Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προστασίας [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προστασίας


000-00-00 Serial Number=0724838734
Ad populum Antiochenum Ante [Go Back]  
 [00755]  Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς [49.43] κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες.
 [05815]  Μὴ τοίνυν, ἀγαπητὲ, τὸν ἐχθρὸν ἀμύνασθαι βουλόμενος, σαυτὸν κατακρήμνιζε, μηδὲ ἔρημον ποίει τῆς τοῦ Θεοῦ προστασίας.
000-00-00 Serial Number=0488550842
Adversus Judaeos Ante [Go Back]  
 [01938]  Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τότε μὲν ἀσεβοῦντες, εἰδωλολατροῦντες, παιδοκτονοῦντες, τοὺς προφήτας λιθάζοντες, μυρία ἐργαζόμενοι δεινὰ, τοσαύτης ἀπελαύετε εὐνοίας, τοσαύτης παρὰ τοῦ Θεοῦ προστασίας·
000-00-00 Serial Number=0987636685
Commentarius in Job Ante [Go Back]  
 [00189]  μάλιστα μὲν οὖν αὐτῶν τὴν ἀρετὴν ἐνέφηνεν εἰπὼν τὴν πολλὴν ὁμόνοιαν, ἔπειτα δὲ καὶ ἀπὸ τῆς προστασίας τοῦ πατρός.
000-00-00 Serial Number=0307212651
Contra Anomoeos Ante [Go Back]  
 [00167]  Καὶ γὰρ ἐκεῖναι ἐπειδὰν ἴδωσί τινα παρθένον πενιχρὰν καὶ ἔρημον προστασίας ἁπάσης οὖσαν, τὰ παρ' ἑαυτῶν πᾶσαι εἰσφέρουσιν ἐν τάξει τῶν προσηκόντων γινόμεναι, καὶ πολὺν ἴδοι τις ἂν ἐκεῖ θόρυβόν τε καὶ ὄχλον τῆς παρθένου νυμφευομένης·
000-00-00 Serial Number=0335484266
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00197]  [7] Τί οὖν, ἂν τῆς ἑτέρων δεηθῇ προστασίας, φησί, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ;
 [00228]  Ἀλλ' αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς.
 [00242]  Αὗται αἱ δεόμεναι προστασίας, αὗται αἱ ἔρημοι, αὗται αἱ χαμαὶ κείμεναι·
 [00246]  Ἂν δὲ ταύτας μὲν μηδὲ ὄναρ ἰδεῖν ἐθέλῃς, εὐπροσώπους δὲ καὶ νέας περιίῃς ἀγρεύων, καὶ τῆς ἀνελευθέρου ταύτης ἄγρας αἰτίαν μὲν ἑτέραν ἔχων οὐκ ἀνεκτὴν, προβαλλόμενος δὲ ἑτέραν δοκοῦσαν εἶναι εὐπρόσωπον, τὴν τῆς προστασίας, κἂν ἀνθρώπους παραλογίσῃ, ἀλλὰ τὸ ἀδέκαστον οὐκ ἀπατήσεις δικαστήριον, δι' ἑτέραν μὲν ταῦτα ποιῶν πρόφασιν, ἄλλην δὲ προβαλλόμενος.
000-00-00 Serial Number=0977170885
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00051]  Νῦν δὲ καὶ ἐρήμους καταλιμπάνει τῆς αὐτοῦ προστασίας, καὶ τῷ ξίφει παραδίδωσι, καὶ ἐπὶ τὸ βάραθρον ἄγει, προδότης ὢν χαλεπὸς, καὶ τούτοις μάλιστα πολεμῶν, τοῖς φιλοῦσιν αὐτόν.
000-00-00 Serial Number=0810106635
De Maccabeis Ante [Go Back]  
 [00030]  ἀλλὰ παρίσταμαι, καὶ βοηθῶ, καὶ χεῖρα ὀρέγω τοῖς ἐμοῖς ἀθληταῖς, καὶ τῶν κατορθουμένων τὸ πλέον αὐτοῖς ἐκ τῆς ἐμῆς γίνεται προστασίας.
000-00-00 Serial Number=0224812567
De decem millium talentorum debitore Ante [Go Back]  
 [00148]  Πάλιν ὁ τὴν ἐπισκοπὴν λαχὼν, ὅσῳ πρὸς μείζονα ὄγκον ἀναβέβηκε, τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον καὶ πενήτων προστασίας, ἀλλὰ καὶ χειροτονιῶν δοκιμασίας καὶ μυρίων ἑτέρων.
000-00-00 Serial Number=0677655220
De occursu domini Ante [Go Back]  
 [00166]  Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκδιώκων·
000-00-00 Serial Number=0915745914
De patientia sermo 1 Ante [Go Back]  
 [00210]  Πολλῶν ἡμῖν δεῖ τότε τῶν εὐχῶν, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, πολλῆς ἡμῖν τότε τῆς τῶν ἀγγέλων προστασίας, πολλῆς ἡμῖν τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας.
000-00-00 Serial Number=0349117875
De profectu evangelii Ante [Go Back]  
 [00099]  Οὐδὲ γὰρ τοῦτο ἐσκόπει, ὅτι εἷς ἦν ὁ ἁμαρτὼν, καὶ δεόμενος προστασίας·
 [00127]  Ἀλλ' ἐνταῦθα μὲν μέχρι προστασίας ἐμαρτύρησεν αὐτῇ τὴν σπουδήν·
000-00-00 Serial Number=0793569863
De prophetiarum obscuritate Ante [Go Back]  
 [00567]  Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας;
000-00-00 Serial Number=0664010286
De resurrectione mortuorum Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥησίαν·
000-00-00 Serial Number=0128799856
De sacerdotio Ante [Go Back]  
 [00668]  Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ' ἀπὸ χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας·
 [00795]  ἤδη γάρ τινες τῶν ἀσθενεστέρων πράγμασιν ἐμπεσόντες, ἐπειδὴ προστασίας οὐκ ἔτυχον, ἐναυάγησαν περὶ τὴν πίστιν.
 [00799]  Ἐπειδὴ δὲ προστασίας ἐμνήσθην, φέρε σοι καὶ ἑτέραν μέμψεων ἀποκαλύψω πρόφασιν·
 [00803]  Καὶ τί λέγω προστασίας καὶ ἐπισκέψεις;
000-00-00 Serial Number=0443598628
De virginitate Ante [Go Back]  
 [00770]  Εἰπὼν γὰρ «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα», προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν.
000-00-00 Serial Number=0559199870
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06029]  Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ δέδοικε ψυχῆς, ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑπέχω.
000-00-00 Serial Number=0469903469
Epistulae Ante [Go Back]  
 [03316]  Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν [52.731] θερμὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται.
000-00-00 Serial Number=0652770698
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01191]  Στρατιώταις μὲν γὰρ καὶ ὅπλα καὶ τείχη καὶ πύργοι, πρὸς σώματος ἀσφάλειαν χρήσιμα μόνον, καὶ τοῦτο οὐκ ἀεὶ οὐδὲ διὰ παντός, ἀλλ' ἔστιν ὅτε καὶ ἡττᾶται ἅπαντα ταῦτα καὶ ἐρήμους τῆς αὐτῶν προστασίας τοὺς καταφεύγοντας ἀφίησιν.
000-00-00 Serial Number=0296734929
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05463]  Τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι τὸν ἄνθρωπον, χρηστὸν ὄντα καὶ ἐπιεικῆ, καὶ τοσαύτης Ἰουδαίοις προστασίας μεταδιδόντα, καὶ τὰ ἑξῆς ὅσα γράφουσιν ἄνωθεν;
000-00-00 Serial Number=0974644482
In Acta apostolorum Ante [Go Back]  
 [08575]  ∆ύνασαι διὰ προστασίας;
 [09999]  ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν.
000-00-00 Serial Number=0549009085
In Isaiam Ante [Go Back]  
 [00379]  Πολλὴ τῆς τῶν χηρῶν προστασίας ἡ δύναμις, εἴ γε τὴν οὕτω καταρρυπωθεῖσαν ψυχήν, ὡς καὶ αὐτοβαφὴν δέξασθαι πονηρίας, μὴ μόνον ἀπαλλάττει τῆς κακίας, ἀλλὰ καὶ λαμπρὰν οὕτως ἐργάζοιτο.
 [01410]  Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν παρέχεσθαι, ἀλλὰ ἀτελῆ τῆς λειτουργίας αὐτὸν ἀφεῖναι ταύτης καὶ στέργειν καὶ ἀγαπᾶν, εἰ ἁπλῶς γοῦν καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος.
000-00-00 Serial Number=0689135492
In Joannem Ante [Go Back]  
 [01321]  Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς ἄπειρον ὑπὸ τῆς ἀσβέστου κατακαίεσθαι φλογός.
000-00-00 Serial Number=0616595626
In Kalendas Ante [Go Back]  
 [00164]  Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ' ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ.
000-00-00 Serial Number=0978197157
In Psalmos 101-107 Ante [Go Back]  
 [01062]  Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθη σαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως.
000-00-00 Serial Number=0898946762
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00423]  Ἐπειδὴ τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, κοινὸν ἐδόκει εἶναι ἔγκλημα καὶ κατηγορία καὶ ἐκείνων ἐνίους αἰνιττομένη, παραμυθεῖται πάλιν τὸ εἰρημένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας μεγάλης καλῶν καὶ δεικνὺς ἅμα, ὅτι διαπαντὸς ἐναγώνιον εἶναι χρὴ τὸν βίον τὸν ἡμέτερον.
000-00-00 Serial Number=0807535350
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01853]  πῶς ἱκανὴ πρὸς ταύτην ἔσομαι τὴν φυλακὴν, δεομένη ἀνδρὸς προστασίας;
000-00-00 Serial Number=0006757379
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01619]  καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται·
 [02938]  καὶ, Ὁ δεῖνα ἂν ἀπώλετο, εἰ μὴ μετὰ τὴν χάριν τοῦ Θεοῦ [61.88] τῆς σῆς ἀπέλαυσε προστασίας·
000-00-00 Serial Number=0821627915
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00612]  ὃ καὶ μᾶλλον ἦν ἢ τῆς προστασίας.
 [01688]  Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πραγμάτων ἐπιμελείας, τῆς ἄλλης θεραπείας ἁπάσης.
 [01801]  Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας.
 [02349]  ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω·
 [03133]  Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάντων ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ' ὑμῶν ἀπολαύειν εὐχῆς.
000-00-00 Serial Number=0576906443
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00621]  οὐ γὰρ τῆς προστασίας τῶν πολλῶν ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον.
 [01943]  προστασίας γὰρ ἔργον ἐστίν.
 [01944]  Εἴ τις ταύτην ἔχει τὴν ἐπιθυμίαν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντίας ἐφίεσθαι μόνον, ἀλλὰ τῆς προστασίας, οὐκ ἐγκαλῶ·
000-00-00 Serial Number=0398900449
In epistulam ad Ephesios Ante [Go Back]  
 [01325]  οὐκ ἐπειδὴ ταῦτα φυσικὰ, ἀλλ' ἐπειδὴ μὴ ἀπολαύσαντα προστασίας τῆς ἐκεῖθεν, ἀπόλλυται.
000-00-00 Serial Number=0606929660
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03945]  Ὁρᾷς πανταχοῦ πῶς πολὺς τῷ Θεῷ ὁ τοῦ ἐλέους λόγος, καὶ τῆς τῶν ἀδικουμένων προστασίας;
 [07085]  Εἰ δὲ καὶ σημεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ μᾶλλον, κἂν ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ ἡ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις.
 [07532]  Φοβουμένου γὰρ ἦν μὴ ἅψασθαι τῆς προστασίας πάλιν, μηδὲ ἐγχειρῆσαι τῷ πράγματι·
000-00-00 Serial Number=0148308337
In epistulam ad Philippenses Ante [Go Back]  
 [04266]  πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν.
000-00-00 Serial Number=0465273380
In epistulam ad Romanos Ante [Go Back]  
 [08157]  Καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει, ὅταν μετὰ τῆς τιμῆς καὶ προστασίας ἐπιδειξώμεθα·
 [09999]  εἰ δὲ καὶ κτηνῶν, πόσῳ μᾶλλον ἀνθρώπων, Ἀλλ' ἐπειδὴ κτηνῶν ἐμνήσθην, λογισώμεθα καὶ τοὺς τῶν προβάτων ποιμένας τοὺς ἐν τῇ Καππαδοκῶν χώρᾳ, οἷα καὶ ἡλίκα πάσχουσιν ὑπὲρ τῆς τῶν ἀλόγων προστασίας.
000-00-00 Serial Number=0378575027
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00187]  Ἐπειδὴ δὲ ἔμελλεν ἀφ ίστασθαι τῆς προστασίας, καὶ τὴν ἀρχὴν ἐγχειρίζειν ἑτέρῳ, τότε λοιπὸν ἠναγκάσθη τὰ ἐγκώμια αὐτοῦ διεξελθεῖν, καὶ ταῦτα ὑφειμένως.
 [00202]  ἀλλ' ὅτε παρελύθη τὰ τῆς δημαγωγίας, καὶ εἰς ἕτερον μετέστη τὰ τῆς προστασίας, καὶ κίνδυνος οὐ δεὶς ἦν τῷ κατηγοροῦντι λοιπὸν, τότε δικάζεται πρὸς αὐτούς.
 [00210]  ἀλλ' ἠβούλετο καὶ ηὔχετο καὶ ἐπεθύμει πολλῷ βελτίονος αὐτοὺς ἀπολαῦσαι τῆς προστασίας·
 [00241]  καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ' ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ' αὐτοῦ γενομένης καὶ τῆς νίκης τῆς παραδόξου·
000-00-00 Serial Number=0983579755
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00174]  οὐδὲ ἐπειδὴ τῆς Ἐκκλησίας ἐξεβάλ λετο, καὶ τῆς προστασίας καὶ τῆς ὑπὲρ ὑμῶν κηδε μονίας ἀλλότριον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἀλλὰ μειζό νως τότε ἐκήδετο, καὶ ἐφρόντιζε·
000-00-00 Serial Number=0321336567
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00095]  Ἀνεμνήσθη καὶ τῆς τρα πέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσο φίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν.
000-00-00 Serial Number=0287253141
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02333]  Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»