' ἐκείνους φοβεῖσθαι.
000-00-00 Serial Number=0541964412
Commentarius in Job Ante [Go Back]  
 [00085]  εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος.
 [01416]  ἀνόητον γάρ», φησίν, «ἀγαθὸν ὄντα καὶ χρηστὸν τοιαῦτα φοβεῖσθαι καὶ τοιαῦτα ἐλπίζειν.
 [02877]  τοῖς γὰρ τοιούτοις ἐπεμβαίνειν οὐ χρὴ τοῖς ὑπὸ θεοῦ τιμωρουμένοις, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι, μάλιστα μὲν οὖν μηδενὶ ἐπιχαίρειν ἀπολλυμένῳ·
 [02887]  ἀλλ' ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ' αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.».
 [02891]  ὅτι αἰδεῖσθαι χρὴ καὶ φοβεῖσθαι.
 [02966]  εἰ γὰρ ἐγὼ ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς ταὐτὰ φοβεῖσθαι ὀφείλετε καὶ δεδοικέναι.
000-00-00 Serial Number=0115665019
De consubstantiali Ante [Go Back]  
 [00279]  τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾷν ἐκείνης ἐστι.
000-00-00 Serial Number=0245820522
De fugienda simulata specie Ante [Go Back]  
 [00078]  καὶ ἡμᾶς χρὴ ταῦτα φοβεῖσθαι.
000-00-00 Serial Number=0989082038
De incomprehensibili dei natura Ante [Go Back]  
 [00051]  Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τοῦτο δὲ ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθώς φησιν ὁ Παῦλος, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ' ἡμᾶς δὲ πάντα οἰχήσεται καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον.
000-00-00 Serial Number=0295613408
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00831]  Οὐδὲ γὰρ τὸ φοβεῖσθαι πληγὰς καταγνώσεως ἄξιον, ἀλλὰ τὸ διὰ τὸν φόβον τῶν πληγῶν ἀνάξιόν τι τῆς εὐσεβείας ὑπομεῖναι, ὥστε τὸ δεδοικέναι πληγὰς τὸν ἐν τοῖς ἀγῶσιν ἄληπτον θαυμαστότερον δείκνυσι τοῦ μὴ φοβουμένου.
 [00855]  Ποῖον γὰρ ἔγκλημα φοβεῖσθαι θάνατον;
000-00-00 Serial Number=0954571545
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00078]  Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι, οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου.
000-00-00 Serial Number=0679540396
De paenitentia [1] Ante [Go Back]  
 [01122]  εἰ γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή.
000-00-00 Serial Number=0086604059
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05999]  Οἱ γὰρ πολλὰ πταίοντες καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν·
000-00-00 Serial Number=0057002425
Expositiones in Psalmos Ante [Go Back]  
 [03504]  ∆ιὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν.
 [05267]  ∆ιὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν.
000-00-00 Serial Number=0758539259
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00894]  Βίος ἐνάρετος ἔσται, ζωῆς δὲ οὔσης ἀρίστης, καὶ θαῤῥεῖν χρὴ περὶ τῶν μελλόντων, καὶ οὐκέτι φοβεῖσθαι.
 [05055]  Εἰ μὲν οὖν ἐμὰ, φοβεῖσθαι αὐτὰ οὐ χρή·
000-00-00 Serial Number=0253232956
Fragmenta in Proverbia Ante [Go Back]  
 [00991]  Οὐχὶ ὁ φόβος ἁπλῶς ποιεῖ μόνον τὸ ὀρθῶς πορεύεσθαι, ἀλλὰ καὶ τὸ φοβεῖσθαι τὸν Θεόν·
 [01266]  λέγει καὶ περὶ τῶν ὑπηκόων, πῶς αὐτὸν φοβεῖσθαι χρή·
000-00-00 Serial Number=0658739269
In Acta apostolorum Ante [Go Back]  
 [00321]  Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ λαμβάνω, φησὶ, διὰ τὸ φοβεῖσθαι.
 [00335]  τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν;
 [04079]  Ὥστε οἱ πολλὰ πταίοντες, μὴ κολαζόμενοι, μᾶλλον ἢ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν·
000-00-00 Serial Number=0710958123
In Genesim sermones Ante [Go Back]  
 [00504]  Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, φησὶ, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.
 [00524]  Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.
000-00-00 Serial Number=0935588181
In Isaiam Ante [Go Back]  
 [02511]  ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς αἱ δέκα φυλαὶ πρὸς ἑαυτὰς ἐφελκύσονται τὸ τῶν βαρβάρων στρατόπεδον, ὑμῶν ἀποστήσαντες, τῇ τῆς οἰκείας ἁμαρτίας ὑπερβολῇ καὶ καθ' ἑαυτῶν καλέσαντες αὐτοὺς ἀπενεχθῶσιν, ἀπ' ἐκείνης χρὴ δεδοικέναι καὶ φοβεῖσθαι λοι πόν.
000-00-00 Serial Number=0555338144
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00102]  ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥητον εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδοκίαν, δεικνὺς ὅτι δεδοικέναι χρὴ καὶ φοβεῖσθαι.
000-00-00 Serial Number=0502667844
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04492]  ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει·
000-00-00 Serial Number=0178439975
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00387]  Θέλεις γὰρ, φησὶ, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν;
000-00-00 Serial Number=0785339892
In epistulam ad Colossenses Ante [Go Back]  
 [03176]  Τοῦτο γάρ ἐστι φοβεῖσθαι τὸν Θεὸν, ὅταν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν·
000-00-00 Serial Number=0499491215
In epistulam ad Ephesios Ante [Go Back]  
 [04160]  πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλησμένην;
 [04161]  Εἰ μὲν οὖν, ὡς δαίμονας καὶ μαινομένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς μωροὺς (καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φημὶ κἀγώ·
 [05655]  Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ·
 [05752]  Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖσθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα.
 [06264]  εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι·
000-00-00 Serial Number=0439984024
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00996]  Εἰ δὲ ὑπὲρ τοῦ μέρους φρίττεις, μὴ παραβάσεως κριθῇς, ἄλλως καὶ ὑπὲρ παντὸς ἀνάγκη φοβεῖσθαι·
000-00-00 Serial Number=0307165265
In epistulam ad Philippenses Ante [Go Back]  
 [00722]  Θέλεις γὰρ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν;
000-00-00 Serial Number=0827142537
In epistulam ad Romanos Ante [Go Back]  
 [05758]  Οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δίκαιον·
 [08595]  Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν;
 [08658]  Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν;
000-00-00 Serial Number=0340147734
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00213]  ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον.
 [00214]  Ἀληθῶς τοῦτο ἡδονή ἐστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον.
000-00-00 Serial Number=0269821107
In illud Ne timueritis Ante [Go Back]  
 [00546]  Εἰπέ μοι λοιπὸν καὶ τὸν τρόπον, δι' ὃν οὐκ ὀφείλω φοβεῖσθαι τὸν πλούσιον.
000-00-00 Serial Number=0012234092
In illud Pater si possibile est Ante [Go Back]  
 [00103]  Ὡς σοφὸς ἁλιεὺς ὑποκρίνομαι δειλιᾷν, ὑποκρίνομαι φοβεῖσθαι τὸν θάνατον, καὶ λέγω·
000-00-00 Serial Number=0378195822
In illud Vidi dominum Ante [Go Back]  
 [00912]  Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλόςτοῦτο καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν.
000-00-00 Serial Number=0938208580
In illud Vidua eligatur Ante [Go Back]  
 [00266]  Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον τὸ παιδίον τὸν πατέρα.
000-00-00 Serial Number=0971976459
In sanctum pascha [3] Ante [Go Back]  
 [00053]  Ὁ γὰρ μὴ φοβεῖσθαι ἀνθρώπῳ συμβουλεύων τὸν θάνατον, πῶς αὐτὸς φόβῳ τοῦ θανάτου συνείχετο;
000-00-00 Serial Number=0666754365
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00764]  Τότε καλεῖ τὸν Ἰησοῦν τὸν Ναυῆ, καὶ ἐντέλλεται ἡγεῖσθαι τοῦ λαοῦ, καὶ μὴ φοβεῖσθαι τοὺς πολεμίους, Θεὸν ἔχοντας βοηθόν.
 [01627]  καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο.
 [02603]  Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»