Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σφοδρότερον [190]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σφοδρότερον


000-00-00 Serial Number=0421955168
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00161]  Τί ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ' ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι;
000-00-00 Serial Number=0132125854
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00059]  Ἀλλὰ διανάστησον σαυτὸν, καὶ μὴ τῇ ματαίᾳ καὶ ἀλόγῳ τῶν πολλῶν ἑπόμενος δόξῃ, σφοδρότερον ἐργάσῃ καθ' ἡμῶν τὸν ἐχθρόν.
 [00856]  Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν, καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη;
 [00881]  Ἐπὶ μὲν γὰρ τοῦ κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο.
 [01077]  καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ' ἐκείνου ὁ Πονηρὸς τότε.
 [01257]  Εἰ δὲ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται εἰκοστὸν γὰρ λοιπὸν ἦγεν ἔτος, καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκόλαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐτῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχὺν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε·
 [01420]  οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο.
 [01505]  ἐκείνην καὶ θαυμαστὴν μονομαχίαν ἀναδεξάμενος, εὗρε τοῦ καταβληθέντος Γολιὰθ σφοδρότερον ἐχθρὸν τὸν εὐεργετηθέντα Σαούλ.
 [01604]  Καὶ οὐκ ἂν ἐπαύσατο θρηνῶν ἐπὶ πολὺ τὸν νεκρὸν, εἰ μὴ εἰσῆλθεν ὁ Ἰωὰβ, καὶ τὴν ἀτοπίαν τοῦ πράγματος ἔδειξε, καὶ σφοδρότερον διαλεχθεὶς ἀνέστησέ τε αὐτὸν, καὶ ἐν σχήματι τῷ προσήκοντι δέξασθαι τὴν στρατιὰν παρεσκεύασε.
 [01765]  ∆ιὰ γὰρ τοῦ ἤτρου σπασμοί τινες καὶ πάσης ἀλγηδόνος πικρότεροι πόνοι ποτὲ μὲν ὀβελίσκων χεῖρον διαπείροντες, ποτὲ δὲ πυρὸς σφοδρότερον διατρώγοντες, καὶ καθ' ἑκάστην ἡμέραν καὶ νύκτα διενοχλοῦντες, παρὰ τοῖς οὐκ εἰδόσι τὸ πάθος μαινομένου περιτιθέασι δόξαν αὐτῷ·
000-00-00 Serial Number=0414638698
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00004]  ∆εῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς.
 [00148]  Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολὴ, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότερον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν.
000-00-00 Serial Number=0265525460
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00062]  ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται·
 [00081]  κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν·
 [00243]  Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκείνης λήψεται πεῖραν, εἰ δέ τις ταύτης μὴ περιγένοιτο, σφοδρότερον αὐτὸν ἀπελθόντα ἐνθένδε καθέξει τότε ἐκείνη.
 [00257]  Εἰ γάρ ποτε ἐν βαλανείῳ γένοιο σφοδρότερον ἐκκεκαυμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ, καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης σφοδροῦ πρὸς ἐκείνην τὸν νοῦν τὴν φλόγα μετάστησον καὶ τότε δυνήσῃ διαστεῖλαι καλῶς.
 [00259]  Ἆρα βρύξομεν τοὺς ὀδόντας ὑπὸ τῶν πόνων καὶ τῶν ἀλγηδόνων τῶν ἀφορήτων ἐκείνων, ὁ δὲ ἐπαμύνων ἔσται οὐδείς, ἀλλ' οἰμώξομεν μεγάλα σφοδρότερον ἐπιτιθεμένης ἡμῖν τῆς φλογός·
000-00-00 Serial Number=0805089295
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00596]  [10.33] Ἐντεῦθεν αὐτῷ ξίφος ἠκονᾶτο πάλιν καὶ θάνατος ἐμελετᾶτο καὶ τὰ κύματα ἐπὶ τὸ μεῖζον ᾔρετο καὶ ἡ μανία τῆς γυναικὸς τῆς Βαβυλωνίας καμίνου σφοδρότερον ἀνήπτετο.
 [01090]  οἵ τε παιδοτρίβαι, ἐν τῇ παλαίστρᾳ πολλοῖς πόνοις τοὺς ἀθλοῦντας γυμνάζουσι, τῶν ἀντιπάλων σφοδρότερον αὐτοῖς ἐμπίπτοντες, ἵνα ἐν τῇ γυμνασίᾳ τὸ πᾶν κατορθώσαντες ἐν τοῖς αὐτῶν σώμασιν, ἐπὶ τῶν ἀγώνων εὐτρεπεῖς ὧσι καὶ παρεσκευασμένοι πρὸς τὰς λαβὰς τῶν ἐχθρῶν καὶ ῥᾳδίως αὐτὰς διαλύσωσιν, οὕτω καὶ ὁ Θεὸς ἐν τῷ παρόντι βίῳ ποιεῖ.
000-00-00 Serial Number=0347225428
Ad illuminandos catecheses Ante [Go Back]  
 [00482]  ὁ δὲ τῆς ἐλεημοσύνης καὶ σωφροσύνης κόσμος πᾶσαν μὲν ἐκβάλλει πονηρὰν ὑπόνοιαν, παντὸς δὲ δεσμοῦ σφοδρότερον ἐπισπάσεται τὸν σύνοικον.
000-00-00 Serial Number=0925834119
Ad populum Antiochenum Ante [Go Back]  
 [00438]  μανθανέτωσαν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ὅτι σωτῆρές εἰσι τῆς πόλεως οἱ Χριστιανοὶ, καὶ κηδεμόνες καὶ προστάται καὶ διδάσκαλοι, καὶ μανθανέτωσαν αὐτὸ τοῦτο οἱ ἀκόλαστοι [49.33] καὶ διεστραμμένοι, ὅτι καὶ τοὺς τοῦ Θεοῦ δούλους φοβεῖσθαι αὐτοὺς χρὴ, ἵνα κἂν ἕλωνταί ποτε φθέγξασθαί τι τοιοῦτον, ἀλλήλους πανταχοῦ περιβλέπωνται, καὶ τὰς σκιὰς τρέμωσιν, ἀγωνιῶντες μήπου ὁ Χριστιανὸς ἀκούσας ἐπιπηδήσῃ, καὶ κολάσῃ σφοδρότερον.
 [06074]  Οὐκ ἂν, εἰ κατέσκαψας τὰς ἄλλας πόλεις, οὕτως αὐτὰς ἐσωφρόνισας, ὡς νῦν διὰ τῆς ἀδήλου τῶν ἐσομένων προσδοκίας σφοδρότερον πάσης κολάσεως παιδεύσας αὐτούς.
000-00-00 Serial Number=0512456775
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00016]  οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά.
 [00191]  Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.
 [01487]  Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν·
 [01489]  Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσονται.
000-00-00 Serial Number=0972742617
Catecheses ad illuminandos Ante [Go Back]  
 [00474]  Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον·
 [01083]  [7.18] Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν τύραννον πῦρ πνέοντα καὶ θήγοντα τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύμενον καὶ πῦρ καὶ τήγανα καὶ λέβητας ὑποκαιομένους παρασκευάζοντα καὶ πάντα ποιοῦντα ὥστε περιγενέσθαι καὶ καταπαλαῖσαι αὐτῶν τὸν λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο.
000-00-00 Serial Number=0368923664
De Anna i Ante [Go Back]  
 [00034]  Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν.
 [00409]  ἀλλ' ὅταν πταίσωμεν, τότε καθικνεῖται μειζόνως ἡμῶν, καὶ δάκνει σφοδρότερον.
 [00814]  ἀλλ' ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφοδρότερον ἐκεῖ τρέχουσι, τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες.
000-00-00 Serial Number=0536764801
De Lazaro Ante [Go Back]  
 [01108]  Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σαυτοῦ τὸν διάβολον, καὶ μᾶλλον σαυτὸν ἐνέπληξας ταῖς ἀλγηδόσιν·
 [01462]  ∆ιὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν.
 [01810]  Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις.
000-00-00 Serial Number=0901588559
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0389575779
De diabolo tentatore Ante [Go Back]  
 [00008]  καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν ἐνηχήσωμεν, τοσούτῳ μᾶλλον ἀνάπτομεν τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα.
000-00-00 Serial Number=0615738630
De incomprehensibili dei natura Ante [Go Back]  
 [00623]  Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόρριζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου.
 [00825]  Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχοις ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαρρήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις;
 [00858]  ἐκεῖνος βασιλέα καθάπερ λέοντα θυμούμενον ἔστησε καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν.
000-00-00 Serial Number=0554376543
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00596]  οὕτω δὴ καὶ τῆς Παύλου γλώττης φθεγγομένης, καὶ πάντα πυρὸς σφοδρότερον ἐπιούσης, εἶκεν ἅπαντα καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ ψευδαποστόλων κακουργίαι·
000-00-00 Serial Number=0824583411
De non iterando conjugio Ante [Go Back]  
 [00018]  Εἰ γὰρ μηδὲ κρίνειν κελευόμεθα, ἵνα μὴ τῷ αὐτῷ μέτρῳ κριθῶμεν, μηδὲ σφοδροὶ τῶν ἑτέροις ἁμαρτανομένων γίνεσθαι δικασταί, ἀλλὰ συγγνωμονικοὶ καὶ ἥμεροι, ὅταν πράγματι σχολάζῃς καὶ κατακρίνῃς ἑτέρους, πάσης ἀποστερεῖς σεαυτὸν συγγνώμης, διὰ τῶν εἰς τὸν πλησίον σφοδρότερον σαυτῷ γίνεσθαι παρασκευάζων τὸν κριτήν.
000-00-00 Serial Number=0943100989
De paenitentia [1] Ante [Go Back]  
 [00032]  οὕτω καὶ Παῦλος, μᾶλλον δὲ καὶ πολλῷ τούτων σφοδρότερον ἀεὶ τοῖς μαθηταῖς προσήλωτο τοῖς αὑτοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν φυσικῶν τόκων οἱ τοῦ πνεύματός εἰσι θερμότεροι.
 [01312]  Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν.
000-00-00 Serial Number=0237633705
De paenitentia [2] Ante [Go Back]  
 [00033]  Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι.
000-00-00 Serial Number=0091279209
De patientia sermo 2 Ante [Go Back]  
 [00107]  εἶδες ζῆλον πυρὸς σφοδρότερον;
000-00-00 Serial Number=0256111741
De sacerdotio Ante [Go Back]  
 [00278]  εἰ δὲ καὶ ἐκτρέποιτό τινα τῆς εὐθείας ὁδοῦ καὶ τὴν ἀγαθὴν ἀφιέντα νομὴν λεπτόγεα καὶ ἀπόκρημνα βόσκοιτο χωρία, ἀρκεῖ βοήσαντα σφοδρότερον συνελάσαι πάλιν καὶ εἰς τὴν ποίμνην ἐπαναγαγεῖν τὸ χωρισθέν.
 [00647]  Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος.
 [01433]  Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα ἢ τὰ τῶν ἰδιωτῶν ∆ιά τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν κατηγορῶν σφοδρότερον, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰς παρ' αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων·
000-00-00 Serial Number=0771807015
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00069]  Καὶ γὰρ ἡ τῶν στρατιωτῶν ἔφοδος καὶ ὁ φόβος τῶν προσδοκωμένων κολαστηρίων, καὶ ἡ ἀπειλὴ τοῦ δικαστοῦ παντὸς κύματος σφοδρότερον προσπεσόντα ἤπειξεν αὐτὴν μετὰ πλείονος τάχους πρὸς τὸν οὐρανὸν ἀναπτῆναι·
000-00-00 Serial Number=0631642580
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00086]  Καὶ τὸ μὲν ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀνήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο·
 [00088]  ἀλλ' ὅταν τις υἱὸν ποθεινὸν, ἢ καὶ ἄνδρα αἰδέσιμον ἀποβάλῃ γυνὴ, ἕως μὲν ἂν αὐτοῦ διατηρῇ τὴν μνήμην ζέουσαν, καὶ τὸ πένθος σφοδρότερον ἐντρέφεται τῇ ψυχῇ·
 [00092]  [50.520] παντελῶς ἐξεβάλλετο, ἡ δὲ μνήμη οὐ συναπῄει τῇ λύπῃ, ἀλλὰ σφοδρότερον ηὔξετο.
000-00-00 Serial Number=0518871725
De virginitate Ante [Go Back]  
 [00677]  Ἂν δέ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται καὶ τὰ δι' ἐξουσίαν παρ' ἡμῶν καταφρονούμενα ταῦτα ὅταν τὸ κῦρος ἡμῶν ἐκφύγῃ σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε.
 [01134]  Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρὸν ἢ τομὴν ἢ καῦσιν ἤ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται ἀλλ' ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι, τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως οὐδὲ δι' ὅλου οὐδὲ ἐφεξῆς τὴν περὶ τῆς παρθενίας ὕφηνε συμβουλὴν ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν.
000-00-00 Serial Number=0394476771
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01130]  καὶ ἐπειδὴ καθ' ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτω σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινὸν, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος, παρακούσῃ τῶν λεγομένων·
 [01898]  Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχῃς ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις;
 [02029]  Ἀλλ' ἐπειδὴ σφοδρότερον τῶν ἀναξίως τῶν θείων μεταλαμβανόντων μυστηρίων καθηψάμεθα, ἀναγκαῖον καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους διαλεχθῆναι λοιπὸν, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα·
 [02610]  ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος, τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει σφοδρότερον.
 [02734]  Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σοῦ τὸν διάβολον·
 [02747]  ὥστε εἰς ἴσον καταλήγει, πολλάκις δὲ καὶ σφοδρότερον.
 [05935]  Εἴ ποτε οὖν ἐν βαλανείῳ γένοιο, σφοδρότερον κατεσκευασμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ·
 [07246]  καὶ ἐπειδὴ καθ' ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτως σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινόν·
 [07273]  Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι, τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς αὐτὸν ἐπανήγαγον.
 [07775]  Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο·
 [08086]  Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγον.
 [09999]  Ταῦτα μὲν γὰρ ὅταν ἐπιτεθῇ σφοδρότερον, τότε μάλιστα κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως·
000-00-00 Serial Number=0343284190
Epistula ad Cyriacum Ante [Go Back]  
 [00435]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς καὶ σής ἐστιν οὐχὶ ὀστέων, ἀλλὰ καὶ διανοίας καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξέων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων καὶ νόσος πολλοὺς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [00504]  Ἐκεῖνο τὸ πῦρ τούτου τοῦ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας δηλῶν.
 [00634]  Ἀλλ' ἐξεκαίετο σφοδρότερον ἡ φλὸξ καί, ἐπειδὴ οὐδὲν ἴσχυον ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς·
 [00666]  Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον;
000-00-00 Serial Number=0207494259
Epistulae Ante [Go Back]  
 [00204]  Καὶ γὰρ ὑπὸ βηχὸς πολεμεῖται χαλεπωτάτης, ἣν ἡ τοῦ ἔτους ὥρα σφοδρότερον ἐπιτρίβει, καὶ χαλεπωτέραν ποιεῖ.
 [00718]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [01676]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [03254]  Ἀλλὰ Θεοφίλῳ μὲν σφοδρότερον ἐπέστειλα, καθαψάμενος αὐτοῦ, Σαλουστίου δὲ ἕνεκεν τῇ σῇ ἐπιστέλλω τιμιότητι, ἐπειδὴ οἶδα πῶς αὐτοῦ σφοδρὸς ἐραστὴς εἶ·
 [03257]  Νῦν γοῦν παρακαλῶ, καὶ σαυτῷ καὶ ἡμῖν τὰ μέγιστα χαριζόμενος, διέγειρον αὐτὸν σφοδρότερον, καὶ μὴ ἔα αὐτὸν καθεύδειν, μηδὲ ἀργεῖν.
000-00-00 Serial Number=0170467079
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00555]  Εἶτα οὐκ ἀνεχόμενος ἑαυτὸν μετὰ τῶν ἄλλων ἐγκαταμίξαι, ἀλλὰ δεικνὺς ὅτι σφοδρότερον τῶν ἄλλων φιλεῖ, εἰπὼν ὅτι «Περισσοτέρως ἐσπουδάσαμεν καὶ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς», ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν καὶ μόνον στήσας ἐπήγαγεν·
 [00770]  Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα.
 [00843]  Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ», ἐκεῖνο τὸ πῦρ καὶ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας πάθος δηλῶν.
 [01025]  Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον, νέον σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου καὶ μαινομένης, οὕτω πλουτούσης, καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν , συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς;
000-00-00 Serial Number=0552239537
Expositiones in Psalmos Ante [Go Back]  
 [01477]  Τούτου τοῦ πυρὸς σφοδρότερον ἐπινέμεται ψυχὴν ἡ κακία.
 [03498]  καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ.
 [05261]  καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ.
 [06078]  ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται.
 [06408]  οὕτως, ἂν ἐδαφίσωμεν [55.163] ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν.
000-00-00 Serial Number=0782349408
Fragmenta in Job Ante [Go Back]  
 [00372]  καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.
 [01609]  καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί με σφοδρότερον τιμωρούμενος, ἢ ἀνίησι τῆς ἀπειλῆς.
000-00-00 Serial Number=0403238058
In Acta apostolorum Ante [Go Back]  
 [02134]  ἂν δέ τις αὐτὰ μαλάξῃ πρότερον, καὶ ἁπαλὰ ἐργάσηται, τότε νύττει σφοδρότερον·
 [02596]  Καὶ καθάπερ τὸ πῦρ ὅσα ἂν περιλάβῃ ξύλα, τοσούτῳ σφοδρότερον γίνεται·
 [02887]  ὅτε μάλιστα ἐσείσθησαν αὐτῶν αἱ ψυχαὶ, τότε πλήττει σφοδρότερον, ὅτε καὶ αἰσθέσθαι δύνανται.
 [04142]  Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται.
 [04144]  Καὶ πόθεν δῆλον, ὅτι σφοδρότερον αὐτοῖς ἐπετέθησαν;
 [06321]  Ἐν τοιούτῳ γὰρ ἀνεγίνωσκε καιρῷ, ἐν ᾧ σφοδρότερον ποιεῖ τὸ καῦμα ὁ ἥλιος.
 [06746]  Ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.
 [08301]  σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπληξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόμενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰ σαυτοῦ ποίησον·
 [09527]  Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον.
 [09999]  καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς.
 [09999]  ἀλλ' ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι.
 [09999]  ἐξ ἀρχῆς σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡμερώτερον.
 [09999]  Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλομαι, μή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν·
 [09999]  ἡ γὰρ ἐλεημοσύνη εἰσελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς σφοδρότερον.
000-00-00 Serial Number=0294417322
In Genesim sermones Ante [Go Back]  
 [00203]  οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέγοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον παραπέμπει τὸν λόγον.
 [00769]  ∆ιὰ τοῦτο ἐν ἑσπέρᾳ σφοδρότερον ἡμῖν ἐπιτίθενται, ὀμνύντες, ὁρκοῦντες, θρηνοῦντες, ὀλοφυρόμενοι, τὰς χεῖρας ἐκτείνοντες, μυρία ἕτερα ἀναισχυντεῖν ἀναγκαζόμενοι.
000-00-00 Serial Number=0296843886
In Isaiam Ante [Go Back]  
 [01052]  Καὶ αὐτοὶ δὲ οἱ παῖδες οἱ τρεῖς οὗτοι ἐν αὐτῷ τῆς ἡλικίας ὄντες τῷ ἄνθει, καὶ γαστρὸς ἐκράτησαν καὶ θανάτου φόβον ἐπάτησαν καὶ στρατοπέδου τοσούτου καὶ βασιλέως αὐτῆς τῆς καμίνου σφοδρότερον ἀφιέντος θυμὸν περιεγένοντο καὶ οὐδὲν αὐτοὺς κατέπληξεν, ἀλλ' ἔμειναν διηνεκῶς ἀδούλωτον τὸ φρόνημα ἔχοντες.
000-00-00 Serial Number=0449171126
In Joannem Ante [Go Back]  
 [02750]  Ὁρᾷς τοὺς μὲν σφοδρότερον ἐπικειμένους καὶ ἐπείγοντας καὶ ἐρωτῶντας πάλιν, καὶ οὐκ ἀφισταμένους·
 [03746]  ∆ιὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων·
 [03841]  Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον.
 [04094]  ∆ιὸ καὶ σφοδρότερον τοῖς λόγοις χρησάμενος, σπήλαιον ἐκάλεσεν ἐνταῦθα·
 [04809]  Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν.
 [05544]  ἀλλὰ τὸ τούτου ἑξῆς τέθεικε σφοδρότερον.
 [05561]  καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν.
000-00-00 Serial Number=0950868607
In Romanum martyrem Ante [Go Back]  
 [00012]  Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον, ἀρχόντων συγκεκίνηντο θρόνοι, δικασταὶ τὴν εἰς Χριστὸν ἐκήρυττον ἄρνησιν, πικρὰς νομοθέται τιμωρίας ἠπείλουν, πρὸς τὰς τῶν δαιμόνων ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βω μῶν εἵλκοντο βδελυρίαν γυναῖκες·
 [00034]  Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξ έκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον, [50.614] ὥσπερ ἐμποδίου τινὸς ἀπηλλαγμένος τῆς γλώττης·
000-00-00 Serial Number=0257238567
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00211]  Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελογήσατο, κἀκείνων σφοδρότερον καθήψατο.
 [00219]  ὅτε δὲ ἀπέδειξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων ἀξίους, ὑφειμένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατασκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας ἀφεὶς ἐναποκεῖσθαι.
000-00-00 Serial Number=0841241479
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02969]  Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως·
 [03934]  Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
 [04310]  Τοσαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν με νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους.
 [04758]  ∆ιὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον.
 [05786]  Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐνέπιπτον·
 [06073]  Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι.
 [07358]  εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς [61.588] ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις.
 [07623]  Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρόπαιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτμηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ μετὰ τὴν τελευτὴν σφοδρότερον κατασείων τῶν ἡμαρτηκότων τὴν διάνοιαν.
 [07962]  Ἤσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς.
000-00-00 Serial Number=0767394364
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00125]  Ἔνεστι μὲν γὰρ ἐν σοὶ, πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤῥησίας ἔμπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης·
 [02445]  καὶ πᾶσαν διαδραμὼν τὴν οἰκουμένην καθάπερ τις πτηνὸς, μᾶλλον δὲ καὶ πτηνοῦ σφοδρότερον·
000-00-00 Serial Number=0391950846
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00648]  Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ' αὐτῶν ὁπλίζεται σφοδρότερον.
 [04244]  ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ.
 [04635]  ἀλλ' ἐκεῖ μὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡμερώτερον.
 [05431]  Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι.
 [05433]  τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή.
 [06126]  Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα πάλιν καθικνεῖσθαι αὐτῶν σφοδρότερον.
 [07275]  ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον.
 [07907]  ∆ιὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως.
 [08389]  ἀλλ' ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κόμης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι·
 [08517]  Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι.
 [08738]  Ἐπιτρέψας ἐκώλυσε, καὶ [61.235] σφοδρότερον ἢ εἰ ἀπηγόρευσε.
 [09545]  νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκό-νος.
 [09999]  Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλ-λήλου τῷ ὑποκειμένῳ.
000-00-00 Serial Number=0996735990
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00073]  Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ' αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιμνίου διασπειρομένου.
000-00-00 Serial Number=0684516788
In epistulam ad Colossenses Ante [Go Back]  
 [02091]  Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν.
 [02440]  ἀλλὰ πάντων σφοδρότερον τοῦτο, ἀηδὲς μὲν εἰπεῖν, οὐ μὴν ἀνωφελὲς, ἀλλὰ καὶ ὠφέλιμον·
 [02570]  ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστήσεται.
 [03136]  αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει, ἀλλ' ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφοδρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ μείζων.
000-00-00 Serial Number=0302265704
In epistulam ad Ephesios Ante [Go Back]  
 [01307]  Οὐκ εἶπε, Λύσας, οὐκ εἶπεν, Ἀνελὼν, ἀλλ', ὃ πάντων σφοδρότερον ἦν, Ἀποκτείνας, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι.
 [03546]  Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦνται·
 [04329]  Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον·
 [05524]  Ὡς εἰς μείζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα·
000-00-00 Serial Number=0843245029
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00241]  ∆ιὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.
 [01973]  Καθάπερ γὰρ πῦρ ὁμιλῆσαν κηρῷ, μαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει.
000-00-00 Serial Number=0725128829
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01471]  τοῦ χρόνου δὲ προϊόντος σφοδρότερον τῷ πράγματι χρήσομαι·
 [01517]  εἰ γὰρ φίλον τις φέρει, σφοδρότερον τοῦ δέοντος ἐπιφερόμενον, τὸν σκοπὸν ἐξετάζων, καὶ ὅτι εὐνοϊκῶς, ἀλλ' οὐκ ἀλαζονευόμενος τοῦτο ποιεῖ·
 [02416]  Εἰ γὰρ [63.67] καὶ σφοδρότερον αὐτὸν τοῦ γέροντος ἡ ἐπιθυμία ἐνοχλεῖ, ἀλλ' ὅμως ἐστὶ πολλὰ, ἃ μᾶλλον τοῦ γέροντος ποιῆσαι δυνήσεται, καὶ ἐπᾴδειν τὸ θηρίον ἐκεῖνο.
 [07783]  ἐπεὶ κἂν σφοδρότερον εἴπῃς, μὴ ᾖ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως τεχθεῖσα, οὐδὲν ἐποίησας.
 [08168]  Ἕως ἂν αὐτὸν ἔχωμεν βοηθὸν, κἂν πάντων τῶν ἀνέμων σφοδρότερον πνεύσωσιν οἱ πειρασμοὶ, κάρφος ἡμῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόμενον.
 [08862]  καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ·
 [09467]  Καὶ παρατηροῦμεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν.
 [09875]  οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας.
000-00-00 Serial Number=0502512097
In epistulam ad Philemonem Ante [Go Back]  
 [00253]  Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου.
000-00-00 Serial Number=0088758290
In epistulam ad Philippenses Ante [Go Back]  
 [01919]  ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν.
000-00-00 Serial Number=0012331724
In epistulam ad Romanos Ante [Go Back]  
 [00397]  Οὐ γὰρ ἵστατό που τὸ κήρυγμα, ἀλλὰ πυρὸς σφοδρότερον πᾶσαν ἐπῄει τὴν οἰκουμένην.
 [01164]  τοῦτο οὖν πρῶτον εἰπὼν, διὰ τούτου σφοδρότερον πάλιν ἐν τοῖς ἑξῆς αὐτὸν χειροῦται, λέγων οὕτω·
 [02051]  Ὁρᾷς πῶς συνεχῶς ἀναμιμνήσκει τῶν πλημμελημάτων αὐτούς, [60.445] ἀνωτέρω μὲν λέγων, ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, μετὰ ταῦτα δὲ, ὅτι Πάντες ἥμαρτον, ἐνταῦθα δὲ σφοδρότερον.
 [04163]  Εἰ δὲ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς·
 [06516]  Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον·
 [09999]  Οὐ γὰρ ἐμοὶ νενίκηκε τὸ στρατόπεδον, ἀλλ' ἔτι πολεμοῦμαι σφοδρότερον ἢ πρότερον, καὶ τὰ σπλάγχνα μοι διακόπτεται νῦν μειζόνως.
000-00-00 Serial Number=0882175386
In epistulam ad Titum Ante [Go Back]  
 [00174]  Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα.
 [00928]  Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως ἡμᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήματα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάντων ἡμῖν, καὶ πολλὰ παρ' ἡμῶν εὖ παθόντων γενόμενα κακὰ μᾶλλον ἡμᾶς ἀνιᾷ καὶ λυπεῖ.
000-00-00 Serial Number=0288452506
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00013]  Μετεμελόμην, ἐπειδὴ σφοδρότερον ἔπληξα·
000-00-00 Serial Number=0209696829
In illud In faciem ei restiti Ante [Go Back]  
 [00419]  Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ' αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρα τιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενο μένων, μηκέτι παρ' ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ' ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι·
 [00426]  Ἀπαιτῆσαι ταῦτα τὰ ἐλλείμματα σφοδρότερον ὁ Πέ τρος ἐβούλετο, καὶ καθαρὰν εἰσπράξασθαι παρ' αὐ τῶν τὴν πίστιν.
 [00486]  προϊὼν δὲ καταφορικώτερον ποιεῖ καὶ σφοδρότερον.
 [00516]  Ἡμεῖς δὲ λοιπὸν τὸν Παύλου καὶ Πέτρου Θεὸν παρακαλέσωμεν, τὸν ἐκείνους ἀλλήλοις συνδήσαντα τοῖς τῆς ὁμονοίας δεσμοῖς, καὶ ἡμᾶς εἰς τὴν πρὸς ἀλλήλους ἀγάπην ἐπισφίγξαι σφοδρότερον·
000-00-00 Serial Number=0463236809
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00088]  Καὶ καθάπερ ἵππος κρημνὸν ἀπότομον ὑπερβαίνειν μέλλων, ὁρμᾷ μὲν ὡς ὑπερ βάλλεσθαι μέλλων, τὸ δὲ βάθος ἰδὼν ναρκᾷ καὶ συ στέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγ κάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην ἐνδεικνύμενος καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ·
000-00-00 Serial Number=0338298023
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00046]  Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ, εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.
000-00-00 Serial Number=0743570924
In illud Vidi dominum Ante [Go Back]  
 [00469]  Καὶ γὰρ καὶ ὁ διάβολος τότε σφοδρότερον πνεῖ.
 [01103]  οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν.
000-00-00 Serial Number=0623882592
In illud Vidua eligatur Ante [Go Back]  
 [00223]  νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ' ἐὰν σφοδρότερον καὶ τομώ [51.329] τερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν.
000-00-00 Serial Number=0132056475
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00097]  Τί πυρὸς σφοδρότερον;
000-00-00 Serial Number=0847708166
In principium Actorum Ante [Go Back]  
 [01027]  εἶδες ζεῦγος ἀνέμου σφοδρότερον;
000-00-00 Serial Number=0917733073
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00045]  Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν παθῶν πυρὸς σφοδρότερον καίειν εἴωθε τὴν διάνοιαν, εἰ μή τις γενναίως μεθ' ὑπομο νῆς καὶ πίστεως ἀνταγωνίζοιτο πρὸς ἕκαστον τῶν παθῶν·
 [00052]  Τῶν ἁγίων τοὺς μὲν ἤγαγεν ἐπὶ τήγανα, τοὺς δὲ εἰς λέβητας [50.678] ἐνέβαλε τοῦ πυρὸς σφοδρότερον ζέοντας·
000-00-00 Serial Number=0244218409
Laus Diodori episcopi Ante [Go Back]  
 [00067]  Καθάπερ γὰρ τότε ἡ τῶν σαλπίγγων ἠχὴ, πυρὸς σφοδρότερον τοῖς λίθοις προσπίπτουσα, πάντα ἀνήλισκε καὶ ἐδαπάνα·
000-00-00 Serial Number=0092582226
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00013]  Ἐπεὶ οὖν τῇ προτέρᾳ σφοδρότερον τὴν ἑκάστου διάνοιαν ἔδακεν ὁ λόγος, προσηνεστέρας ἡμῖν δεῖ τῆς διδασκαλίας τήμερον, καὶ ταῖς ἐκ τῶν ἐλέγχων γενομέναις ὀδύναις, ὥσπερ ἔλαιον, ἀναγκαῖον ἐπιστάξαι τοῦ λόγου τὸ προσηνὲς, πρότερον αὐτῶν ὑμᾶς ἀναμνήσαντες τῶν ἐλέγχων.
000-00-00 Serial Number=0751531303
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00011]  Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.
000-00-00 Serial Number=0100062490
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00060]  καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.
 [00239]  Τούτων γὰρ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν ὀδυνηρόν, ὅταν δὲ μήδε οἱ θεραπεύοντες ὦσι, μεῖζον γίνεται τὸ δεινόν, χαλεπωτέρα ἡ φλόξ, πικροτέρα ἡ ὀδύνη, ἀγριώτερος ὁ χειμών, σφοδρότερον τὸ κλυδώνιον, φλογωδεστέρα ἡ κάμινος.
000-00-00 Serial Number=0265833676
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00488]  Εἰ γὰρ Βασιλέα τῶν ἐπὶ γῆς λαβοῦσά τις νυμφίον, πάντων ἡγεῖται ἑαυτὴν εἶναι μακαριωτέραν, σὺ δὲ οὐ τὸν ἐπὶ γῆς, οὐδὲ τὸν ὁμόδουλον, ἀλλὰ τὸν ἐν τοῖς οὐρανοῖς, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τὸν ἐπάνω τῶν Χερουβὶμ καθήμενον, τὸν σείοντα τὴν γῆν, τὸν ἐκτείναντα τὸν οὐρανὸν, τὸν φοβερὸν μὲν τοῖς Χερουβὶμ, ἀπρόσιτον δὲ τοῖς Σεραφὶμ, οὐχὶ νυμφίον ἔχουσα μόνον, ἀλλὰ καὶ ἐραστὴν, καὶ ἐραστὴν παντὸς ἀνθρώπου σφοδρότερον, πῶς οὐ πάντα ἀφήσεις τὰ ἐνταῦθα, εἰ καὶ αὐτὴν δέοι προέσθαι τὴν ψυχήν;
 [00492]  κἂν τοῦτο ἐπιλέγῃς διηνεκῶς τὸ ῥῆμα, χρυσοῦ παντὸς καθαρωτέραν ἐργάσῃ τὴν ψυχὴν, πυρὸς σφοδρότερον τῆς λέξεως ταύτης τοῖς τῆς διανοίας ἐμπνεούσης λογισμοῖς, καὶ πᾶσαν ἐκκαθαιρούσης σου κηλῖδα.
000-00-00 Serial Number=0571925879
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00075]  Οὐ λέγω ὅτι τοσοῦτον πλῆθος πυρὸς σφοδρότερον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»