Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φαίνεσθαι [127]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φαίνεσθαι


000-00-00 Serial Number=0088978767
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00211]  Ἀλλ' ἡμεῖς ὑπὸ τῆς ἀφάτου ῥᾳθυμίας, φορτικὰ τὰ κοῦφα ποιοῦμεν φαίνεσθαι τοῖς πολλοῖς.
 [00384]  ἕως δ' ἂν ἀκμάζῃ τὸ πένθος, οὐδενὸς αὐτοῖς τῶν παρόντων λόγος ἐστὶν, ἀλλὰ τὴν μανίαν, ἣν περὶ τὴν ἐπιμέλειαν καὶ τὴν συλλογὴν τῶν χρημάτων εἶχον, ἣν περὶ τὴν κτῆσιν τῆς δυναστείας καὶ τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, ὥσπερ τινὰ χόρτον, ἢ καὶ ἄνθος χόρτου, τῇ φλογὶ τῆς ἀθυμίας καταφλέξαντες, ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς, καὶ πρὸς τοσαύτην τότε ἡ διάνοια φιλοσοφίαν μεθίσταται, ὡς μηδὲ μέχρι ῥημάτων ἀνασχέσθαι τινὸς τῶν κατὰ τὸν παρόντα βίον ἡδέων, ἀλλὰ πάντα τὰ πρὸς ἡδονὴν εἶναι δοκοῦντα πρότερον προσίστασθαί τε αὐτοῖς καὶ πικρότατα φαίνεσθαι·
000-00-00 Serial Number=0502087772
Ad Eudoxiam i Ante [Go Back]  
 [00083]  [154)] ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς φαίνεσθαι;
000-00-00 Serial Number=0129154801
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00182]  Ἀλλ' ὅμως καὶ τὴν χρηστότητα τοῦ Θεοῦ οὐκ ἀπὸ τοῦ πραοτέραν εἶναι μόνον τῆς ἁμαρτίας τὴν τιμωρίαν εἴποιμι ἂν φαίνεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ κέρδος αὐτὴν ἔχειν οὐ τὸ τυχόν.
000-00-00 Serial Number=0836271584
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00454]  Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ' ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι.
000-00-00 Serial Number=0387467623
Ad populum Antiochenum Ante [Go Back]  
 [00532]  Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν μεταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθολῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς.
 [05066]  οὐδὲ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς ἡ τῶν πασχόντων διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά.
 [05936]  Ἀλλ' οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ' οὐδὲ ἐν [49.213] ενόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προτιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι.
000-00-00 Serial Number=0403740346
Adversus Judaeos Ante [Go Back]  
 [02718]  ∆ιὰ τοῦτο παραινῶ τὰς φήμας αὔξειν ἐκείνας, αἳ τὰ ἡμέτερα αἴρουσι πράγματα, καὶ μεγάλα ποιοῦσι φαίνεσθαι·
000-00-00 Serial Number=0282839656
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00058]  Οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκεν, καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπὰ φαίνεσθαι, ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχῃ παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς πλείων ὁ θόρυβος γίνηται καὶ μείζων ἡ ταραχή·
000-00-00 Serial Number=0049289286
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01108]  καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν.
000-00-00 Serial Number=0976197720
Catechesis de juramento Ante [Go Back]  
 [00252]  καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες.
000-00-00 Serial Number=0204200447
Commentarius in Job Ante [Go Back]  
 [00513]  εἶτα καὶ φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι.
 [01720]  τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει.
 [02235]  εἶτα καὶ παραβάλλει, πῶς ὀλιγοχρόνιος ἡ ἀνθρωπίνη ζωὴ ὡς μηδὲ φαίνεσθαι.
000-00-00 Serial Number=0431508183
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00141]  οὕτω δὲ ἑνοῦνται, ὡς μηδὲ σχῆμα ἢ ἴχνος φαίνεσθαι τῆς διαιρέσεως·
000-00-00 Serial Number=0203137219
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00191]  Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον.
000-00-00 Serial Number=0965093374
De Davide et Saule Ante [Go Back]  
 [00687]  Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συνδρομή·
 [00691]  καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ τὰς ὄψεις ποιεῖ φαίνεσθαι.
000-00-00 Serial Number=0136195123
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00024]  ἐάσεις) αὐτὰ φαίνεσθαι, ἐπισκοτήσεις αὐτοῖς, συσκιάσεις αὐτά.
 [00174]  Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκείνων.
000-00-00 Serial Number=0189479232
De Lazaro Ante [Go Back]  
 [00383]  καὶ αὐτὴν ταύτην πάλιν χαλεπωτέραν ἐποίει φαίνεσθαι τὸ ἐν πυλῶνι κεῖσθαι τοῦ πλουσίου.
000-00-00 Serial Number=0517358840
De eleemosyna [1] Ante [Go Back]  
 [00015]  αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι.
000-00-00 Serial Number=0508024216
De eleemosyna [3] Ante [Go Back]  
 [00014]  αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι.
000-00-00 Serial Number=0300615489
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00672]  Ὥστε κἂν μὴ δύνηται ἐκ πρώτης ἡλικίας ἔχειν γυναῖκα, ἀλλὰ μνηστὴν ἐκ πρώτης ἐχέτω καὶ φιλοτιμείσθω καλὸς φαίνεσθαι·
000-00-00 Serial Number=0566579461
De incomprehensibili dei natura Ante [Go Back]  
 [00016]  Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ' αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθούς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα.
 [00787]  Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται.
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
000-00-00 Serial Number=0024974167
De mansuetudine sermo Ante [Go Back]  
 [00022]  Ἂν δὲ ἄλλοι φανῶσί τινες εἰς φιλίαν ἄγειν τοὺς μαχομένους ἐθέλοντες, οὐκ ἂν δυνηθεῖεν αἰδέσιμοι φαίνεσθαι.
 [00111]  Καὶ γὰρ ὁ θειότατος Παῦλος ἀρετὴν ἀποστόλου δεῖξαι βουλόμενος, ἐκ τῆς ἡμερότητος μάλιστα βούλεται τὸν τοῦ Χριστοῦ διάκονον φαίνεσθαι·
000-00-00 Serial Number=0318430185
De paenitentia [1] Ante [Go Back]  
 [02524]  Ὅτι εἰ μυρία τραύματά τις ἔχει, μετανοήσει δὲ καὶ ποιήσει τὸ χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν, μηδὲ ἴχνος, μηδὲ δεῖγμα φαίνεσθαι τῶν προτέρων ἁμαρτημάτων·
000-00-00 Serial Number=0119641721
De precatione [1] Ante [Go Back]  
 [00005]  ∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς.
000-00-00 Serial Number=0608768344
De resurrectione mortuorum Ante [Go Back]  
 [00194]  ἐπὶ δὲ τοῦ Θεοῦ διστάζειν καὶ ἀμφιβάλλειν, καὶ πρὸ τῶν πόνων ἀπαιτεῖν τὰς ἀμοιβὰς, καὶ γεωργῶν καὶ ναυτῶν μικροψυχοτέρους φαίνεσθαι;
000-00-00 Serial Number=0650604784
De sacerdotio Ante [Go Back]  
 [00190]  {ΙΩ.} Καὶ τί τούτου τοῦ κέρδους, ἔφην, ἂν γένοιτο μεῖζον ἢ τὸ ταῦτα φαίνεσθαι πράττοντας ἅπερ δείγματα τῆς εἰς τὸν Χριστὸν ἀγάπης αὐτὸς ἔφησεν εἶναι ὁ Χριστός;
 [00756]  Ταῖς μὲν γὰρ καὶ ληρεῖν καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας καὶ κολακεύειν καὶ ἀναισχυντεῖν καὶ πανταχοῦ φαίνεσθαι καὶ τὸ περιϊέναι τὴν ἀγορὰν γέγονεν ἀδιάφορον·
 [01363]  ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων καὶ οὐκ ἐῶν φαίνεσθαι.
000-00-00 Serial Number=0434946537
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00119]  Οὐχ ὁρᾶτε βασιλέως εἰσιόντος εἰς πόλιν, μεθ' ὅσης εὐταξίας οἱ στρατιῶται στοιχηδὸν ἑκατέρωθεν καθωπλισμένοι βαδίζουσιν, ἀλλήλους παρακελευόμενοι [50.584] ἠρέμα, καὶ μετὰ φόβου πολλοῦ χωρεῖν, ὥστε τοῖς θεωροῦσιν αὐτοὺς ἀξιοθέατοι φαίνεσθαι;
000-00-00 Serial Number=0039868057
De sancta pentecoste Ante [Go Back]  
 [00020]  Ἰουδαϊκοῦ φρονήματός ἐστι τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι μόνον τῷ Θεῷ·
 [00022]  ἡμᾶς δὲ διαπαντὸς βούλεται ὁ Θεὸς φαίνεσθαι αὐτῷ.
 [00027]  ∆ιὰ τοῦτο ἐκέλευσε τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι τῷ Θεῷ·
 [00385]  διελέχθημεν περὶ ἑορτῶν Ἰουδαϊκῶν, καὶ τίνος ἕνεκεν τρὶς τοῦ ἐνιαυτοῦ κελεύει τοὺς Ἰουδαίους φαίνεσθαι αὐτῷ ὁ Θεός·
000-00-00 Serial Number=0288763165
De virginitate Ante [Go Back]  
 [01485]  Ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνόν, τὸ πλεῖστον αὐτοῦ μέρος ἀποφερόμενος·
 [01535]  Οὔτε γὰρ τὸ φαίνεσθαι οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ ἀλλὰ τὸ μὲν ἡ μὴ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς.
000-00-00 Serial Number=0538598835
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00316]  τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν, ὡς μοχθηρὸν, παρασκευάζει.
 [00741]  Κἂν γὰρ μυρία τραύματά τις ἔχων ἄνθρωπος, μετανοήσῃ καὶ ποιήσῃ τι χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν μηδὲ ἴχνος μηδὲ δεῖγμα φαίνεσθαι τῶν ἁμαρτημάτων.
 [08655]  Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι, καὶ κρύπτεσθαι.
000-00-00 Serial Number=0237028837
Epistula ad Cyriacum Ante [Go Back]  
 [00146]  Καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπέλαυσαν, ἀλλὰ μετ' ἐκεῖνα μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων.
 [00150]  Πορφυροπώλιδες γυναῖκες καὶ σκηνορράφοι καὶ σκυτοδέψαι πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων, παρ' αἰγιαλὸν καὶ θάλασσαν, πολλάκις δὲ καὶ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν.
 [00691]  ὅ τε γὰρ δικαστὴς ἥ τε κατήγορος παρὰ τοῖς πολλοῖς τὴν ἀλήθειαν οὐκ εἰδόσιν ἥ τε τιμωρία ἀξιόπιστον ποιεῖ τὸ δρᾶμα φαίνεσθαι.
000-00-00 Serial Number=0485427797
Epistulae Ante [Go Back]  
 [00198]  διὸ οὐδὲ μαθεῖν τι δεδυνήμεθα ὧν ἔφης ἐκεῖνον ἐρεῖν πρώην ἡμῖν ἐπιστέλλων, διὰ τὸ μηδαμοῦ τὸν ἄνθρωπον φαίνεσθαι.
 [03381]  Τοῦτο τὴν ἐρημίαν, ἐν ᾗ διατρίβομεν, οὐκ ἀφίησιν ἐρημίαν φαίνεσθαι·
000-00-00 Serial Number=0646664023
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00247]  [7.5] Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας, πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν.
 [00255]  Πολλάκις δὲ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν·
 [01050]  Ὅ τε γὰρ δικαστής, ἥ τε κατήγορος παρὰ τοῖς πολλοῖς καὶ τὴν ἀλήθειαν οὐκ εἰδόσιν, ἥ τε τιμωρία ἀξιόπιστον ἐποίει τὸ δρᾶμα φαίνεσθαι.
 [01124]  Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν δὲ πλέον ἐντεῦθεν ἀνύσαντες ἢ τὸ καταισχύνεσθαι καὶ γελᾶσθαι καὶ ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ φαίνεσθαι.
000-00-00 Serial Number=0631156027
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01418]  Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς δημιουργίας φαίνεσθαι βούλεται, ἀλλὰ καὶ ἀπὸ τῆς διατυπώσεως.
 [05269]  Τοῦτο γέγονε καὶ νῦν τοῦ Θεοῦ ἀφανεῖς αὐτοὺς κατά τινα ἀόρατον δύναμιν πεποιηκότος, ὡς ἑστᾶναι μὲν αὐτοὺς πρὸ πάντων, μὴ φαίνεσθαι δέ.
 [05940]  Τὸ δὲ, ἀπὸ φρυάγματος τοῦ Ἰορδάνου εἰς τόπον Ἐθὰμ, ὡσανεὶ αὐτόθι τῶν λεόντων εἰωθότων φαίνεσθαι.
000-00-00 Serial Number=0710577965
Fragmenta in Job Ante [Go Back]  
 [00285]  Φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι·
 [01384]  Πρὸς πλείονα δὲ ἐντροπὴν τοῦ Σωφὰρ, ὑπερβολικῶς εἶπεν, Ἐπερώτησον τὰ ἄλογα καὶ ἄψυχα, ἃ καὶ αὐτὰ διηγεῖται δόξαν Θεοῦ, τῷ φαίνεσθαι οὕτω φθέγγεσθαι, κἂν μὴ λαλῶσι·
 [01662]  Ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς, ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ Θεοῦ συνήγορον, περὶ οὗ πάντες διάληψιν ὡς σοφοῦ καὶ δυνατοῦ ἔχουσι, τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ Θεοῦ δύναμιν, δεικνὺς ὡς ἄμεινον αὐτὸν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ Θεοῦ, καί φησιν·
000-00-00 Serial Number=0061118305
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00042]  Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι.
000-00-00 Serial Number=0180578828
Homilia in martyres Ante [Go Back]  
 [00040]  Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας.
000-00-00 Serial Number=0496452630
In Acta apostolorum Ante [Go Back]  
 [01377]  Ἐπεὶ ἐξῆν αὐτοῖς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῷ ναῷ, διὰ τοῦτο ᾤκουν ἐκεῖ ἀπὸ πάντων τῶν ἐθνῶν εὐλαβεῖς ἄνδρες.
 [01754]  Πάλιν ἀναγκάζομαι ἀηδὴς φαίνεσθαι καὶ φορτικὸς καὶ βαρύς·
 [04052]  Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε φαίνεσθαι τὸ γενόμενον, διὰ δὴ τοῦτο καὶ ἐπ' αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον.
 [09344]  Οὐδαμοῦ γὰρ ἐβούλοντο ἀπὸ τῶν σκυθρωποτέρων φαίνεσθαι, εἰ καὶ εἰς ἐχθροὺς ταῦτα ἐγένετο.
 [09999]  Εἰκὸς τοίνυν ἦν Πνεῦμα μὲν αὐτοὺς ἔχειν, μὴ φαίνεσθαι δέ·
000-00-00 Serial Number=0963565111
In Eutropium Ante [Go Back]  
 [00104]  τὸν φαιδρὸν καὶ περιφανῆ πάντων ἐποίησεν εὐτελέστερον φαίνεσθαι νῦν.
000-00-00 Serial Number=0005526006
In Joannem Ante [Go Back]  
 [03870]  ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν.
000-00-00 Serial Number=0487248302
In Psalmos 101-107 Ante [Go Back]  
 [00177]  Ηὔχετο γὰρ ἰδεῖν, εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής.
 [00891]  Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντ έσταλται τῷ κατὰ Μωϋσέα, τρίτον φαίνεσθαι τοῦ ἐνιαυ τοῦ ἐνώπιον αὐτοῦ.
 [01414]  Καὶ ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι.
000-00-00 Serial Number=0406766474
In Psalmum 094 Ante [Go Back]  
 [00121]  Εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον, ἐλυπεῖτο Ἰωνᾶς ὡς ψεύστης μέλλων φαίνεσθαι.
000-00-00 Serial Number=0991656780
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00175]  τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν;
 [01078]  ἀλλὰ τοσούτῳ πάντως τοῦτο ἐκείνων μεῖζον, ὡς μηδὲν ἐκεῖνα πρὸς τοῦτο φαίνεσθαι.
 [02305]  μᾶλλον δὲ πολλῷ πλείονι, καὶ τοσαύτῃ, ὥστε μηδὲ δόξαν ἐκείνην φαίνεσθαι ταύτῃ παραβαλλομένην.
 [03579]  Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ·
 [05126]  Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι.
000-00-00 Serial Number=0894151390
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00516]  Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ' ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ' ἡμῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας;
000-00-00 Serial Number=0152670979
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02478]  Ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν.
000-00-00 Serial Number=0666601956
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01494]  τοὺς δὲ λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σημεῖα καὶ αἱ ἐκ τῆς Παλαιᾶς Γραφῆς μαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγομένων.
 [01642]  σοφίας περιεγενόμην, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι.
 [02941]  Ἐκεῖνα μὲν γὰρ καὶ φορτικὰ ποιεῖ φαίνεσθαι, καὶ ὡς κοινὸν ἐχθρὸν μισεῖσθαι·
 [03388]  Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους καὶ περιφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ μὲν ἐκείνοις μέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο·
 [03546]  Ἀλλ' ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι.
 [07459]  Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ·
 [09608]  Εἰ δὲ συνεκέ-ρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι·
 [09999]  εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι.
 [09999]  τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν ὡς μοχθηρὸν παρασκευάζει.
 [09999]  Ἀλλ' ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν.
000-00-00 Serial Number=0693839788
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02032]  τί τὸ ποιοῦν αὐτὴν οὕτω καλὴν φαίνεσθαι, καὶ χρῶμα ἔχειν θαυμαστόν;
000-00-00 Serial Number=0592534006
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01680]  καὶ γὰρ καὶ τοῦτο γυμνοῦσι πολλάκις, ὥστε τοῦ ζώσματος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φάρους παντὸς περὶ τὴν κεφαλὴν περιαγομένου.
 [02420]  ἀπὸ ἵππων, [62.558] καὶ πολυτελείας ἱματίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι.
 [02713]  Οὐκ ἄρα τὸ ἔχειν χρήματα ἀγαθὸν, ἀλλὰ τὸ μὴ ἔχειν ἀγαθὸν ποιεῖ φαίνεσθαι.
000-00-00 Serial Number=0892728209
In epistulam ad Colossenses Ante [Go Back]  
 [01893]  οὐκ ἐχάραξε μόνον, ἀλλ' ἐξήλειψεν, ὥστε μηδὲ φαίνεσθαι.
 [03173]  ἄλλον μὲν παρόντος φαίνεσθαι τοῦ δεσπότου, ἄλλον δὲ ἀπόντος.
 [03407]  Βούλει φαίνεσθαι καλὴ καὶ εὐπρεπής;
 [03410]  Θέλεις εὐπρεπὴς φαίνεσθαι;
 [03937]  Θέλεις διαθεῖναι τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι;
000-00-00 Serial Number=0190815032
In epistulam ad Ephesios Ante [Go Back]  
 [00121]  Ἀλλ' ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι.
 [05719]  Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο.
000-00-00 Serial Number=0138046265
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08239]  Τὴν γὰρ ἐλευθέραν οὐκ ἀπὸ τοῦ πλήθους τῶν ἀκολούθων φαίνεσθαι δεῖ·
000-00-00 Serial Number=0459377468
In epistulam ad Philippenses Ante [Go Back]  
 [00103]  Ὥστε ταύτης ἑαυτοὺς μὴ ἀποστερήσωμεν, ποιήσωμεν καλὴν φαίνεσθαι τὴν ψυχήν.
 [00395]  Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆμα, κἂν μέλλῃ δια [62.190] πτύεσθαι·
 [03375]  καὶ ἀπὸ τῶν αὐτῶν βούλονται φαίνεσθαι λαμπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων, ἔνθα φέρονται.
 [03889]  οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλπὶς, τὸ μῆκος μικρὸν ποιεῖ φαίνεσθαι.
000-00-00 Serial Number=0943809152
In epistulam ad Romanos Ante [Go Back]  
 [01348]  παρὰ μὲν γὰρ ἀνθρώποις ἴσως σεμνοὶ δύνανται φαίνεσθαι καὶ μεγάλα κομπάζειν, παρὰ δὲ τῷ Θεῷ, τοὐναντίον ἅπαν, Οἱ ποιηταὶ τοῦ νόμου δικαιοῦνται μόνον.
 [01808]  καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ μὴ κολάζοντα ἀπὸ τῶν ἡμετέρων κακῶν ἔχειν τὰ νικητήρια·
 [01829]  καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ μὴ κολάζοντα ἀπὸ τῶν ἡμετέρων κακῶν ἔχειν τὰ νικητήρια·
 [05325]  Οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ υἱοῦ μέλλοντος ἐπ' ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν·
 [05599]  Τί τοίνυν ἡμᾶς αὐτοὺς ἀφέντες, εἰς ἐκεῖνα τὴν σπουδὴν ἅπασαν κενοῦμεν, ἅπερ ἀπιόντας οὐκ ἔνι λαβεῖν, πολλάκις δὲ οὐδὲ ἐνταῦθα μένοντας κατασχεῖν, παρὸν οὕτω πλουτεῖν, ὡς μὴ [60.539] μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους;
 [06373]  Εἰ γὰρ Παῦλος οὐχ οὕτω βούλεται φαίνεσθαι δυνατός·
 [09020]  ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0332738221
In illud In faciem ei restiti Ante [Go Back]  
 [00013]  κόσμος μὲν, ὅτι οὕ τως αὐτὸν ἐχειρωσάμην, καὶ πρὸς τὸν ἔρωτα ἐπεσπα σάμην τὸν ἐμὸν, ὡς μηδαμοῦ μηδέποτε ἀνέχεσθαι χωρὶς τοῦ παιδὸς φαίνεσθαι·
000-00-00 Serial Number=0076778650
In illud Ne timueritis Ante [Go Back]  
 [00462]  Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι.
000-00-00 Serial Number=0799674451
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00088]  Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦ σαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ἐλθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομ πῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης;
000-00-00 Serial Number=0703435779
In illud Vidi dominum Ante [Go Back]  
 [00405]  τὴν δὲ τῶν πενήτων τράπεζαν οὐδὲν οὕτω ποιεῖ φαίνεσθαι λαμπράν, ὡς τὸ πεινῶντας ἀπαντῆσαι τοὺς μέλλοντας μετέχειν αὐτῆς.
 [01323]  καὶ γὰρ τοῦτο ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ πᾶσα ἀσφάλεια, τὸ κύκλῳ τοῦ θρόνου ἐκείνου φαίνεσθαι.
000-00-00 Serial Number=0962305605
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00274]  οὐκ εἰδότες, ὅτι ἰατροῦ μάλιστα τοῦτό ἐστι τὸ τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυσθαι, καὶ παρὰ τοὺς νοσοῦντας ἀεὶ φαίνεσθαι, ἀλλὰ μὴ φυγεῖν αὐτοὺς μηδὲ ἀποπηδᾷν.
000-00-00 Serial Number=0712734699
In principium Actorum Ante [Go Back]  
 [01351]  Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν.
000-00-00 Serial Number=0567831695
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00741]  ∆ιὰ τοῦτο δὲ καὶ ἐπὶ τοσοῦτον ἡ φλὸξ ἀνῆλθεν, ὥστε καὶ τοῖς ἔξωθεν φαίνεσθαι.
 [00742]  Καὶ ἡ ἐμβαλλομένη δὲ ὕλη ἱκανὴ ἦ αὐτοὺς πιστώσασθαι, καὶ τὸ μὴ δια λείπειν, καὶ τὸ ἐπὶ πολὺ φαίνεσθαι καιομένην, καὶ πάντων ἔμπροσθεν τοῦτο γενέσθαι.
 [01463]  Ἐγὼ τὸν Ἀντίχριστόν φημι μεταξύ τινων φαίνεσθαι βασι λέων.
000-00-00 Serial Number=0620887876
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00035]  ἆρα τὸ χρυσοῦν ἔχειν χαλινὸν καὶ τελαμῶνας τοιούτους καὶ στρωματόδεσμον ἐκ σηρικῶν νημάτων συγκείμενον καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους καὶ φάλαρα λιθοκόλλητα καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ καὶ βαδίζειν εὔρυθμα καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ καὶ ἀνδρείαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος καὶ τροπῆς γενομένης σῴζειν τὸν ἀναβάτην;
000-00-00 Serial Number=0794177830
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00149]  τί δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες καταφυγεῖν ἔχουσιν;
 [00374]  ∆εῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»