Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σάλπιγγος [85]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σάλπιγγος


000-00-00 Serial Number=0558492661
Ad populum Antiochenum Ante [Go Back]  
 [00004]  Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς λύρας τῆς πνευματικῆς;
 [01465]  Ὑμῖν λέγεται, ἔθνη, φυλαὶ, λαοὶ, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ὄντως γὰρ πεσεῖν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον·
 [02799]  ς αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα·
000-00-00 Serial Number=0203897655
Adversus Judaeos Ante [Go Back]  
 [01991]  Τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, καὶ διὰ τῶν ἄλλων ἁπάντων τῶν εἰς ὑμᾶς συμβεβηκότων, ἔτι διὰ λόγων ἀπόδειξιν ἐπιζητεῖτε·
 [02128]  σάλπιγγος δὲ λαμπρότερον διὰ τῆς ὄψεως πᾶσι παραινοῦσα, μηκέτι τοῖς τοιούτοις ἐπιχειρεῖν πράγμασι.
000-00-00 Serial Number=0692670465
Catecheses ad illuminandos Ante [Go Back]  
 [01018]  οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται καὶ πρὸς φιλοσοφίαν ἐναγαγεῖν καὶ τὴν τῶν παρόντων ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν ἀφιέντα φωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος καὶ τῆς ἀντιδόσεως τὴν ὑπερβολήν.
000-00-00 Serial Number=0138888657
Commentarius in Job Ante [Go Back]  
 [04278]  [39,25a] σάλπιγγος δέ, φησίν, σημαινούσης ἐρεῖ·
000-00-00 Serial Number=0500124216
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00357]  [11] Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων·
000-00-00 Serial Number=0004247129
Contra haereticos Ante [Go Back]  
 [00003]  Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδότες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφωνίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις.
000-00-00 Serial Number=0665889621
De Chananaea Ante [Go Back]  
 [00295]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
000-00-00 Serial Number=0346428454
De Christi divinitate Ante [Go Back]  
 [00193]  ∆ιὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φωνὴν σαφεστάτην ἀφεὶς, καὶ σάλπιγγος λαμπροτέραν ἁπάσης.
000-00-00 Serial Number=0745913029
De diabolo tentatore Ante [Go Back]  
 [00199]  Εἴθε μοι καὶ σάλπιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ.
000-00-00 Serial Number=0911656082
De incomprehensibili dei natura Ante [Go Back]  
 [00925]  σάλπιγγος γὰρ λαμπροτέραν ἀφῆκε φωνὴν ἱκανὴν καταισχῦναι πάντας τοὺς φιλονεικοῦντας.
000-00-00 Serial Number=0259336591
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00963]  [7.1] Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ πολλῶν στρατιωτῶν προηγουμένων, εἰς τὰς πόλεις εἰσίωσιν, ἅπας ὁ δῆμος συντρέχειν εἴωθεν, ὥστε καὶ τῆς ἠχῆς ἀκοῦσαι, καὶ τὸ σημεῖον ἰδεῖν ἐφ' ὑψηλοῦ φερόμενον, καὶ τοῦ βαστάζοντος τὴν ἀνδρείαν.
000-00-00 Serial Number=0869066060
De paenitentia [1] Ante [Go Back]  
 [00346]  Καὶ περιῄει ὁ Κάϊν, νόμος ἔμψυχος, στήλη κινουμένη, σιωπῶσα, καὶ σάλπιγγος λαμπροτέραν ἀφιεῖσα τὴν φωνήν.
000-00-00 Serial Number=0519064665
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00144]  καὶ μεγάλῃ ταῦτα βοῶ τῇ φωνῇ, καὶ σάλπιγγος λαμπρότερον, ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦναι, οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός.
000-00-00 Serial Number=0819007814
De precatione [1] Ante [Go Back]  
 [00241]  καὶ κατελύθη πόλεμος ἄνευ ὅπλων ἀπὸ τῆς προσευχῆς, σάλπιγγος μὲν οὐκ ἠχούσης, στρατιᾶς δὲ ἡσυχαζούσης, ὅπλων δὲ οὐ κινουμένων, γῆς δὲ οὐ φοινισσομένης, προσευχῆς δὲ ἀρκούσης εἰς φόβον τῶν ἀντιπάλων.
000-00-00 Serial Number=0106861472
De prophetiarum obscuritate Ante [Go Back]  
 [00470]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος·
000-00-00 Serial Number=0867751181
De sacerdotio Ante [Go Back]  
 [01264]  Οὐκ ἤκουσα τῆς σάλπιγγος, οὐ προῄδειν τὸν πόλεμον.
000-00-00 Serial Number=0149230003
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00011]  κἂν ἡμεῖς σιγήσωμεν, ἀρκεῖ μόνη ἡ ἑορτὴ καὶ τῆς ὑμετέρας σπουδῆς ἡ θερμότης σάλπιγγος λαμπρότερον ἀναβοῆσαι τοῦ ἁγίου Μελετίου τὸ φιλότεκνον·
000-00-00 Serial Number=0299849689
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00111]  Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος.
000-00-00 Serial Number=0800322175
De terrae motu Ante [Go Back]  
 [00060]  ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων·
000-00-00 Serial Number=0629410088
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03842]  Ἢ οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους, πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς κατωρθωκότας τῶν προγόνων;
 [03843]  Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος σφοδρότερος·
000-00-00 Serial Number=0588130236
Epistulae Ante [Go Back]  
 [00626]  Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε.
 [00720]  σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας.
 [01584]  Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε.
 [01678]  σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας.
 [02709]  Βοᾷ μὲν πανταχοῦ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, σάλπιγγος λαμπροτέραν ἀφιεῖσα φωνὴν, τὸν κάλλιστον ὑμῶν ζῆλον, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν, ἣν οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐ τῶν ἀνίατα νοσούντων ἡ παράλογος φιλονεικία, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν κατέλυσεν, οὐδὲ ἀμαυροτέραν ἐποίησε.
000-00-00 Serial Number=0061518133
Expositiones in Psalmos Ante [Go Back]  
 [06719]  ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ.
000-00-00 Serial Number=0530209422
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01194]  Ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου.
 [01690]  Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος·
000-00-00 Serial Number=0645070612
Fragmenta in Job Ante [Go Back]  
 [02037]  Ἀκούει, φησὶ, σάλπιγγος, καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα, καὶ πόῤῥωθεν ἀλαλάζει πολεμικόν.
000-00-00 Serial Number=0175181866
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον καὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι·
 [09999]  Ἰδοὺ διαμαρτύρομαι καὶ μεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ' ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάμην, ὅτι τὸν Χριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται.
000-00-00 Serial Number=0648263633
In Eutropium Ante [Go Back]  
 [00100]  καὶ οὕτω σιγῶν πάντας ἐκάλεσε, σάλπιγγος λαμπροτέραν φωνὴν διὰ τῶν πραγμάτων ἀφείς.
000-00-00 Serial Number=0976271749
In Isaiam Ante [Go Back]  
 [00615]  Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπροτέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας.
 [01624]  Καὶ στήσονται αἱ οἰκίαι οἰκήτορας μὲν οὐκ ἔχουσαι, σάλπιγγος δὲ πάσης λαμπροτέραν ἀφιεῖσαι φωνὴν κατὰ τῶν παρὰ τὴν ἀρχὴν ἡρπακότων αὐτάς, τῆς ἐρημώσεως τῆς ἐπιτεταμένης ἀντὶ τροπαίου τινὸς φαινομένης.
000-00-00 Serial Number=0937987149
In Joannem Ante [Go Back]  
 [01358]  Ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ὁ ἀπὸ τῆς σάλπιγγος ἠχῶν τῆς πνευματικῆς, τὸ, Ἦν, ἀκούσας παρὰ τοῦ Πνεύματος, οὐδὲν ἐπεζήτησε πλέον·
 [01967]  Οὐκ ἔτι γὰρ ποιμένες μόνον, οὐδὲ χῆραι γυναῖκες, οὐδὲ ἄνδρες πρεσβῦται ἡμᾶς εὐαγγελίζονται, ἀλλὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, πάσης σάλπιγγος λαμπρότερον βοῶσα, καὶ οὕτω γεγωνὸς, ὡς καὶ ἐνταῦθα αὐτῆς εὐθέως ἀκουσθῆναι τὸν ἦχον.
000-00-00 Serial Number=0653121710
In Psalmum 050 Ante [Go Back]  
 [00082]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
000-00-00 Serial Number=0394375741
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00608]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
000-00-00 Serial Number=0448140502
In Psalmum 094 Ante [Go Back]  
 [00002]  Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρ ίστησιν·
000-00-00 Serial Number=0641765654
In adorationem venerandae crucis Ante [Go Back]  
 [00155]  Ὁ γὰρ Κύριος καὶ Θεὸς Ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως [62.751] ἄκρου αὐτοῦ.
000-00-00 Serial Number=0433631897
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00030]  Ἀλλ' ὁ θαυμαστὸς ἀρχιερεὺς Ἀνανίας τὸ στόμα παίειν τοῦ Παύλου τοῖς ὑπηρέταις ἐκέλευσε, τὸ στόμα τοῦ Παύλου, τὸ στόμα τῆς χάριτος, τὸ στόμα τῆς ἀληθείας, τὸ πλῆκτρον τῆς ζωῆς, τὸ πάσης σάλπιγγος γενναιότερον, τὸ πάσης ἁρμονίας ἐμμελέστερον, τὸ ὄργανον τοῦ Χριστοῦ, τὸν αὐλὸν τοῦ Πνεύματος·
 [00048]  Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα·
000-00-00 Serial Number=0627308071
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00027]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, [52.795] καὶ τὴν περιφανῆ ταύτην καὶ λαμπρὰν ἑορτάζωμεν πανήγυριν, ἐπειδὴ καὶ κοινῇ πάντες τῆς ὑπ' αὐτοῦ δωρεᾶς ἀπηλαύσαμεν.
000-00-00 Serial Number=0275954843
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00061]  Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν·
 [00070]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος·
000-00-00 Serial Number=0828488648
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00098]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
 [00102]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
 [00105]  Ἐν φωνῇ δὲ σάλπιγγος, ἀρχαγγελικῆς δηλαδὴ, προσημαινούσης αὐτοῦ τὴν ἐν οὐρανοῖς ἄνοδον.
000-00-00 Serial Number=0112964869
In ascensionem Sermo 5 Ante [Go Back]  
 [00032]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
000-00-00 Serial Number=0120803297
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00718]  Πολλοὶ καὶ ἰδιῶται ἄνδρες φιλοσόφων οὕτω κατέπληξαν τὴν διάνοιαν, ὡς καὶ τὴν τῶν ἔργων ἐπιδειξάμενοι φιλοσοφίαν, καὶ φωνὴν σάλπιγγος λαμπροτέραν διὰ τῆς πολιτείας καὶ φιλοσοφίας ἀφέντες·
 [09999]  Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν.
000-00-00 Serial Number=0450986743
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00304]  δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν.
 [02088]  Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, [62.440] ἀπ' ἄκρων αὐτῶν.
 [02131]  ὅταν τὴν γῆν ἀναῤῥηγνυμένην ἴδωμεν καὶ πεπληρωμένην πάντων ἐκείνων, ὅταν τῶν σαλπίγγων ἀκούσωμεν, ὅταν τῆς φωνῆς τοῦ ἀρχαγγέλου πάσης σάλπιγγος λαμπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόμενον, ὅταν αὐτὸν παραγινόμενον τὸν ἁπάντων βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡμῖν ἔσται ἡ ψυχή;
000-00-00 Serial Number=0586840212
In epistulam ad Ephesios Ante [Go Back]  
 [02955]  Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐσημότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης.
000-00-00 Serial Number=0237568378
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02355]  Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν.
000-00-00 Serial Number=0798018157
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09102]  Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλ λῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημά των, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προσ τεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον·
 [09115]  Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
 [09166]  Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος;
 [09171]  Ἡ δὲ φωνὴ τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ.
 [09190]  Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ σάλπιγγος ἤχῳ, φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον.
000-00-00 Serial Number=0516265988
In epistulam ad Romanos Ante [Go Back]  
 [00004]  Συνεχῶς ἀκούων ἀναγινωσκομένων τῶν Ἐπιστολῶν τοῦ μακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς, καὶ διανίσταμαι, καὶ θερμαίνομαι τῷ πόθῳ, τὴν ἐμοὶ φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον ὁρᾷν·
 [00800]  Εἶτα οὐκ ἠκούσατε τοῦ οὐρανοῦ φωνὴν διὰ τῆς ὄψεως ἀφιέντος, τῆς εὐτάκτου πάντων ἁρμονίας σάλπιγγος λαμπρότερον βοώσης;
 [04794]  Ὁρῶν τοίνυν σάλπιγγος λαμπρότερον βοῶσαν τὴν τῶν πραγμάτων ἀλήθειαν, μὴ καταμαλακίζου, μηδὲ προδίδου τὴν τοσαύτην χάριν.
 [05589]  Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα.
 [06431]  Τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταῦτα προαναφωνῶσι;
000-00-00 Serial Number=0350230992
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00238]  Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς·
000-00-00 Serial Number=0319710493
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00090]  Οὕτω τοίνυν Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγε ται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ φωνὴν ἀφιεῖσαι, ἀλλὰ διὰ τῆς εὐταξίας, καὶ τοῦ ῥυθ μοῦ, καὶ τῆς ἰσότητος, καὶ τῶν ἀπαρεμποδίστων μέ τρων, σάλπιγγος λαμπρότερον τὸν ∆ημιουργὸν ἀνα κηρύττουσαι, οὐκ ἐν μιᾷ τῆς οἰκουμένης γωνίᾳ, ἀλλ' ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν.
000-00-00 Serial Number=0684648454
In illud Memor fui dei Ante [Go Back]  
 [00071]  Ὡς δὲ ἤκουσε τὸ μυστήριον, σάλπιγγος φωνὴν ἀντεφώ [61.691] νησεν·
000-00-00 Serial Number=0707205176
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00096]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Καὶ τὴν ἐκ δεξιῶν καθέδραν·
000-00-00 Serial Number=0474923193
In illud Vidi dominum Ante [Go Back]  
 [01010]  Ἐξῄει νόμος ἔμψυχος καὶ τὸ μέτωπον φωνὴν ἠφίει σάλπιγγος λαμπροτέραν.
000-00-00 Serial Number=0103104591
In principium Actorum Ante [Go Back]  
 [01032]  Οὐ γὰρ ἄνθρωπος αὐτῶν προηγεῖτο, φωνὴν ἀφιεὶς, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, καὶ ἡ διὰ τῶν θαυμάτων ἀπόδειξις πάσης σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν·
 [01038]  Εἶδες δεσμωτηρίου δύναμιν, καὶ ἀφέσεως ὀφλημάτων ἰσχὺν, καὶ ξίφος ἔχοντας, καὶ ζώνην ἐζωσμένους, καὶ ὀχήματι ὁδεύοντας, καὶ φωνὴν πάσης σάλπιγγος λαμπροτέραν προηγουμένην αὐτῶν, καὶ ἐν πολλῇ περιφανείᾳ ὄντας;
000-00-00 Serial Number=0112054050
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00058]  Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν λαμπρότερον σάλπιγγος βοῶντα τὴν ἐκείνου μνήμην καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρ όντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός.
000-00-00 Serial Number=0342224717
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00075]  Παρεκάλει γὰρ ἅπαντας πρὸς τὸν οἰκεῖον ζῆλον μεταναστῆναι, οὐχὶ διὰ τῆς φωνῆς μόνον συμβουλεύων, ἀλλὰ καὶ δι' αὐ τῶν τῶν πραγμάτων σάλπιγγος λαμπροτέραν ἀφιεὶς φωνήν.
000-00-00 Serial Number=0068155587
In sanctum Stephanum i Ante [Go Back]  
 [00019]  Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι' αὐτοῦ φθάσαι τὸν οὐρανόν.
000-00-00 Serial Number=0078534365
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00115]  πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν Κύριον πάλιν ἐρχόμενον, οὐκέτι μέντοι ταπεινῶς, ἀλλ ἐνδόξως μετὰ λαμπρότητος οὐρανίου, μετὰ φωτεινῶν ἀγγέλων, μετὰ σάλπιγγος καὶ φόβου καὶ χαρᾶς·
000-00-00 Serial Number=0170383871
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00115]  πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν Κύριον πάλιν ἐρχόμενον, οὐκέτι μέντοι ταπεινῶς, ἀλλ' ἐνδόξως μετὰ λαμπρότητος οὐρανίου, μετὰ φωτεινῶν ἀγγέλων, μετὰ σάλπιγγος καὶ φόβου καὶ χαρᾶς·
000-00-00 Serial Number=0463377833
Laus Diodori episcopi Ante [Go Back]  
 [00064]  Ἵν' οὖν καὶ γάλακτος ἀπολαύσωμεν, καὶ τοῦ μέλιτος ἐμφορηθῶμεν ἐνταῦθα τὸν ἡμέτερον καταπαύσαντες λόγον, ἀκούσωμεν τῆς λύρας καὶ τῆς σάλπιγγος.
 [00068]  οὕτω καὶ ἡ τούτου φωνὴ νῦν, οὐχ ἧττον τῆς σάλπιγγος ἐκείνης τοῖς τῶν αἱρετικῶν ὀχυρώμασιν ἐμπεσοῦσα, λογι [52.765] σμοὺς καθαιρεῖ, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»