Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσιέναι [79]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσιέναι


000-00-00 Serial Number=0820815027
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00128]  τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον.
000-00-00 Serial Number=0248900771
Ad illuminandos catecheses Ante [Go Back]  
 [00052]  Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ καὶ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρὸν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέχεσθαι μέλλοντα τὸν βασιλέα.
 [00362]  Ὅτι γὰρ δεῖ πρότερον μετανοήσαντας καὶ τῶν προτέρων ἀποστάντας κακῶν, οὕτω τῇ χάριτι προσιέναι, ἄκουσον τί μὲν Ἰωάννης φησὶ, τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος τοῖς βαπτίζεσθαι μέλλουσιν·
000-00-00 Serial Number=0999250472
Ad populum Antiochenum Ante [Go Back]  
 [00462]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους·
000-00-00 Serial Number=0081880569
Adversus Judaeos Ante [Go Back]  
 [00466]  Ἐπεὶ οὖν καὶ ἡμεῖς ὁρῶμεν νόσον χαλεπωτάτην προσιέναι μέλλουσαν, ἄνωθεν καὶ πρὸ πολλοῦ διεμαρτυράμεθα τοῦ χρόνου, ὥστε πρὸ τῆς πείρας τοῦ κακοῦ τὴν διόρθωσιν.
 [00781]  οὐ γὰρ διὰ τὸ πάσχα νηστεύομεν, οὐδὲ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τὰ ἁμαρτήματα τὰ ἡμέτερα, ἐπειδὴ μέλλομεν μυστηρίοις προσιέναι·
 [00804]  Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ' ἁμαρτημάτων προσιέναι.
000-00-00 Serial Number=0520452678
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00163]  Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδὴν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν.
000-00-00 Serial Number=0082849145
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00193]  οὕτως γὰρ δεῖ προσιέναι τοῖς ἱεροῖς μυστηρίοις συνδεδεμένους ἀλλήλοις.
000-00-00 Serial Number=0948821366
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00383]  Τῶν γὰρ ταῦτα θεασαμένων ἔτι καὶ γέροντες καὶ νέοι περίεισιν οὓς ἀξιῶ πάντας εἴ τι παρ' ἐμοῦ προστέθειται προσιέναι καὶ διελέγχειν.
000-00-00 Serial Number=0128919840
De baptismo Christi Ante [Go Back]  
 [00213]  Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ λακτίζοντας, τύπτοντας, θυμοῦ γέμοντας, βοῶντας, λοιδοροῦντας, τοὺς πλησίον ὠθοῦντας, ταραχῆς ἐμπεπλησμένους.
000-00-00 Serial Number=0942079008
De beato Philogonio Ante [Go Back]  
 [00002]  Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.
 [00159]  Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρίᾳ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.
 [00195]  Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ' ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές.
000-00-00 Serial Number=0379737735
De consubstantiali Ante [Go Back]  
 [00299]  Ἐννόησον γὰρ πηλίκον ἔσται ἀγγέλων παρόντων, ἀρχαγγέλων παρεστώτων, τῶν Σεραφὶμ, τῶν Χερουβὶμ, τῶν ἄλλων ἁπασῶν δυνάμεων, αὐτὸν ἄνθρωπον ὄντα μετὰ πολλῆς δύνασθαι προσιέναι τῆς παῤῥησίας, καὶ τῷ βασιλεῖ τῶν δυνάμεων ἐκείνων διαλέγεσθαι·
000-00-00 Serial Number=0622852862
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00299]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν οἰκοδόμοι ἦμεν καὶ ἄρχοντι οἰκίαν ἐκτίζομεν, μὴ πάντας ἁπλῶς τοὺς οἰκέτας ἡμῖν ἐᾶν προσιέναι τῇ οἰκοδομίᾳ, νῦν δὲ τῷ βασιλεῖ τῷ ἐπουρανίῳ πόλιν κτίζοντες καὶ πολίτας πᾶσιν ἐπιτρέπειν τὸ ἔργον;
000-00-00 Serial Number=0662733555
De paenitentia [1] Ante [Go Back]  
 [01673]  Ἀλλ' ἐπειδὴ τῶν μυστηρίων ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων καὶ πνευματικῶν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ.
000-00-00 Serial Number=0922913253
De proditione Judae Ante [Go Back]  
 [00693]  Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι.
000-00-00 Serial Number=0940408826
De prophetiarum obscuritate Ante [Go Back]  
 [00338]  Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα [56.174] τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι.
000-00-00 Serial Number=0681318104
De sacerdotio Ante [Go Back]  
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0515902281
De virginitate Ante [Go Back]  
 [00621]  Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀπορρῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς οὕτω προσιέναι τῷ Θεῷ.
000-00-00 Serial Number=0527713716
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00353]  Οὐκοῦν διὰ τοῦτο δεῖ προσιέναι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νοσοῦντα.
 [00583]  Πόσῳ νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι καὶ παρακαλεῖν τὸν Θεόν;
 [01334]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι καὶ καταλλάττειν τοὺς μαχομένους·
 [08679]  Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐνάγει ἡ φοβερὰ ἐκείνη καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ' ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν.
 [08702]  Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος·
 [09999]  Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ τύπτοντας τὰ στήθη, καὶ ἀλαλάζοντας, καὶ τὰ λοιπά.
000-00-00 Serial Number=0883087516
Epistula ad Cyriacum Ante [Go Back]  
 [00432]  Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν, ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς ἀπὸ τῆς ἀθυμίας αὐτῆς;
000-00-00 Serial Number=0832041800
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00767]  Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς;
000-00-00 Serial Number=0377451897
Expositiones in Psalmos Ante [Go Back]  
 [00108]  Τὸ νηφούσῃ διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ, τὸ μετὰ πηγῶν δακρύων αὐτῷ προσιέναι, τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, τὸ μηδενὶ μνησικακεῖν, τὸ πάντα ἐκβάλλειν ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ συντρίβοντα τὴν καρδίαν οὕτω προσιέναι, τὸ συνεστάλθαι, τὸ πολλὴν τὴν ἐπιείκειαν μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστασθαι πραγμάτων, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον.
 [00722]  Καὶ δὴ ἄτοπον, διαθήκης μὲν χρημάτων ὑμῖν ἀπαγγελθείσης, ὡς προσήκοντος ἡμῖν τοῦ κλήρου, περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ τὰ γράμματα ἐπιζητεῖν, καὶ ἀργύριον καταβάλλειν, καὶ χαρτίοις προσιέναι, καὶ ἀντιγράφειν τὰ ἐγγεγραμμένα, καὶ πᾶσαν ἐπιδείκνυσθαι σπουδήν·
 [06681]  Ἀλλὰ τίνος ἕνεκεν ὅπλα αὐτοὺς περικεῖσθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ;
000-00-00 Serial Number=0251902759
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02833]  Ὥσπερ ἄνθρωπος, εἰ μέλλει προσιέναι κληρονομίᾳ πολλὰ πράγματα ἐχούσῃ αἱρεῖται καταλιπεῖν, οὕτω καὶ ὁ Θεός.
000-00-00 Serial Number=0034006715
Fragmenta in Proverbia Ante [Go Back]  
 [01952]  Συμμέτρως δεῖ τοίνυν τούτοις προσιέναι, καὶ τιμᾷν τοὺς ἐνδόξους λόγους τοῦ Κυρίου, οἳ εἰσὶν ἀργύριον καὶ χρυσίον, καὶ γλυκύτεροι ὑπὲρ μέλι καὶ κηρίον.
000-00-00 Serial Number=0658825219
In Acta apostolorum Ante [Go Back]  
 [00423]  ∆ιὸ παρακαλῶ πάντα ἀφέντας συστρέψαι ἑαυτοὺς καὶ προσιέναι τῷ βαπτίσματι μετὰ προθυμίας ἁπάσης, ἵνα καὶ ἐν τῷ παρόντι πολλὴν ἐπιδειξάμενοι σπουδὴν, τῆς μελλούσης τύχωμεν παῤῥησίας·
 [07358]  ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι' ἑαυτῶν προσιέναι μὴ δυναμένους.
 [07434]  τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι·
000-00-00 Serial Number=0308478594
In Joannem Ante [Go Back]  
 [02121]  Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι.
000-00-00 Serial Number=0474691808
In Psalmos 101-107 Ante [Go Back]  
 [01178]  ∆ιδάσκει δὲ νῦν ἐξ ἀρχῆς τοὺς ἀπὸ ἁμαρτημάτων ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ νων τὰ τραύματα·
000-00-00 Serial Number=0568032146
In Psalmum 145 Ante [Go Back]  
 [00262]  Οὕτω προσιέναι τῷ Θεῷ καὶ διαλέγεσθαι χρὴ μόνον πρὸς μόνον.
000-00-00 Serial Number=0699571192
In adorationem venerandae crucis Ante [Go Back]  
 [00207]  Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναιμάκτῳ θυσίᾳ προσιέναι.
000-00-00 Serial Number=0507773876
In diem natalem Ante [Go Back]  
 [00269]  Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον·
 [00293]  κἂν ἀκροᾶσθαι δέοι τῶν θείων λογίων, κἂν εὔχεσθαι, κἂν προσιέναι, κἂν ἕτερόν τι ποιεῖν, μετὰ φόβου καὶ τρόμου τοῦτο γινέσθω, ἵνα μὴ κατάραν ἐπισπασώμεθα διὰ τῆς ῥᾳθυμίας.
000-00-00 Serial Number=0162206352
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00748]  Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ.
 [01602]  Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι μελλόντων ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκ ἔσχηκεν ἄνεσιν, [61.428] τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία·
 [01851]  Εἰ γὰρ μυστηρίοις οὐ χρὴ προσιέναι ἐχθροὺς ἔχοντα·
 [02201]  Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαμπεν, ὡς μὴ δύνασθαι τοὺς Ἰουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυμμα τῷ προσώπῳ.
000-00-00 Serial Number=0899287343
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00896]  Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι τῷ Θεῷ καὶ παρακαλεῖν;
 [00901]  Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ.
 [00920]  Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡμῶν.
000-00-00 Serial Number=0774409115
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07548]  Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ' ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν.
 [07619]  Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων [61.205] ἐκείνων, λιμὸς καὶ θάνατος.
 [08679]  ∆ιὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς.
 [08690]  Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν.
 [08692]  κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι.
000-00-00 Serial Number=0327449560
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01144]  Οὐκ ἔστι τόλμα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ.
 [01166]  τροφῇ δὲ μέλλων προσιέναι πνευματικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέμων ἀκαθαρσίας προσέρχῃ;
 [01594]  Οὐδὲ γὰρ ἐξῆν τῷ Θεῷ προσιέναι ἀλλαχοῦ καὶ θύειν καὶ τὰς λατρείας ἐπιτελεῖν, ἀλλ' εἰς ἕνα τόπον τοὺς πανταχόθεν ἐκ τῆς οἰκουμένης συντρέχοντας ἅπαντα [62.540.20] τὰ τῆς ἁγιστείας ἐν τῷ ναῷ ἐπιτελεῖν ἔδει.
 [01625]  Ὡσαύτως καὶ τὰς γυναῖκας βούλομαι, φησὶ, Θεῷ προσιέναι χωρὶς ὀργῆς, χωρὶς διαλογισμοῦ, ὁσίους χεῖρας ἔχειν, μὴ ταῖς ἐπιθυμίαις ἐξακολουθεῖν ταῖς ἑαυτῶν, μὴ ἁρπάζειν, μὴ πλεονεκτεῖν.
000-00-00 Serial Number=0820610940
In epistulam ad Colossenses Ante [Go Back]  
 [02252]  ὅπερ ὁ πλοῦτος ἔχει, πανταχόθεν φλεγμαίνειν ποιῶν τὴν ψυχὴν, καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων.
 [03575]  Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν.
000-00-00 Serial Number=0821778655
In epistulam ad Ephesios Ante [Go Back]  
 [00777]  οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης.
 [06116]  Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους.
 [06894]  Οὐχ ἁπλῶς τοῦτό φησιν, ἀλλὰ πρότερον εἰπὼν, Ἐνδυσάμενοι καὶ περιζωσάμενοι, ὅπερ τοῦ ἀεὶ προσιέναι καὶ ἀδιαλείπτως ἐστὶ τεκμήριον.
000-00-00 Serial Number=0563819945
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05355]  Ταῦτα λέγω, οὐχὶ τῆς μιᾶς καὶ ἐνιαυσιαίου προσόδου κωλύων ὑμᾶς, ἀλλὰ βουλόμενος μᾶλλον διαπαντὸς ὑμᾶς προσιέναι τοῖς ἁγίοις.
000-00-00 Serial Number=0538562775
In epistulam ad Philippenses Ante [Go Back]  
 [02950]  Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν, ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι·
000-00-00 Serial Number=0699234188
In epistulam ad Romanos Ante [Go Back]  
 [07399]  οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες, καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότερον προσιέναι.
000-00-00 Serial Number=0900020242
In epistulam ad Titum Ante [Go Back]  
 [01029]  Καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν, καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει·
000-00-00 Serial Number=0436761200
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00509]  Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις.
000-00-00 Serial Number=0846740961
In illud Vidi dominum Ante [Go Back]  
 [01393]  ∆ιὰ τοῦτο καὶ αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύ ρομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ προσιέναι τραπέζῃ·
 [01436]  Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι·
 [01454]  καὶ τέλος ὅσον ἐστὶ κακὸν προσιέναι τοῖς μυστηρίοις μετὰ πονηροῦ συνειδότος ἐδείξαμεν καὶ πῶς οὐκ ἔστι διαφυγεῖν τὸν τὰ τοιαῦτα τολμήσαντα.
000-00-00 Serial Number=0243693769
In pharisaeum et meretricem Ante [Go Back]  
 [00039]  ἐγὼ βρῶσιν ἔχω φαγεῖν, τὴν σωτηρίαν τῆς μελλούσης προσιέναι μοι γυναικός.
000-00-00 Serial Number=0109659076
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00048]  παρά γε ἡμῖν καὶ μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει·
000-00-00 Serial Number=0528791964
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00002]  νῦν ἐκ τῶν ὑπολοίπων τῆς νομοθεσίας ἐπισκεπτέον ὅπως μὲν δεῖ παρασκευάζεσθαι τὸν ἁγιασθησόμενον, ὅπως δὲ προσιέναι πρὸς τὴν τῆς ἁγιότητος κοινωνίαν, οἷον δὲ τὸν βίον διάγειν μετὰ τὸ γενέσθαι τοῦ ἁγίου μέτοχόν τε καὶ κοινωνόν.
000-00-00 Serial Number=0657806873
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00172]  ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι.
000-00-00 Serial Number=0799021423
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02333]  Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»