Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τυχὸν [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τυχὸν


000-00-00 Serial Number=0298041463
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00029]  Ἀλλ' ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν ἡμᾶς ἐνοχλήσῃ πάθος, καὶ ἰατροὺς καλοῦμεν, καὶ χρήματα ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [00131]  οὕτως ἐκ διαμέτρου πρὸς τὴν ἐναντίαν ἀντεταξάμεθα, εἰς κρίσεις καὶ μάχας καὶ δίκας καὶ ἀμφισβητήσεις τὸν ἅπαντα χρόνον ἀναλίσκοντες, καὶ μηδὲ βραχεῖαν ἐπήρειαν φέροντες, μὴ τὴν ἀπὸ τῶν πραγμάτων, μὴ τὴν ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ πρὸς τὸ τυχὸν ἐκθηριούμενοι.
000-00-00 Serial Number=0839865506
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00218]  Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον·
 [00472]  ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ' ἑαυτοῖς ἔχοντες;
000-00-00 Serial Number=0345924139
Ad illuminandos catecheses Ante [Go Back]  
 [00240]  βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολυορκία, οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων.
000-00-00 Serial Number=0120655954
Ad populum Antiochenum Ante [Go Back]  
 [02536]  Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα καὶ ἕτερα πλείω τούτων, ἅπερ ὁ ποιήσας οἶδε Θεός·
 [02818]  Καθάπερ γάρ τινες ἀδελφαὶ τὸν πατρῷον διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις ἐπηρεάζουσαι·
 [03314]  Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν ἐν ἡμῖν μελῶν ἡ καρδία, καὶ τῆς ζωῆς ἡμῶν ἁπάσης αὕτη τὸ κῦρος ἐγκεχείρισται, καὶ τὸ τυχὸν πληγείσης αὐτῆς θάνατος γίνεται, στεγανοῖς καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν·
000-00-00 Serial Number=0855237365
Adversus catharos Ante [Go Back]  
 [00010]  Καὶ γὰρ ἀκόρεστον ὑμῶν ὁρῶ τὴν ἀκοὴν οὖσαν, καὶ χρέος οὐ τὸ τυχὸν ὀφείλομεν τῷ μακαρίῳ Θεοδοσίῳ, οὐχ ὅτι βασιλεὺς ἦν, ἀλλ' ὅτι εὐσεβὴς, οὐχ ὅτι ἁλουργίδα ἦν περιβεβλημένος, ἀλλ' ὅτι Χριστὸν ἦν ἐνδεδυμένος, ἱμάτιον μηδέποτε παλαιούμενον, καὶ τὸν θώρακα ἐνεδέδυτο τῆς δικαιοσύνης, καὶ τὰ ὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, καὶ τὴν ἀσπίδα τῆς πίστεως, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου.
000-00-00 Serial Number=0662662566
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01569]  ὅταν δὲ λάβῃ μυρία τραύματα, καὶ μηδὲ τὸ τυχὸν ἔχῃ μέρος ὑγιὲς, τότε καθοπλίζειν καὶ διεγείρειν κείμενον ἤδη καὶ ἐξησθενηκότα.
000-00-00 Serial Number=0644378662
Catecheses ad illuminandos Ante [Go Back]  
 [00341]  [2.16] Καὶ μὴ νομιζέτωσαν τὸ τυχὸν εἶναι τὸ γινόμενον ἀλλ' εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν αὐτῶν πολλὴ αὐτοῖς κείσεται ἡ κατάγνωσις.
 [00605]  [4.7] Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος πρὸ τούτου διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προλαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν ∆αμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
000-00-00 Serial Number=0174755275
Commentarius in Job Ante [Go Back]  
 [01727]  οἱ γὰρ ἄνθρωποι καὶ μάλιστα ὁ δημώδης ὄχλος τὰ γενόμενα ἁπλῶς καὶ κατὰ τὸ τυχὸν κρίνων οὐκ ἀπὸ τῶν ἑκάστῳ πεπραγμένων φέρει τὰς ψήφους, ἀλλ' ἀπὸ τῶν τιμωριῶν καὶ τῶν κολάσεων.
 [04076]  καὶ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἰ τὸ τυχὸν [184] ἀφῃρέθη, ἄκαιρον εἶναι καὶ ἄχρηστον ἂν γενέσθαι.
000-00-00 Serial Number=0094550729
Contra ludos et theatra Ante [Go Back]  
 [00153]  Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα, εἰ παρίδητε τοσαύτην ἀπώλειαν, ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν.
000-00-00 Serial Number=0989888489
Contra theatra Ante [Go Back]  
 [00025]  Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πεπλημμέληται·
000-00-00 Serial Number=0777202845
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00140]  Οὗτος τότε τοῦ Χριστοῦ τὴν ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην παρήλασε μὲν οὐκ ἂν εἴποιμι μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν.
 [00302]  Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.
000-00-00 Serial Number=0682776868
De Davide et Saule Ante [Go Back]  
 [00529]  Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πεπλημμέληται·
000-00-00 Serial Number=0101003528
De Lazaro Ante [Go Back]  
 [00667]  ἀλλ' εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ' ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν·
 [01056]  Οὐκ ἔστι δὲ τὸ τυχὸν χαλινῶσαι ἐπιθυμίαν ἄτοπον, παῦσαι κενοδοξίαν, καταστεῖλαι ἀπόνοιαν, τρυφῆς ἀποστῆναι, ἐν σκληραγωγίᾳ διάγειν·
 [01402]  ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;
 [02550]  τυχὸν δὲ πιστεύει αὐτῷ δέκα ὀβολοὺς καὶ ποιεῖ αὐτῷ λόγον τῶν δέκα ὀβολῶν.
000-00-00 Serial Number=0628977358
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00088]  Ἐνταῦθά μοι πρὸς τοὺς παρ' ἡμῖν πιστοὺς ὁ λόγος ἐπείγεται, οἳ τῷ Χριστῷ πενομένῳ καὶ τῆς ἀναγκαίας ἀποροῦντι τροφῆς οὐδὲ τὸ τυχὸν ὀρέγειν ἐθέλουσιν·
000-00-00 Serial Number=0134594440
De incomprehensibili dei natura Ante [Go Back]  
 [00040]  Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ξήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος.
000-00-00 Serial Number=0036627471
De libello repudii Ante [Go Back]  
 [00015]  Καὶ γὰρ οὐ τὸ τυχὸν πρᾶγμα γάμος εὖ διακείμενος, ὥσπερ οὖν μυρίων συμφορῶν ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις.
000-00-00 Serial Number=0011375546
De paenitentia [1] Ante [Go Back]  
 [01028]  ὥσπερ πάλιν τοῦ Θεοῦ παρακαλοῦντος καὶ παραμυθουμένου, κἂν μυρία ἄνθρωποι παρενοχλῶσιν, οὐδὲ εἰς τὸ τυχὸν ἡμᾶς παραβλάψαι δυνήσονται·
 [01073]  Ἄνθρωποι μὲν γὰρ ἐὰν τυχὸν εὐεργετήσωσιν ἡμᾶς ποτε, εἶτα ἄκοντες αὐτοὺς λυπήσωμέν τι μικρὸν, εὐθὺς ὀνειδίζουσι τὴν εὐεργεσίαν προφέροντες ὡς πολλοὺς [49.306] καταρᾶσθαι ἑαυτοῖς, ὅτι ὅλως παρ' αὐτῶν εὐηργετήθησαν·
000-00-00 Serial Number=0232089818
De paenitentia [2] Ante [Go Back]  
 [00376]  Τὸν μὲν γὰρ ἐκείνης βίον καὶ φήμη τυχὸν διήγγελλε, καὶ μάλιστα λίαν οὔσης ἁμαρτωλοῦ·
000-00-00 Serial Number=0572571516
De sacerdotio Ante [Go Back]  
 [00969]  Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν , οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;
 [01214]  ἢν δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν διὰ πολλοῦ συμβεβηκός, καὶ ἐπαισθάνεται ταχέως καὶ ἐπιλαμβάνεται προχείρως καὶ μέμνηται διαπαντός, καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τὴν τῶν πολλῶν καὶ μεγάλων ἠλάττωσε δόξαν πολλάκις.
000-00-00 Serial Number=0230752885
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01783]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα πράττοντας, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [07591]  καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρίας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται.
 [08162]  καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται.
 [08426]  Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον τὸν τῷ σώματι αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον κἂν Ἕλληνες ἀποπνίγωνται, βορβόροις προσομιλοῦντα, καὶ πολλοῖς ἄλλοις τοιούτοις πράγμασι, καὶ μηδὲ τὸ τυχὸν τῆς κακίας προσλαμβανόμενον;
000-00-00 Serial Number=0154829383
Epistulae Ante [Go Back]  
 [03060]  Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν.
 [03149]  ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος;
 [03275]  οὕτως οὐ τὸ τυχὸν ἕσται κρῖμα ὀκνοῦσι, καὶ ἀναδυομένοις, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέρουσιν.
000-00-00 Serial Number=0874238074
Fragmenta in Job Ante [Go Back]  
 [01964]  ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρέθη ὁμοίως τῷ λόγῳ, πᾶσαν αὐτὴν λυμήνασθαι·
000-00-00 Serial Number=0678597450
Fragmenta in Proverbia Ante [Go Back]  
 [00963]  οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι·
000-00-00 Serial Number=0065262973
In Acta apostolorum Ante [Go Back]  
 [02871]  Καὶ τὸ κατὰ πρόσωπον δὲ Πιλάτου ἀρνήσασθαι, οὐκ ἦν τὸ τυχὸν, ἐκείνου βουλομένου ἀπολῦσαι·
 [03139]  νυνὶ δὲ ὡς τὸ τυχὸν οὕτω περιφέρομεν αὐτοῦ τὸ ὄνομα.
 [03589]  Οὐκ ἔστι τὸ τυχὸν ἁμαρτανόμενον, οὐδὲ κατορθούμενον, ἀλλὰ ἑκατέρωθεν μέγα, καὶ κακὸν καὶ καλόν.
 [08325]  ἂν ἀμεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠμέληται καὶ διέφθαρται.
 [09999]  καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθημένων τῶν στρατιωτῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ μαγικά.
000-00-00 Serial Number=0443535447
In Genesim sermones Ante [Go Back]  
 [01117]  ζήτημα γὰρ οὐ τὸ τυχὸν ἐπιφύεται.
000-00-00 Serial Number=0881410897
In Joannem Ante [Go Back]  
 [03359]  πολλῷ μᾶλλον Ἀνδρέας ἂν τοῦτο ἐποίησεν, αὐτὸς μὲν οὐχ ἡγούμενος πρὸς τὴν ἐξήγησιν πᾶσαν ἐξαρκεῖν, εἰς δὲ αὐτὴν τοῦ φωτὸς ἕλκων τὴν πηγὴν μετὰ τοσαύτης σπουδῆς καὶ χαρᾶς, ὡς μηδὲ τὸ τυχὸν ἀναβαλέσθαι καὶ μελλῆσαι ἐκεῖνον.
 [04116]  Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ' ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα·
000-00-00 Serial Number=0287205935
In Psalmos 101-107 Ante [Go Back]  
 [01194]  Τὰς μὲν γὰρ Ἰησοῦς ἐπετέλει περιπατῶν τυχὸν ἐπὶ τῆς θαλάσσης, ἐπιτιμῶν δὲ τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, καὶ μεταμορφῶν ἑαυτὸν ἐν τῷ
000-00-00 Serial Number=0599056661
In diem natalem Ante [Go Back]  
 [00053]  Οὐ μικρὸν, οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν.
 [00259]  Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων·
000-00-00 Serial Number=0013296962
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00012]  πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω·
000-00-00 Serial Number=0908698618
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06049]  Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογμάτων ἡμῖν ἀκρίβειαν τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγομένων τὴν κατανόησιν.
 [08757]  Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία·
 [09439]  ἀλλ' ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάντων ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά.
 [09999]  οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται.
000-00-00 Serial Number=0245625973
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03945]  τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον.
000-00-00 Serial Number=0852946937
In epistulam ad Ephesios Ante [Go Back]  
 [04255]  Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος.
000-00-00 Serial Number=0114174962
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00357]  Καὶ οὐκ εἶπεν, Ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ, Κἂν μικρόν τι εὐαγγελίζωνται παρ' ὃ εὐηγγελισάμεθα, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν.
 [01251]  οὐ γὰρ τὸ τυχὸν ἐπηγγειλάμεθα.
 [01603]  Καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι ὅσῳ καὶ ἡ φιλοστοργία μείζων, καὶ τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν.
 [01864]  θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι.
000-00-00 Serial Number=0268418133
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02782]  καὶ ἀνελθὼν ὁ ἀναγνώστης λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσημότερα ὑμῖν εἶναι, καὶ μὴ μόνον τὰ ἐγκείμενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γεγραμμένων, καὶ τίς ταῦτα εἴρηκεν.
 [09341]  Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι·
000-00-00 Serial Number=0429406881
In epistulam ad Philippenses Ante [Go Back]  
 [03369]  σὺ μὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων, ὁ δὲ πένης ἀργυρίου ὀλίγου.
000-00-00 Serial Number=0762785852
In epistulam ad Romanos Ante [Go Back]  
 [06228]  Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ ὁ τρόπος, ὅπερ οὐ τὸ τυχὸν καὶ εἰς βίου συμβάλλεται διδασκαλίαν ἡμῖν.
 [06455]  Καὶ γὰρ καὶ ἐκεῖνοι πρόῤῥιζοι πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον·
000-00-00 Serial Number=0251113296
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00147]  Ἐντεῦθεν παιδευόμεθα μηδέποτε ἐν τοῖς πνευματικοῖς μηδὲ τὸ τυχὸν ἀναβάλλεσθαι, ἀλλὰ πάντοτε καιρὸν ἐπιτήδειον ἡγεῖσθαι τὸν παραπίπτοντα.
000-00-00 Serial Number=0508237898
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00086]  Καὶ καθάπερ ἀδελφαὶ δύο οἰκείως πρὸς ἀλλή λας διακείμεναι, πατρῷον διανειμάμεναι κλῆ ρον ἐν σταθμοῖς καὶ ζυγοῖς, οὐδὲ τὸ τυχὸν ἑτέρα τὴν [56.145] ἑτέραν πλεονεκτεῖ·
 [00087]  οὕτω δὴ καὶ νὺξ καὶ ἡμέρα τὸν χρόνον ἅπαντα διελόμεναι, τοσαύτην διατηροῦσιν ἰσότητα, οὐδὲ τὸ τυχὸν ἀλλήλας πλεονεκτοῦσαι, ὅσην ἴστε διὰ τῆς πείρας αὐτῆς μαθόντες.
000-00-00 Serial Number=0008043289
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00020]  Οὐκ ἔστι τὸ τυχὸν κακὸν ἀδελφῶν ἀμελεῖν, ἀλλ' ἐσχάτη κόλασις, καὶ ἀπαραίτητος τιμωρία·
 [00047]  μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ' ἄν.
000-00-00 Serial Number=0382589519
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00740]  Καὶ οὐ μόνον οὐ κατεκαύθησαν, ἀλλ' οὐδὲ παρηνώχλησεν αὐτοὺς τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ τὸ τυχὸν οἷον, οὐδὲ θέρμην ᾔσθοντο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»