Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλοτιμίας [94]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλοτιμίας


000-00-00 Serial Number=0989941776
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00225]  ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες.
 [00387]  Ὑπεροψία χρημάτων τότε πολλὴ, τότε ὀργῆς ἀναίρεσις, τότε ὀλιγωρία φιλοτιμίας, καὶ οὔτε φθόνος ἐμφωλεῦσαι, οὐ τῦφος ἐκβακχεῦσαι τὸν ὑπὸ τοῦ πένθους συντριβέντα δύναιτ' ἂν, οὐκ ἐπιθυμία ἐμπίπρησι τὸν ἀκόλαστον, ἀλλὰ πάντων τούτων φυγαδευθέντων ἐκεῖθεν, εἷς μόνος κατοικίζεται λογισμὸς, ὁ τὴν εἰκόνα τοῦ τετελευτηκότος διακρατῶν συνεχῶς·
000-00-00 Serial Number=0228092790
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00166]  οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος·
000-00-00 Serial Number=0851957619
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01207]  μετὰ πολλῆς τῆς φιλοτιμίας τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν προαιρουμένους ταῖς ἀντιδόσεσι καὶ ταῖς ἀμοιβαῖς νικᾶν ἐσπούδακεν.
000-00-00 Serial Number=0402909517
Ad populum Antiochenum Ante [Go Back]  
 [00026]  Ποιοῦμεν δὲ τοῦτο οὐ φιλοτιμίας ἕνεκεν, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως παρασχεῖν ἐπίδειξιν σπουδάζοντες οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλ' ἅπερ ἂν ἡ τοῦ Πνεύματος ἐμπνεύσῃ χάρις, ἀλλ' ἵνα τοὺς ῥᾳθυμοτέρους τῶν ἀκροατῶν διεγείρωμεν, καὶ πείσωμεν πόσος τῶν Γραφῶν ὁ θησαυρὸς, καὶ ὡς οὐκ ἀσφαλὲς τὸ παρατρέχειν οὐδὲ ἀκίνδυνον.
 [06024]  ἔστι δὲ καὶ τῆς τοῦ δεδωκότος φιλοτιμίας τεκμήριον·
000-00-00 Serial Number=0169914663
Catecheses ad illuminandos Ante [Go Back]  
 [00273]  [2.1] Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας.
 [00299]  [2.8] Ἀλλ' ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ' αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν;
 [00595]  [4.4] Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύσασθαι κατηξιώθησαν.
 [00616]  Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον.
 [00621]  Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ' ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;
 [00639]  Ἀκούωμεν τοίνυν, παρακαλῶ, καὶ οἱ πάλαι μεμυημένοι καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς δεσποτικῆς, τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης·
 [00854]  Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι·
 [00856]  [5.22] Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας.
 [00867]  Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν αὔξει τὰς παρ' ἑαυτοῦ δωρεάς.
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
 [01115]  [7.24] Καὶ καθάπερ νῦν διὰ τῆς φαιδρᾶς ἐσθῆτος πᾶσι περίβλεπτοι τυγχάνετε καὶ δείκνυσιν ὑμῶν τῆς ἐν τῇ ψυχῇ καθαρότητος τὴν ὑπερβολὴν καὶ ἡ τῶν ἱματίων φαιδρότης, οὕτω καὶ τὸν ἑξῆς χρόνον καὶ ὑμᾶς τοὺς ἄρτι καταξιωθέντας τῆς δωρεᾶς καὶ πάντας τοὺς ἤδη τῆς αὐτῆς ὑμῖν ἀπολαύσαντας φιλοτιμίας, δίκαιον διὰ τῆς ἀρίστης πολιτείας πᾶσι καταδήλους γίνεσθαι καὶ φωτὸς δίκην καταυγάζειν πάντας τοὺς ὁρῶντας.
000-00-00 Serial Number=0546816707
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00481]  Ἐννόησον γάρ μοι τίς ἦν ὁ χρηστὸς ἐκεῖνος εἰς τὸ προάστειον ἀνιὼν καὶ τὸ μὲν μαρτύριον ὁρῶν ἑστηκὸς τὸν δὲ νεὼν ἐμπεπρησμένον καὶ τὸ εἴδωλον ἠφανισμένον καὶ τὰ ἀναθήματα ἀνηλωμένα καὶ τῆς τε ἑαυτοῦ φιλοτιμίας καὶ τῆς σατανικῆς πομπῆς πᾶσαν ἐξῃρημένην ὑπόμνησιν;
000-00-00 Serial Number=0569858134
De Christi divinitate Ante [Go Back]  
 [00231]  Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι [48.810] κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους, λῃστὰς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης.
000-00-00 Serial Number=0476991177
De Maccabeis Ante [Go Back]  
 [00141]  Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν ∆εσπότην μιμοῦνται ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας.
000-00-00 Serial Number=0514320076
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00075]  Ὢ πόση τῆς φιλανθρωπίας ἡ ὑπερβολή! ὢ πόση τῆς φιλοτιμίας ἡ ὑπεροχή! ποῖος ἀρκέσει λόγος πρὸς εὐχαριστίαν τοῦ τοσαῦτα πηγάζοντος ἡμῖν ἀγαθά;
000-00-00 Serial Number=0063649297
De cruce et latrone ii Ante [Go Back]  
 [00230]  Εἰ γὰρ ἐν σταυρῷ ὄντα τὸν λῃστὴν τοσαύτης ἠξίωσε τῆς φιλοτιμίας, πολλῷ μᾶλλον ἡμᾶς τῆς οἰκείας ἀξιώσει φιλανθρωπίας, εἰ βουληθείημεν τῶν πεπλημμελημένων τὴν ἐξομολόγησιν ποιήσασθαι.
000-00-00 Serial Number=0619213879
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00034]  Εἶτα μεταξὺ τῶν πάντων μείζονι παραβάλλουσιν αὐτὸν ποταμῷ τὸ τῆς φιλοτιμίας ἁδρὸν καὶ ἐκκεχυμένον τῇ τῶν Νειλῴων ὑδάτων ἀφθονίᾳ συγκρίνοντες, καὶ Νεῖλον αὐτὸν εἶναί φασι τῶν δωρεῶν.
000-00-00 Serial Number=0779363394
De paenitentia [1] Ante [Go Back]  
 [01516]  τὰ δὲ ἐκ προαιρέσεως καὶ ἐξ οἰκείας φιλοτιμίας λαμπροὺς ἔχει τοὺς στεφάνους.
000-00-00 Serial Number=0505885065
De virginitate Ante [Go Back]  
 [00166]  Καὶ καθάπερ τοὺς εὐνούχους ἡ τοῦ σώματος πήρωσις τῆς ἐπὶ τῷ πράγματι φιλοτιμίας ἐξέβαλεν, οὕτως ὑμᾶς ὁ διάβολος, τῆς φύσεως ὑμῖν ἀκεραίου μενούσης, τοὺς ὀρθοὺς περικόψας λογισμοὺς καὶ οὕτως εἰς τὴν ἀνάγκην τοῦ μὴ γαμεῖν καταστήσας, κατατείνει μὲν τοῖς πόνοις, τιμᾶσθαι δὲ οὐκ ἀφίησιν.
 [01052]  Τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς ὅτι πολλῷ βελτίων ἀσφάλεια φιλοτιμίας κενῆς καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν.
000-00-00 Serial Number=0642909408
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00873]  Εἰ τοίνυν καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους, τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας ὁ Θεὸς, εἰ εὐγνώμονες γενοίμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξοίμεθα, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησοίμεθα, πόσης οὐκ ἂν πάλιν ἀξιώσειε τῆς παρ' αὐτοῦ φιλοτιμίας;
 [01415]  Οὐ γὰρ ὑπὲρ ὠφελείας ἢ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασι.
 [03266]  ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῆς τοῦ ∆εσπότου φιλοτιμίας πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦλος;
 [03452]  Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ.
 [04979]  ἀλλ' οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας.
 [05152]  σὺ γὰρ αἴτιος εἶ τῆς ἐκείνου ἀπωλείας διὰ τῆς ἀκαίρου φιλοτιμίας.
 [07636]  ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας·
 [08212]  ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας·
000-00-00 Serial Number=0469568312
Epistulae Ante [Go Back]  
 [00331]  Οἶσθα γὰρ ἡλίκον ἔσται τοῦ πράγματος τὸ κέρδος καὶ διὰ τῆς παρουσίας τούτου τῆς εἰς τὴν Φοινίκην, καὶ διὰ τῆς φιλοτιμίας τῆς σῆς μεγαλοπρεπείας.
000-00-00 Serial Number=0713895798
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00469]  Οὐ γὰρ ἡ οἰκία σου παντὶ ἐλθόντι ἀνέῳκτο μόνον, ἀλλὰ καὶ πανταχοῦ γῆς καὶ θαλάσσης πολλοὶ ταύτης ἀπήλαυσαν τῆς φιλοτιμίας διὰ τῆς φιλοξενίας.
000-00-00 Serial Number=0495500743
Expositiones in Psalmos Ante [Go Back]  
 [00567]  ἐπειδὰν δὲ αὐξηθῶσι, ταῦτα ἀφελόντες αὐτῶν, ἕτερα μείζονα διδόασι, τὴν ἐπὶ τοῦ βήματος εὐδοκίμησιν, τὴν ἐν τῇ πόλει λαμπρότητα, τὴν ἐν ταῖς βασιλικαῖς αὐλαῖς παῤῥησίαν, ἀρχὰς καὶ δυναστείας, πάσης αὐτοὺς ἀπάγοντες τῆς παιδικῆς φιλοτιμίας.
000-00-00 Serial Number=0544423699
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00163]  Ἀλλὰ καθαροὶ δόξης ἦσαν, καὶ φιλοτιμίας·
000-00-00 Serial Number=0403941453
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00018]  ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε.
000-00-00 Serial Number=0244028330
In Acta apostolorum Ante [Go Back]  
 [02470]  οὕτω φιλοτιμίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐμιμοῦντο τὸν αὐτῶν.
 [02742]  Ὁρᾷς, πῶς φιλοτιμίας ὢν καθαρὸς, διωθεῖται τὴν εἰς αὐτὸν δόξαν;
 [03595]  Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦνται·
 [09999]  Μετὰ φιλοτιμίας ἡ τροφὴ, οὐ μόνον πρὸς αὐτάρκειαν, οὐδὲ πρὸς τὴν χρείαν.
 [09999]  Οὐ φιλοτιμίας τοίνυν τὰ διηγήματα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγματος·
 [09999]  Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα·
000-00-00 Serial Number=0155347288
In Joannem Ante [Go Back]  
 [00234]  ὃ περιττῆς φιλοτιμίας καὶ ἐσχάτης ἀνοίας ἦν·
 [00251]  Οὕτω πανταχοῦ φιλοτιμίας ἦσαν μόνης·
 [05206]  Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί.
 [05982]  Οὐδὲ γὰρ ὑπὲρ ὠφελείας καὶ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασιν·
 [05988]  Ὡς αὕτη γε ἡ κτῆσις Ἰουδαϊκῆς ἐστι φιλοτιμίας, τὸ ἐν τοῖς γράμμασι κατατίθεσθαι μόνον τὰς ἐντολάς·
000-00-00 Serial Number=0064151645
In Psalmos 101-107 Ante [Go Back]  
 [00302]  ∆ιδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον, ὥστε ἀνα καινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποτιθεμένην ἄνθρωπον, τὸν δὲ νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτί σαντος ἀναλαμβάνουσαν.
000-00-00 Serial Number=0596954882
In assumptionem domini Ante [Go Back]  
 [00010]  τίς τῆς ἀῤῥήτου φιλοτιμίας τοῦ ∆εσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον;
000-00-00 Serial Number=0658396244
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04873]  τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον·
 [05264]  Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην.
 [05554]  ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας·
 [07297]  καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ μὴ μόνον μὴ λαμβάνειν, ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐκ τοῦ ὑστερήματος·
000-00-00 Serial Number=0182018936
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02440]  καὶ ὁ δρόμος οὐκ εἰς τὸ μηδὲν χωρῶν, οὐδὲ ἰσχύος ἐπίδειξίς ἐστι καὶ φιλοτιμίας, ἀλλὰ πάντας ἕλκων εἰς τὸν οὐρανόν.
000-00-00 Serial Number=0424810529
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00007]  Ταῦτα δὲ ἡμῖν οὐ φιλοτιμίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς [61.11] ἐπίδειξιν πολυμαθείας·
 [00047]  Ἐπειδὴ δὲ αἰσχυνόμενοι οἱ διανειμάμενοι τὴν Ἐκκλησίαν, μὴ δόξωσι φιλοτιμίας ἕνεκεν τοῦτο πεποιηκέναι, προκαλύμματα τοῦ πάθους ἐπενόησαν, τὸ τὰ τελειότερα δῆθεν διδάσκειν, καὶ σοφώτεροι τῶν ἄλλων εἶναι·
 [02190]  Ἵνα γὰρ μὴ δόξῃ φιλοτιμίας ἕνεκεν εἰρηκέναι ταῦτα ἅπερ εἴρηκεν, ὅτι Ὁ πνευματικὸς ἀνακρίνει τὰ πάντα, καὶ ὅτι Ὑπ' οὐδενὸς ἀνακρίνεται, καὶ ὅτι Νοῦν Χριστοῦ ἔχομεν, καὶ τὸν τῦφον αὐτῶν καταστέλλων, ὅρα τί φησιν·
 [02296]  Εἶτα καὶ λιπαίνει πλέον αὐτὸ, κατορθώσας [61.72] ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι μετὰ φιλοτιμίας.
 [06629]  Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας.
 [07735]  οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι.
 [09999]  καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπί-ζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονη-ρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο.
000-00-00 Serial Number=0442956746
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00044]  Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ, ∆ιὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο ἀφωρίσθαι λέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιμίας καὶ ἀλαζονείας ἐστίν.
000-00-00 Serial Number=0586455107
In epistulam ad Colossenses Ante [Go Back]  
 [01773]  οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ μετὰ πολλῆς τῆς παρουσίας, πλέον ἢ ἐμάθετε, εἰ οἷόν τε, μετὰ πολλῆς τῆς φιλοτιμίας.
000-00-00 Serial Number=0249648988
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00550]  οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν.
 [02216]  ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης, καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμίας δείκνυσιν, οὕτω λέγων.
 [02236]  Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραν τῆς τοιαύτης ἀνοίγει φιλοτιμίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ' ὅμως.
000-00-00 Serial Number=0916500449
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02812]  Εἰ μὲν γὰρ ἐπιδείξεως ἦν ἡμῖν ὁ λόγος καὶ φιλοτιμίας, ἐχρῆν ἀεὶ μεταπηδᾷν καὶ μεταβαίνειν, οὐδὲν φροντίζοντας ὑμῶν ἕνεκεν, ἀλλὰ τῶν κρότων μόνον τῶν παρ' ὑμῶν·
 [03698]  Ἀπὸ τῆς προαιρέσεως τῆς σῆς, ἀπὸ τῆς φιλοτιμίας τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος·
 [05146]  Ὁ γὰρ διαταξάμενος Θεὸς ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο.
 [07730]  Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν·
000-00-00 Serial Number=0134146750
In epistulam ad Philippenses Ante [Go Back]  
 [01009]  Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί·
000-00-00 Serial Number=0264105797
In epistulam ad Romanos Ante [Go Back]  
 [02344]  Εἶδες φιλοτιμίας ὑπερβολήν;
 [04085]  καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακροτέρους ἐποίησε τοὺς διαύλους, κἂν μὴ πειθώμεθα, καὶ γέενναν ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων τὰ ζητούμενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτημοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ.
 [05056]  τὰ δὲ παρ' ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ' ὀφειλῆς.
 [07211]  Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, [60.582] ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ.
 [07253]  Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, [60.582] ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ.
 [09999]  Ῥίψασα τοίνυν ταῦτα πάντα, ἃ καὶ ἀγοραίων γυναῖκες, ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες μετὰ πολλῆς ἔχουσι τῆς φιλοτιμίας, περίθου φιλοσοφίαν, φιλοξενίαν, προστασίαν τῶν ἁγίων, κατάνυξιν, εὐχὰς συνεχεῖς.
 [09999]  Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτιμίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας·
000-00-00 Serial Number=0213034809
In illud Ne timueritis Ante [Go Back]  
 [00700]  ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς;
 [00741]  οὕτω τοὺς ἐλεεῖν εἰδότας, κἂν μὴ αὐτοὶ τῆς φιλοτιμίας ἀπολαύσωμεν, αἰδούμεθα, καὶ ποθοῦμεν, οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων παῖδας.
 [00786]  Τί οὖν μὴ καὶ ἡμεῖς πρὸς τὸ ὕψος ἀναβῶμεν ἐκεῖνο, ἀπαλλαγέντες τῆς ἀκαίρου ταύτης πλεονεξίας καὶ ἀχρήστου τρυφῆς καὶ φιλοτιμίας;
000-00-00 Serial Number=0287329316
In magnam feriam Ante [Go Back]  
 [00010]  ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας·
000-00-00 Serial Number=0488701165
In omnes sanctos Ante [Go Back]  
 [00064]  μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας·
000-00-00 Serial Number=0049319506
In principium Actorum Ante [Go Back]  
 [00463]  Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις·
000-00-00 Serial Number=0560762823
In sanctum pascha [1] Ante [Go Back]  
 [00144]  ἀκρόα σιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας.
000-00-00 Serial Number=0384037852
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00206]  Ὅρα τὰ σημεῖα ταῦτα οὐκ ἐκ φιλοτιμίας τῶν αἰτούντων λαμβάνοντα τὴν ἀρχὴν, ἀλλὰ ἀπὸ χρείας ἀναγκαίας ἔχοντα τὴν ὑπόθεσιν.
 [00820]  Πάντα γὰρ χρείας ἕνεκεν, οὐ φιλοτιμίας, ὁ Θεὸς πραγματεύεται.
000-00-00 Serial Number=0028897822
Quales ducendae sint uxores Ante [Go Back]  
 [00180]  Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλοτιμίας καὶ σοφίας ἔργον, τὸν ἐν τοῖς μείζοσι χρήσιμον, ἐν τοῖς ἐλάττοσι καταδεέστερον καὶ ἄχρηστον εἶναι, ἵνα ἀναγκαία γένηται τῆς γυναικὸς ἡ χρεία.
000-00-00 Serial Number=0187762737
Quod grave sit dei clementiam contemnere Ante [Go Back]  
 [00008]  Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, τὸν τῆς φιλανθρωπίας ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ·
000-00-00 Serial Number=0118333519
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00288]  Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται.
000-00-00 Serial Number=0042624593
Visio Danielis Ante [Go Back]  
 [00018]  ∆εξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Γερμανικοῦ καὶ ἑωρακὼς τὰς παρ' αὐτοῦ φιλοτιμίας εὐ(φ)ράνθη ἄγαν, ἀνέστη δὲ καὶ αὐτὸς καὶ συνήγαγεν ἐξ ὅλων τῶν ἐθνῶν Αἰθιωπίας πλῆθος στρατιᾶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»