Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοιαύτας [136]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοιαύτας


000-00-00 Serial Number=0311830640
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00167]  Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι' ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολῆν.
 [00324]  Ἀλλ' εἰ μὲν νεκροὺς ἀναστῆσαι ἐκελευόμεθα, ἢ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, ἢ καθαρίσαι λεπροὺς, ἢ χωλοὺς ἀνορθῶσαι, ἢ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας ταύτης ἡμῖν·
000-00-00 Serial Number=0777990162
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00504]  καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδὸς καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον·
 [00917]  [16.2] Τί δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος καὶ αἰχμάλωτος καὶ δοῦλος καὶ δεσμώτης γεγονὼς καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσας καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ καὶ τοιαύτας ὑπομείνας διαβολάς;
000-00-00 Serial Number=0593073606
Ad populum Antiochenum Ante [Go Back]  
 [00390]  Ἀλλ' ἔστιν ἡμῖν ἓν ὅπλον μέγιστον ὃ πάσας ἱκανὸν τὰς τοιαύτας μηχανὰς ἀποκρούσασθαι, τὸ διὰ πάντων τούτων εὐχαριστεῖν τῷ Θεῷ.
 [03273]  Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν.
 [04019]  Εἰ γὰρ μετὰ τὴν εὐχὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολλοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προβαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν·
 [04374]  Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων διαβάλλειν.
 [04909]  Τοῦτο καὶ ὁ βασιλεὺς ἐποίησε τοιαύτας ἐπιθεὶς τιμωρίας, βλάβην μὲν οὐδεμίαν ἐχούσας, πολλὴν δὲ φερούσας τὴν διόρθωσιν.
000-00-00 Serial Number=0194637239
Adversus Judaeos Ante [Go Back]  
 [00162]  κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει;
000-00-00 Serial Number=0187004447
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00110]  Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεὶς οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀνονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς.
000-00-00 Serial Number=0006228507
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00344]  ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτοῦ εὐτελεστέραν περικείσθω στολήν·
 [01549]  ὁ μὴ πάντα συγχωρούμενος τὰ ἑαυτοῦ διδόναι, οἷς ἂν ἐθέλοι, ἢ ὁ πάντων ἀπηλλαγμένος τῶν ἀπαιτούντων τὰς τοιαύτας συνεισφοράς;
000-00-00 Serial Number=0597079277
Catecheses ad illuminandos Ante [Go Back]  
 [00122]  ∆ιὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυντον γλῶτταν.
000-00-00 Serial Number=0366458118
Commentarius in Job Ante [Go Back]  
 [03062]  «οὐ τοῦτο μόνον θαυμάσαι χρή», φησίν, «ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβάς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρους αὐτοὺς ποιεῖ.».
000-00-00 Serial Number=0370028138
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00079]  ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ' ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς.
 [00229]  Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι' ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι' ἑτέρας τινὰς τοιαύτας προφάσεις·
 [00354]  Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κορῶν τριωβολιμαίων ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ τὰς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξὶν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν·
000-00-00 Serial Number=0611698449
De Anna i Ante [Go Back]  
 [00464]  Ἀλλ' οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς.
000-00-00 Serial Number=0567046404
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00025]  οὐδὲ γὰρ Ἑλλήνων τις ἔτι τοιαύτας θυσίας τοῖς ἑαυτοῦ δαίμοσι προάγειν ἠνάγκασται.
 [00260]  ∆ιά τοι τοῦτο εἰς μανίαν τὰς τοιαύτας ἐκφέρει ψυχὰς ὁ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς ἵνα αὐτὰς ἐν ἐρημίᾳ τῶν θεραπευσόντων ἀπολαβὼν κατακόψῃ καὶ μυρίοις περιβάλῃ κακοῖς.
000-00-00 Serial Number=0347425878
De Davide et Saule Ante [Go Back]  
 [00091]  Ἀλλ' ὅμως τὸν δῆμον ἅπαντα καὶ τὴν οἰκίαν τοῦ βασιλέως οἰκειωσάμενος, καὶ κρατῶν ἐν τοῖς πολέμοις πανταχοῦ, καὶ οὐδαμοῦ διαμαρτάνων, καὶ τοιαύτας ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων ἀπολαβὼν τὰς ἀμοιβὰς, οὐκ ἐξετραχηλίζετο, οὐδὲ ἐπεθύμει τῆς βασιλείας, οὐδὲ ἠμύνατο τὸν ἐχθρὸν, ἀλλ' ἔμενεν εὐεργετῶν.
 [00107]  Καὶ τοιαύτας [54.681] αὐτῷ ἀντὶ τῶν κινδύνων τὰς ἀμοιβὰς ἐδίδου.
 [00573]  Οὐ γάρ ἐστιν ἴσον ἐπὶ τῆς Παλαιᾶς ὄντα τοιαῦτα φιλοσοφεῖν, καὶ νῦν μετὰ τὴν χάριν τοιαύτας χαρίζεσθαι δωρεάς.
000-00-00 Serial Number=0004517436
De Lazaro Ante [Go Back]  
 [00112]  καὶ μετὰ τοσαύτας καὶ τοιαύτας ψήφους ἐνέμεινεν ὅμως λέγων·
 [00483]  ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους.
000-00-00 Serial Number=0226052821
De Maccabeis Ante [Go Back]  
 [00110]  ποίας τοιαύτας ὠδῖνας;
000-00-00 Serial Number=0420516491
De beato Philogonio Ante [Go Back]  
 [00066]  Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν·
000-00-00 Serial Number=0947416008
De incomprehensibili dei natura Ante [Go Back]  
 [00938]  Καὶ πολλὰς τοιαύτας ἔστι συνάγειν μαρτυρίας.
000-00-00 Serial Number=0973345876
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00305]  Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τοιαύτας ἀκριβῶς ἐξετάσωμεν ἀπολογίας, ἀλλ' ἐννοοῦντες ὅτι ψυχῆς εἰσιν ὀδυνωμένης, ζητούσης εἰπεῖν τι ὑπὲρ τῶν ἡμαρτηκότων, οὕτως ἐκδεχώμεθα τὰ εἰρημένα.
000-00-00 Serial Number=0263171017
De paenitentia sermo 1 Ante [Go Back]  
 [00080]  ἆρα μνημονεύεις τὰς τοιαύτας σκυθρωπὰς φωνάς;
 [00361]  τοιαύτας γὰρ δωρεὰς χαρίζεται ἡ ἀσπλαγχνία τοῖς ἀγαπῶσιν αὐτήν.
000-00-00 Serial Number=0728351355
De patientia sermo 1 Ante [Go Back]  
 [00331]  Ὅσοι γὰρ πρὸ ῥύπου καὶ φθορᾶς τῆς δυσχεροῦς ταύτης καὶ πολυστενάκτου σαρκὸς ἐχωρίσθησαν νήπιοι, φωνὰς ἀποφθέγγονται τοιαύτας, πρὸς τοὺς τεκόντας, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ τοῖς πράγμασι·
000-00-00 Serial Number=0016343057
De perfecta caritate Ante [Go Back]  
 [00296]  Πῶς οὖν, ἐκείνων τοιαύτας δεδωκότων δίκας, ἡμεῖς οἱ τὰ χείρονα τούτων πράττοντες διαφευξώμεθα;
000-00-00 Serial Number=0039269805
De prophetiarum obscuritate Ante [Go Back]  
 [00389]  Ὅταν γὰρ εἰς ἀκοὰς τοσαύτας καὶ τοιαύτας σπείρηται τῆς εὐσεβείας ὁ [56.176] λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν.
000-00-00 Serial Number=0497283995
De resurrectione mortuorum Ante [Go Back]  
 [00202]  Καὶ ἐπὶ πάντων ἁπλῶς τῶν βιωτικῶν πολλὰς πολλάκις πρὸς τῷ τέλει συμφορὰς τοιαύτας συμβαίνειν εἰκός.
000-00-00 Serial Number=0980358124
De sacerdotio Ante [Go Back]  
 [00318]  καὶ γὰρ πολλὰ πρότερον διαλεχθείς, ὕστερον τοῦτο προσέθηκε, δεικνὺς ὡς οὐκ ἂν αὐτῷ μόνον ἀρκεῖσθαι δεῖ πρὸς τὰς τοιαύτας αἱρέσεις, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὸ παραλαμβάνειν χρή.
 [00717]  Τὸ δὲ τὰς τοιαύτας ἀπὸ τῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων καὶ παρὰ Θεοῦ τιμωρίαν καὶ παρὰ ἀνθρώπων φέρει τὴν ἐσχάτην κατάγνωσιν καὶ τοὺς εὖ ποιεῖν βουλομένους ὀκνηροτέρους καθίστησι.
 [01285]  Αἱ μὲν γὰρ παρὰ τῶν γυναικῶν γινόμεναι τῷ τῆς σωφροσύνης λυμαίνονται τόνῳ καὶ καταβάλλουσι πολλάκις ὅταν τις μὴ διαπαντὸς ἀγρυπνεῖν εἰδῇ πρὸς τὰς τοιαύτας ἐπιβουλάς·
 [01469]  ∆ιὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόσιτος καὶ ἀσυνουσίαστος καὶ ἀκοινώνητος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι, ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν·
000-00-00 Serial Number=0647285640
De sancta pentecoste Ante [Go Back]  
 [00067]  ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται.
000-00-00 Serial Number=0235553384
De sanctis martyribus [2] Ante [Go Back]  
 [00146]  Ἂν γὰρ ἴδῃ τοιαύτας ἐν τῇ διανοίᾳ τὰς γραφὰς, ἥξει μετὰ τοῦ Πατρὸς, καὶ μονὴν ποιήσει παρ' ἡμῖν σὺν τῷ Πνεύματι τῷ ἁγίῳ·
000-00-00 Serial Number=0891099274
De virginitate Ante [Go Back]  
 [01213]  Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρᾶς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς·
 [01618]  Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς, ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται, ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.
 [01702]  Ὅταν οὖν καὶ ἐνταῦθα κἀκεῖ μέριμνα ᾖ, καὶ ἐνταῦθα μὲν εἰκῇ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ «Θλῖψιν γὰρ τῇ σαρκί», φησίν, «ἕξουσιν οἱ τοιοῦτοι» , ἐκεῖ δὲ ἐπὶ τοῖς ἀπορρήτοις ἀγαθοῖς, τί μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης;
000-00-00 Serial Number=0100914240
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02855]  Περὶ γὰρ τῶν θεάτρων τούτων ἀκούσαντες τῶν παρανόμων καὶ τῆς ἀναίρου τέρψεως, Ῥωμαῖοι, φασὶν, ὡς οὐκ ἔχοντες παιδία καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν ἡδο [63.658] νάς.
 [03819]  Οὐ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου φραττόμεθα, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας παρατάξεις κεχρήμεθα.
 [05023]  Οἰκοδομήσωμεν δὲ μᾶλλον ἡμῶν ἐν οὐρανοῖς τὴν οἰκοδομὴν, ἔνθα οὐ χρεία τεκτόνων ἡμῖν οὐδὲ οἰκοδόμων, ἀλλ' αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκοδομάς·
 [05060]  Καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς.
 [05070]  Ἀλλ' εἰ μὲν νεκροὺς ἀναστῆσαι ἐκελευόμεθα, καὶ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, καὶ καθᾶραι λεπροὺς καὶ χωλοὺς ὀρθῶσαι, καὶ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας τῆς τοιαύτης ἡμῖν·
 [06532]  ἀλλ' ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας·
 [06942]  Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀνελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδίδου τὰς ἀμοιβάς.
 [09999]  Οὐχ ὁρᾷς τοὺς τὰς τοιαύτας ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς;
000-00-00 Serial Number=0629611433
Epistulae Ante [Go Back]  
 [00010]  Οὐ γὰρ τὴν τυχοῦσαν ἡμῖν χαριῇ χάριν, τοιαύτας πέμπουσα ἡμῖν ἐπιστολάς.
 [00376]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [00788]  δύναται γὰρ καὶ εἰκόνας τοιαύτας ὑπογράψαι τὸ γνησίως φιλεῖν.
 [01334]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [01746]  δύναται γὰρ καὶ εἰκόνας τοιαύτας ὑπογράψαι τὸ γνησίως φιλεῖν.
 [02953]  Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ μήκει τῆς τιμιότητός σου, καὶ πρὸς αὐτάς ἐσμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, ἀλλ' ὅμως τῷ τῆς ἀγάπης πτερῷ χρώμενοι, κούφῳ τε ὄντι, καὶ ῥᾳδίας τὰς τοιαύτας ἀποδημίας ἐργαζομένῳ, πλησίον τέ σού ἐσμεν, καὶ σύνεσμέν σοι, καὶ τὴν ὀφειλομένην τῶν γραμμάτων ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν τὴν προσήκουσαν ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν Ἀνατολὴν ποιήσασθαι σπουδήν.
 [03009]  ∆ίδου δὴ καὶ αὐτὸς ταύτην ἡμῖν τὴν χάριν, καὶ συνεχῶς ἡμῖν ἐπίστελλε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ τῷ γράφειν, καὶ τῷ δέχεσθαι τοιαύτας ἐπιστολὰς, πολλὴν καρπωσώμεθα τὴν παραμυθίαν καὶ εὐφροσύνην, καὶ μεγίστης, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, ἀπολαύσωμεν παρακλήσεως.
 [03312]  Ἵνα δὲ μὴ τῷ γράφειν μόνον, ἀλλὰ καὶ τῷ δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, εὐφραινώμεθα, πέμπε συνεχῶς ἡμῖν τοιαύτας ἐπιστολάς.
 [03460]  Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ἂν τοιαύτας δεχώμεθα παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολάς.
000-00-00 Serial Number=0506593585
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00475]  Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες·
 [01192]  Τὰ δὲ ὅπλα τὰ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ ἐφόδους καὶ κλοπὰς τοιαύτας διελέγχει, ἀλλὰ τὰς τῆς φύσεως κατεπάτησεν ἀνάγκας καὶ τὴν τυραννίδα κατέλυσε καὶ τὴν ἀκρόπολιν αὐτῶν καθεῖλε.
000-00-00 Serial Number=0673925936
Expositiones in Psalmos Ante [Go Back]  
 [01435]  Ταύτην δὴ τὴν ἀρετὴν κατορθώσας καὶ οὗτος οὐ μόνον οὐκ ἐδίωκε τὰς τοιαύτας συνουσίας, ἀλλὰ καὶ παρεκελεύετο τούτοις ἀποπηδᾷν ἑαυτοῦ.
 [01826]  Ὅτι γὰρ ἑαυτοὺς οἱ τοιοῦτοι λυμαίνονται, ἀκούειν ἔστι πολλῶν τῶν τὰς τοιαύτας διαλυόντων μάχας, τοῦτο παραινούντων αὐτοῖς·
 [02764]  Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες;
 [04527]  Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες;
000-00-00 Serial Number=0214592457
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02569]  Καὶ μὴν εἰς τοῦτο ἐδόθησαν, ἵνα ἀφέλωσι τὰς σωματικὰς τὰς ἀκουσίους, ἀλλ' οὐχὶ τὰς τοιαύτας.
000-00-00 Serial Number=0152102172
Fragmenta in Job Ante [Go Back]  
 [00893]  Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεμία οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀκονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς.
 [01583]  Καὶ νῦν ὁ Ἰὼβ, Οὐ τούτῳ μόνῳ, φησὶ, θαυμάσαι χρὴ, ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβὰς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρονας αὐτοὺς ποιεῖ.
 [01985]  ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις, οὕτω ποικίλας καὶ παντοδαπὰς, καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν·
000-00-00 Serial Number=0598545194
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00192]  Ἐπεὶ εἰ μέλλει τὰς τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων.
000-00-00 Serial Number=0669799626
In Acta apostolorum Ante [Go Back]  
 [08944]  Μετὰ τὰς τοιαύτας παννυχίδας καὶ ὕπνοι ἡδεῖς καὶ ἀποκαλύψεις θαυμασταί.
 [08958]  Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου.
 [09999]  τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόματος, τοῦ τοιαύτας διαμασωμένου τροφάς;
000-00-00 Serial Number=0661785841
In Heliam et viduam Ante [Go Back]  
 [00250]  Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον;
000-00-00 Serial Number=0756078660
In Isaiam Ante [Go Back]  
 [00826]  Νόμος ἦν αὐτοῖς ἄνωθεν κείμενος διὰ τὸ τῆς γνώμης εὐόλισθον καὶ τὸ τῆς διανοίας εὐεξαπάτητον μηδενὶ τῶν λοιπῶν ἀνθρώπων ἐπιμίγνυσθαι, ὥστε μὴ τὰς τοιαύτας συγγενείας ἀσεβείας ὑπόθεσιν γενέσθαι.
 [01396]  Ἐμφαντικώτερον γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν τοιαύτας ἐργάζηται προσωποποιίας.
000-00-00 Serial Number=0199945807
In Joannem Ante [Go Back]  
 [00130]  ∆έος οὖν οὐ μικρὸν, μὴ περὶ τὰς τοιαύτας ὑποσχέσεις ἀγνώμων τις γενόμενος, ἀνάξιον ἑαυτὸν καταστήσῃ τῶν μυστηρίων τούτων.
 [04038]  Εἰ μὲν γὰρ ἦν αἰσθητὰ τὰ τραύματα, ἢ καὶ τὸ σῶμα τὰς πληγὰς ἐλάμβανεν, οὐκ ἦν ἔργον διαγνῶναι τὰς τοιαύτας ἐπιβουλάς.
 [05619]  Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας·
 [05713]  Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις.
000-00-00 Serial Number=0875607550
In Kalendas Ante [Go Back]  
 [00099]  Τὸ πρὸς [48.957] ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονὴν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν.
000-00-00 Serial Number=0264332771
In Psalmos 101-107 Ante [Go Back]  
 [00181]  Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν φωνὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι·
000-00-00 Serial Number=0538525760
In Psalmum 092 Ante [Go Back]  
 [00017]  Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοή σαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα.
000-00-00 Serial Number=0332340837
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00069]  πάντως που τοιαύτας ἐντολὰς δεξάμενος·
000-00-00 Serial Number=0289213479
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01501]  Ἵν' οὖν μὴ εἰκῆ κόπτωμεν ἑαυτοὺς, μικρὰ πρὸς τὰς τοιαύτας διαλεχθῶμεν γυναῖκας·
 [01957]  Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων.
 [02603]  Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γραφαῖς εὕροι μαρτυρίας.
000-00-00 Serial Number=0841141939
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00300]  Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν.
000-00-00 Serial Number=0605217397
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02432]  Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων;
 [03052]  Οὕτω τοίνυν ἐπιστομίσας τοὺς τὰς τοιαύτας ποιουμένους κρίσεις, ὠδίνει λοιπὸν ἀποῤῥήξας τὸν θυμὸν ἐπὶ τὸν πεπορνευκότα ἐλθεῖν·
 [03525]  καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν.
 [06281]  καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας·
 [09532]  εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί-ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας.
 [09999]  Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας;
 [09999]  ∆ιόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυμαστὸς οὗτος καὶ μέγας ἀνὴρ, ἔλεγεν·
000-00-00 Serial Number=0990908504
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01701]  Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα;
000-00-00 Serial Number=0987582743
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02837]  Τὰς τοιαύτας χήρας τιμᾷν παραινεῖ, εἰκότως·
 [03420]  Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μὴ βουλόμενος ἀργὰς εἶναι καὶ περιέργους, λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν·
000-00-00 Serial Number=0973817348
In epistulam ad Colossenses Ante [Go Back]  
 [00341]  Καὶ ὄψει καὶ τούτους τοιαύτας ἔχοντας ψυχὰς, οἷα οὗτοι τὰ σώματα, λαμπρὰς, κεκοσμημένας.
000-00-00 Serial Number=0773841560
In epistulam ad Ephesios Ante [Go Back]  
 [01822]  Ἐκεῖθεν λάβωμεν τὸ ὑπόδειγμα, οὐχ ὥστε τοιαύτας φιλεῖν, πόρνας λέγω γυναῖκας, ἀλλ' ὥστε οὕτω φιλεῖν τοὺς ἐχθρούς.
000-00-00 Serial Number=0035084844
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01937]  Τοῦτο γὰρ πρὸς τροφὴν, πρὸς φωτισμὸν, πρὸς ἄλλας τοιαύτας ἐδόθη διακονίας, οὐχ ἵνα καίῃ τὰς οἰκίας·
000-00-00 Serial Number=0454907238
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01500]  Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν τὰς τοιαύτας, μήτε ἐκείνας παραγίνεσθαι.
 [03491]  Οὐκοῦν τοιαύτας ἀναφέρωμεν θυσίας τὰς ἐν ἐκείνῳ δυναμένας προσφέρεσθαι τῷ θυσιαστηρίῳ·
 [05405]  Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ τοῦτον καὶ τὰς ἄλλας τῆς ψυχῆς ἐνεργείας κατασκευάσαι τοιαύτας, οἵας ὁ Χριστὸς βούλεται·
 [07377]  Ἂν γὰρ μὴ τοῦτο, πῶς ἄνθρωπος καθήμενος ἐν ξένῃ, τοιαύτας εὐλογίας ἠδύνατο διδόναι;
 [08610]  ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ μύρα, τῶν ἀρωμάτων τὸ πλῆθος, τῆς στρωμνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται.
 [09064]  Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθμὸν δηλοῦσι τῶν πέντε μόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠμοὺς καὶ ἀπανθρώπους τῶν παρθένων, καὶ τὰς μὴ τοιαύτας.
 [09290]  αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι·
000-00-00 Serial Number=0022283316
In epistulam ad Philippenses Ante [Go Back]  
 [00364]  Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυμνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸ πλούτου πτωχεύσασιν.
 [00448]  ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συμβαίνει Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τουτέστι, τὰ συμ [62.191] φέροντα.
000-00-00 Serial Number=0527125299
In epistulam ad Romanos Ante [Go Back]  
 [02306]  Τί οὖν γένοιτ' ἂν ἡμῶν ὠμότερον μετὰ τοιαύτας ὑποσχέσεις μὴ ἀνεχομένων αὐτῷ δανείζειν;
 [02878]  Οὐ γὰρ μετ' ἀλλήλων φραττόμεθα κατ' ἐκείνου, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώμεθα παρατάξεις, δέον αὐτῷ μόνῳ πολεμεῖν.
 [03822]  Ἡ γὰρ τῶν χρημάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς·
 [05606]  Τοιαύτας καὶ ἡμεῖς ἑαυτοῖς κατασκευάσωμεν ἀποθήκας, τοιαύτας οἰκοδομήσωμεν ἑαυτοῖς οἰκίας.
 [07148]  Ὁ γὰρ ἐν αὐτῷ φαίνων ἥλιος οὐ τοιαύτας ἠφίει τὰς ἀκτῖνας, ὡς συσκιάζεσθαι τῇ τῶν πειρασμῶν συνδρομῇ, ἀλλὰ καὶ τότε μᾶλλον ἐξέλαμπον.
 [08275]  Οὐδὲ γὰρ εἶπεν, [60.608] Ὦ μιαρὲ, καὶ παμπόνηρε, καὶ προδότα, τοιαύτας ἡ μῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας·
000-00-00 Serial Number=0329188704
In epistulam ad Titum Ante [Go Back]  
 [00931]  οἰκέτην αὐτὸν λαβὼν πάντων μετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον ἐποίησα καὶ ἐμοῦ τι μείζονα, καὶ τοιαύτας μοι τὰς [62.687] ἀμοιβὰς ἀποδέδωκεν;
000-00-00 Serial Number=0160730422
In illud Domine non est in homine Ante [Go Back]  
 [00037]  Οὐ ταύτην δὲ μόνον μεμελετήκασι τὴν ῥῆσιν, ἀλλὰ καὶ ἑτέρας πρὸς ταύτην συνείρουσι τοιαύτας, ὅτι Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος·
000-00-00 Serial Number=0390409470
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00020]  ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμά των πνευματικῶν, τοιαύτας ἕξεις καὶ τὰς ἐρυγάς.
000-00-00 Serial Number=0215959728
In illud Vidua eligatur Ante [Go Back]  
 [00292]  οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως, ἀλλ' ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας·
 [00386]  καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς.
000-00-00 Serial Number=0133046746
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00073]  Πῶς δὲ καὶ οἱ μάγοι, εἰ οὐκ ἀληθείᾳ ἀπήρχοντο, τοιαύτας αὐτῷ προσφορὰς ἐκ τῶν οἰκείων ἐκόμιζον πόνων, μηνυούσας τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸ προφητικὸν πληρούσας, τὸ, Ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας;
000-00-00 Serial Number=0388072312
In parabolam de filio prodigo Ante [Go Back]  
 [00057]  τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς.
 [00229]  καὶ τοιαύτας δωρεὰς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος, καὶ τὴν εὐγένειαν καθυβρίσαντι.
000-00-00 Serial Number=0041635752
In principium Actorum Ante [Go Back]  
 [00278]  τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς.
000-00-00 Serial Number=0512525022
In principium jejuniorum Ante [Go Back]  
 [00057]  ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας;
000-00-00 Serial Number=0742618442
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00062]  Ὅτε μὲν γὰρ ἐτελώνει, ἐχρῆν σε τὰς τοιαύτας κατ' αὐτοῦ ἀνα βοῆσαι φωνάς·
000-00-00 Serial Number=0311554492
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00092]  Ὅτι οὐκ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ' ἀπὸ τῆς προ θέσεως τῶν προελομένων, τὰς τοιαύτας κρίνω θυσίας ἐγὼ, φησίν.
000-00-00 Serial Number=0264597416
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00065]  Καὶ γὰρ ᾔδεισαν ἀκριβῶς ὅσος κίνδυνος κεῖται τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τὰς τοιαύτας ποιουμένοις χειροτονίας.
 [00128]  Ὁ γὰρ διάβολος, κακουργὸς ὢν καὶ δεινὸς τὰς τοιαύτας ῥάπτειν ἐπιβουλὰς, προσεδόκησεν ὅτι, τοὺς ποιμένας ἐὰν ἀφέλῃ, τὰ ποίμνια ῥᾳδίως διασπάσαι δυνήσεται.
000-00-00 Serial Number=0113415420
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00606]  Ὁρᾷς καὶ βασιλείας γενομένας τοιαύτας;
000-00-00 Serial Number=0380621076
Quales ducendae sint uxores Ante [Go Back]  
 [00221]  ἔσται δὲ τοῦτο, ἐὰν τοιαύτας ἀγώμεθα νύμφας, αἳ πολλὴν μὲν εὐλάβειαν, πολλὴν δὲ σωφροσύνην, πολλὴν δὲ ἐπιείκειαν ἡμῖν εἰσαγαγεῖν δύνανται.
000-00-00 Serial Number=0325525105
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00098]  τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»