Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσωπεῖον [56]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσωπεῖον


000-00-00 Serial Number=0654508889
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01506]  Οὐ γὰρ ἐκ τοῦ φανεροῦ πρὸς αὐτὸν παρετάττετο, ἀλλὰ τὸ τῶν φιλούντων προσωπεῖον ὑποδὺς, καὶ τὸν τιμῶντα καὶ κηδόμενον ὑποκρινάμενος, οὕτως αὐτὸν διετίθει τὰ τῶν ἐχθρῶν.
000-00-00 Serial Number=0807755709
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01029]  Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διερρύη καὶ ὅπερ ἦσαν ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνοντο καὶ ἠπάτων;
000-00-00 Serial Number=0517876089
Ad populum Antiochenum Ante [Go Back]  
 [01760]  καὶ τὸ μὲν εὐκαταφρόνητον φρίττει προσωπεῖον, τὸ δ' ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ·
 [01761]  οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκαταφρόνητον προσωπεῖον, ἁμαρτίαν δ' οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερὸν, καὶ πυρὸς δίκην κατεσθίει τὸ συνειδός.
000-00-00 Serial Number=0815432429
Ad viduam juniorem Ante [Go Back]  
 [00179]  ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς.
000-00-00 Serial Number=0826510966
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00147]  ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε·
000-00-00 Serial Number=0519532681
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00373]  Γόης δὲ ὢν καὶ μιαρὸς τὸ μὲν πρῶτον τὰ τοῦ Κυρίου φρονεῖν ὑπεκρίνατο διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα, ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε ῥίψας τὸ προσωπεῖον λοιπὸν γυμνῇ τῇ κεφαλῇ ἢν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε ταύτην εἰς μέσον ἐξήγαγε καὶ πᾶσιν ἐποίησε φανερὰν καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν.
 [00705]  Καὶ ταῦτα μὲν καὶ τούτων πλείονα ἡνίκα ἦν ἐν σαρκί, ἐπειδὴ δὲ μετέστη καὶ ἀπεδήμησε κατέλυσε τοῦ δαίμονος τὴν ἰσχύν, διήλεγξε τὴν τῶν Ἑλλήνων ἀπάτην, ἀπεκάλυψε τῆς μαντείας τὸν λῆρον, συνέτριψε τὸ προσωπεῖον αὐτῆς καὶ πᾶσαν αὐτῆς τὴν ὑπόκρισιν γυμνώσας ἐπέδειξε τὸν ἐν αὐτῇ δοκοῦντα κρατεῖν ἐπιστομίσας καὶ καταβαλὼν μετὰ πολλῆς τῆς σφοδρότητος.
000-00-00 Serial Number=0949195564
De Lazaro Ante [Go Back]  
 [00666]  Ὥσπερ οὖν ἐν τῷ θεάτρῳ καθήμενος, ἂν ἴδῃς τινὰ τῶν κάτω παιζόντων προσωπεῖον ἔχοντα βασιλέως, οὐ μακαρίζεις αὐτὸν, οὐδὲ βασιλέα εἶναι νομίζεις, οὐδ' ἂν εὔξαιο γενέσθαι τοιοῦτος·
 [00667]  ἀλλ' εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ' ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν·
 [00671]  Ἂν γὰρ περιέλῃς αὐτοῦ τὸ προσωπεῖον, καὶ τὸ συνειδὸς ἀναπτύξῃς, καὶ εἰς τὴν διάνοιαν εἰσέλθῃς, πολλὴν εὑρήσεις ἀρετῆς ἐκεῖ πενίαν, καὶ πάντων ἀτιμότερον ὄντα τῶν ἀνθρώπων.
 [00677]  Ἐπειδὴ γὰρ ἡ ἑσπέρα κατέλαβε, τουτέστιν ὁ θάνατος, καὶ ἐκ τοῦ θεάτρου τῆς παρούσης [48.987] ζωῆς ἐξῆλθε, καὶ τὸ προσωπεῖον ἀπέθετο, ὤφθη πάντων ἐκεῖ πενέστερος ὢν, καὶ οὕτω πένης, ὡς μηδὲ σταγόνος ὕδατος εἶναι κύριος, ἀλλ' ὑπὲρ ταύτης προσαιτεῖν, καὶ μηδ' αὐτῆς ἐπιτυχεῖν τῆς αἰτήσεως.
 [01518]  οὐ γὰρ ἐχθρὸς ἦν, ἀλλὰ προσωπεῖον ἀνέλαβεν ἐχθροῦ, ἵνα τὰ κατὰ τὴν οἰκίαν μετὰ ἀκριβείας μάθῃ.
 [02198]  ὁ μὲν προσωπεῖον εἶχε πλουσίου, ὁ δὲ πένητος·
 [02199]  ὁ Λάζαρος προσωπεῖον πένητος, ὁ δὲ πλούσιος προσωπεῖον πλουσίου·
000-00-00 Serial Number=0071522832
De fugienda simulata specie Ante [Go Back]  
 [00060]  Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθήσῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών.
000-00-00 Serial Number=0658093274
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00792]  τέταρτον, διὰ τοῦ προσωπεῖον ἕτερον ὑπελθεῖν, καὶ εἰπεῖν ὅτι·
000-00-00 Serial Number=0475225210
De sacerdotio Ante [Go Back]  
 [00158]  Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀρρωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἵν' ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γινομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν.
000-00-00 Serial Number=0980799615
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00031]  Πόθεν οὖν δῆλον, ὅτι φοβερὸν τοῦ θανάτου τὸ προσωπεῖον ἦν πρὸ τούτου, καὶ πάντες αὐτὸν ἐπεφρίκεισαν, καὶ ἔτρεμον;
 [00041]  οὐ περιορᾷς δὲ μόνον, ἀλλὰ καὶ πλέκεις δόλον μετὰ τῆς γυναικὸς, καὶ συνυποκρίνῃ τὸ δρᾶμα τῆς ὕβρεως, καὶ πῶς μὴ γένηται κατάδηλος ὁ βασιλεὺς τῶν Αἰγυπτίων ἐπιχειρῶν τῇ μοιχείᾳ πάντα πράττεις, καὶ περιελὼν αὐτὴν τὸ ὄνομα τῆς γυναικὸς, περιέθηκας αὐτῇ τὸ προσωπεῖον τῆς ἀδελφῆς;
 [00187]  ὁ δὲ φίλου μὲν ἔχων προσωπεῖον, τὰ δὲ ἐχθρῶν διατιθεὶς, δυσάλωτος τοῖς ἐπιβουλευομένοις ἐστί.
000-00-00 Serial Number=0530665755
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00077]  Ἀλλ' ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα·
000-00-00 Serial Number=0868799269
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01080]  ἦλθεν ὁ καιρὸς, καὶ ἔῤῥιψα τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ.
 [02254]  Καὶ εἴποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέ τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος θερμοτέραν ἀκτῖνα ἀφεὶς, τότε ὄψει καλῶς, ὅτι παρὰ τὸν ἔμπροσθεν χρόνον ἐν ἐσχάτῃ μὲν ἦς ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι·
 [05157]  Ὢ πηλίκον ἀξίωμα τῆς πενίας! τοῦ Θεοῦ γίνεται προσωπεῖον·
 [06652]  Ἀπελθὼν, φησὶ, πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον.
 [06657]  τί δὲ, ἐὰν γυμνωθῇ καὶ ἐλεγχθῇ μου τὸ προσωπεῖον;
 [07879]  καὶ τὸ μὲν εὐκαταφρόνητον προσωπεῖον φρίττει, τὸ δὲ ἀληθῶς οὐ δέδοικε φοβερὸν πῦρ.
000-00-00 Serial Number=0328702927
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00796]  Ψεύδεται τὸ γένος καὶ ἕτερον ἀνθ' ἑτέρου παρατίθησι τῇ γυναικὶ τὸ προσωπεῖον καὶ τοῖς λύκοις εὐάλωτον ποιεῖ τὴν ἀμνάδα·
000-00-00 Serial Number=0213579357
Expositiones in Psalmos Ante [Go Back]  
 [00198]  τί τοίνυν ἕτερον προσωπεῖον σεαυτῷ περιτίθης, τὸ τῆς κατηγορίας;
 [00949]  Τὸν φονικὸν ἐνταῦθά φησι, τὸν ἐπιβουλεύοντα, τὸν ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος φέροντα, ἕτερα δὲ ἐπὶ τῆς διανοίας, τὸν περικείμενον προσωπεῖον ἐπιεικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν.
 [01521]  Ἀπελθὼν πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον.
 [01527]  τί δὲ ἂν ἀποκαλυφθῇ μοι τὸ προσωπεῖον;
 [04127]  οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι.
 [05890]  οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι.
000-00-00 Serial Number=0702687860
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00050]  ∆ιὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χαλεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος.
000-00-00 Serial Number=0991648972
In Isaiam Ante [Go Back]  
 [01172]  Οὐ γὰρ δὴ μόνον ἐνεκάλεσε τότε ὁ Μωϋσῆς, ἀλλὰ καὶ συναλγοῦντος προσωπεῖον λαβών, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν ἐκείνην.
000-00-00 Serial Number=0293405771
In Joannem Ante [Go Back]  
 [02761]  Ὡς δὲ ἔφησε μηδὲ ἐκείνων τις εἶναι, ἀπορούμενοι λοιπὸν, καὶ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὴν δολερὰν αὑτῶν ἐμφαίνουσι γνώμην, λέγοντες·
000-00-00 Serial Number=0569714963
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00445]  Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προ φήτης, καὶ λέγει·
000-00-00 Serial Number=0133548617
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02577]  καὶ ἀπὸ τούτου συνίσταμεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν.
 [06472]  Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται.
 [07339]  εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιμοῦντα εἶδες τὸ μέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, μᾶλλον δὲ τὸ τῆς μανίας.
000-00-00 Serial Number=0451263964
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03240]  ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ.
 [09999]  ∆ιὸ καὶ μεθ-οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσ-ωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύ-61.322 λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε.
000-00-00 Serial Number=0907968998
In epistulam ad Ephesios Ante [Go Back]  
 [03647]  κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην.
000-00-00 Serial Number=0995800674
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02697]  ἐπεὶ καὶ Μανιχαῖοι καὶ πᾶσαι αἱρέσεις τοῦτο ὑπέδυσαν τὸ προσωπεῖον, πρὸς τὸ οὕτως ἀπατᾷν τοὺς ἀφελεστέρους·
000-00-00 Serial Number=0295965314
In epistulam ad Romanos Ante [Go Back]  
 [02192]  τὸν μὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴν κάμινον ἐμβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ μόνον ἐλεηθῆναι μὴ δυναμένην, ἀλλὰ καὶ πολὺν τὸν γέλωτα ἔχουσαν.
 [03532]  Οὕτω γοῦν καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ παρεσκεύασε, προσωπεῖον φιλοστοργίας ὑποδῦσαν τὴν πονηρὰν ἐκείνην εἰσενεγκεῖν συμβουλήν·
 [05524]  Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιμοῦ πιέζεται ὡς τοιοῦτον ὑποδῦναι προσωπεῖον.
 [07857]  Κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν δόξαν, κἂν σώματος ὥραν, κἂν τρυφὴν, κἂν ἀλλοτιοῦν τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια, ἐπίδειξις καὶ προσωπεῖον, οὐχ ὑπόστασίς τις μένουσα.
000-00-00 Serial Number=0891992390
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00042]  οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ' ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν.
000-00-00 Serial Number=0051848173
In illud Ne timueritis Ante [Go Back]  
 [00173]  Ἦλθεν ὁ καιρὸς, καὶ περιεῖλον τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ.
000-00-00 Serial Number=0415969789
In illud Vidi dominum Ante [Go Back]  
 [01426]  Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν·
000-00-00 Serial Number=0730038047
In principium Actorum Ante [Go Back]  
 [01093]  ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον;
000-00-00 Serial Number=0756033957
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00224]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»