Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσέχειν [175]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσέχειν


000-00-00 Serial Number=0824602306
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00266]  Ὅλως δὲ εἰ χρὴ μετὰ ἀκριβείας τοῖς γενομένοις προσέχειν, οὐδὲ εἰς ἅπαντα ἡμᾶς ὁ διάβολος ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ ἡμεῖς ἑαυτοῖς ῥᾳθυμίᾳ καὶ καταφρονήσει μόνον.
000-00-00 Serial Number=0557119012
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00970]  ἀλλ' οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τοῖς σωζομένοις, τοῖς κατωρθωκόσι.
 [01030]  [19.14] Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα μέγιστον εἰς ὠφέλειαν τῶν ἐθελόντων προσέχειν, τὸ διαγνῶναι τοὺς ἔχοντας τῶν προβάτων τὰς δορὰς καὶ μὴ ἀναμίγνυσθαι τοὺς λύκους τοὺς οὕτω κρυπτομένους τοῖς ὄντως προβάτοις.
000-00-00 Serial Number=0365855515
Ad illuminandos catecheses Ante [Go Back]  
 [00555]  Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν, καὶ εἶδε πολλοὺς περιγενομένους ἀκολασίας, βουλόμενος δι' ἑτέρας ὁδοῦ πάλιν ἐμβαλεῖν αὐτοὺς εἰς τὴν ἁμαρτίαν, διὰ ταύτης τῆς παρατηρήσεως, ἑταιρίσι γυναιξὶν ἡδέως προσέχειν ἀνέπεισε.
000-00-00 Serial Number=0358286142
Ad populum Antiochenum Ante [Go Back]  
 [03218]  ∆ιὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι [49.120] τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσδεδεμένοι, Μωσέα παραγενόμενον ἰδόντες, οὐκ ἐδύναντο τοῖς λεγομένοις προσέχειν ἀπὸ τῆς ὀλιγοψυχίας καὶ τῆς θλίψεως αὐτῶν.
 [03320]  ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ·
 [03464]  Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες·
 [05520]  Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην·
000-00-00 Serial Number=0812573850
Adversus Judaeos Ante [Go Back]  
 [02164]  Σιγῶντες μὲν γὰρ οὐχ οὕτως ἠπάτων, φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ [48.914] πείθειν, καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν.
000-00-00 Serial Number=0092471957
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00006]  ∆ιὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις·
000-00-00 Serial Number=0511993945
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00635]  Ὥστε ὃ μᾶλλον πενθεῖς, τὸ ἐκ τοιούτων ἐπ' ἐκεῖνα βαδίσαι, τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτὸν εὐδόκιμον ποιεῖ, καὶ πάντας οὐχ ὡς ἀνθρώπῳ, ἀλλ' ὡς ἀγγέλῳ τινὶ προσέχειν ἀναπείθει λοιπόν.
000-00-00 Serial Number=0913279057
Catecheses ad illuminandos Ante [Go Back]  
 [00305]  Πίστεως γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον προσέχειν ἀλλ' ἀπὸ τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα.
 [00309]  Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν.
 [00311]  [2.10] Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι;
 [01187]  Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;
000-00-00 Serial Number=0417370498
Commentarius in Job Ante [Go Back]  
 [01754]  [77] «ὥσπερ», φησίν, «οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς» ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν , «οὕτως οὐδ' ἂν αὐτὸς ἑλοίμην», φησίν, «τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης.
 [04051]  ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων ὥστε προσέχειν τοῖς λεγομένοις καὶ κατὰ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον.
000-00-00 Serial Number=0718755841
De Davide et Saule Ante [Go Back]  
 [00368]  Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν;
000-00-00 Serial Number=0561120808
De Lazaro Ante [Go Back]  
 [00037]  οὐ βούλονταί σοι προσέχειν, μηδὲν κοινὸν ἔχε πρὸς αὐτούς·
 [00848]  οὐκ ἔστι σὸν ἔργον Γραφαῖς προσέχειν, ἐπειδὴ μυρίαις περιέλκῃ φροντίσι;
 [01240]  Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες·
000-00-00 Serial Number=0231962919
De diabolo tentatore Ante [Go Back]  
 [00465]  Ἀφείσθω τοίνυν ὁ διάβολος, καὶ παραγάγωμεν εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν·
000-00-00 Serial Number=0313125551
De fato et providentia Ante [Go Back]  
 [00129]  Ὁ Θεὸς λέγει, Ἐὰν μὴ θέλητε προσέχειν τοῖς λόγοις μου, μάχαιρα ὑμᾶς κατέδεται·
 [00203]  Ὥσπερ γὰρ δῆλον ὅτι πονηρὸν τὸ φονεύειν καὶ τὸ μοιχεύειν φαῦλον, οὕτω δῆλον ὅτι τὸ προσέχειν εἱμαρμένῃ πονηρὸν καὶ ἀπηγορευμένον.
000-00-00 Serial Number=0726070762
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00020]  Πολλὰ καὶ ἕτερα σημεῖα εἶδε Μωϋσῆς διὰ τὸ προσέχειν νηστείᾳ.
000-00-00 Serial Number=0705435812
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00143]  καὶ νῦν ἕστηκεν, ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ προτρέπων ἐπ' ἀρετῇ, καὶ τὰ ἀναίσχυντα τῶν βλασφήμων ἐμφράττων στόματα, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἐθέλωμεν προσέχειν ἑαυτοῖς.
000-00-00 Serial Number=0550238609
De libello repudii Ante [Go Back]  
 [00020]  Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχειν, καὶ τὸν μέλλοντα γυναῖκα ἄγεσθαι, μετὰ τῶν τοῦ Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0354636371
De mutatione nominum Ante [Go Back]  
 [00278]  ἀκροατὴς γὰρ ἀνέσεως οὐκ ἀπολαύων, οὐδὲ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις δύναιτ' ἄν.
 [00679]  οὐ γὰρ τῇ ποιότητι τῶν προσώπων [51.136] τῶν συμβουλευόντων, ἀλλ' αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ.
000-00-00 Serial Number=0862524629
De non iterando conjugio Ante [Go Back]  
 [00041]  ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος καὶ μᾶλλον ἀποδεκτός , ἐροῦμεν ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ' ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα.
000-00-00 Serial Number=0763115227
De paenitentia [1] Ante [Go Back]  
 [00935]  Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις προσέχειν.
000-00-00 Serial Number=0226077318
De paenitentia sermo 1 Ante [Go Back]  
 [00182]  ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν διὰ τὸν λαλοῦντα Κύριον.
 [00184]  ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν.
 [00191]  Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ;
000-00-00 Serial Number=0030489385
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00165]  οὔπω νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῶν ἄρτων εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων;
000-00-00 Serial Number=0974858165
De precatione [1] Ante [Go Back]  
 [00105]  ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται·
000-00-00 Serial Number=0256436884
De proditione Judae Ante [Go Back]  
 [00751]  ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις.
000-00-00 Serial Number=0505145550
De profectu evangelii Ante [Go Back]  
 [00065]  καὶ οὐχ ὁ Χριστὸς δὲ τὰ ζιζάνια κἂν ἐκέλευσε κατακαῆναι, εἰ πρᾶγμα ἀδιάφορον ἦν καὶ τούτῳ, κἀκείνῳ, καὶ ἑτέρῳ προσέχειν, καὶ πᾶσιν ἁπλῶς.
000-00-00 Serial Number=0166185081
De prophetiarum obscuritate Ante [Go Back]  
 [00458]  Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος.
000-00-00 Serial Number=0899069905
De sacerdotio Ante [Go Back]  
 [00622]  ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν.
 [01121]  τίς δὲ χρεία προσέχειν τῇ ἀναγνώσει καὶ ταῖς γραφαῖς, εἰ ταύτην δεῖ τὴν ἰδιωτείαν ἀσπάζεσθαι;
 [01153]  κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ' ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν.
000-00-00 Serial Number=0739905179
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00104]  Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει.
000-00-00 Serial Number=0536430120
De virginitate Ante [Go Back]  
 [00112]  Τί γὰρ ἂν γένοιτο τοῦ βλέμματος ἰταμώτερον ἐκείνου τοῦ καὶ τοὺς ἔξωθεν πείθοντος ὀφθαλμοὺς ὡς πονηροῖς προσέχειν τοῖς τοῦ Θεοῦ κτίσμασι;
000-00-00 Serial Number=0877263010
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00655]  φίλῳ μὲν γὰρ διαλεγόμενος, μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς·
 [06348]  καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν.
 [07006]  Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν;
 [07584]  Καὶ νῦν [63.800] ἕστηκεν ἐξ οὗ γέγονεν, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι καὶ ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν αὐτοῖς προσέχειν ἐθέλωμεν.
 [09999]  Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς, τὸ πᾶν κατήνεγκεν.
 [09999]  Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν καὶ τῇ βαδίσει·
 [09999]  φεύγειν δὲ τὸν Χριστιανὸν τὰ αἰσχρὰ κέρδη, καὶ εἶναι μᾶλλον εὐλαβῆ καὶ ὅσιον, καὶ προσέχειν τῇ ἀναγνώσει καὶ τῇ [63.902] παρακλήσει καὶ τῇ νουθεσίᾳ καὶ τῇ διδασκαλίᾳ κατὰ τὸ εἰρημένον·
000-00-00 Serial Number=0601041198
Epistula ad abbatem Ante [Go Back]  
 [00049]  Οὐκοῦν τῇ ἐντολῇ τοῦ Κυρίου προσέχειν δεῖ καὶ αὐτῇ ὑποτάσσεσθαι μετὰ βίας καὶ μακροθυμίας πολλῆς.
 [00107]  Ἵνα μόνον ἀποπλανήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καί φησι καὶ ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐ λόγους καὶ ἀλόγους φαντασίας, αἷς οὐδὲ προσέχειν ὅλως προσήκει.
 [00109]  Καὶ ὅλος ὁ ἀγών ἐστι τῆς ψυχῆς τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφωνεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ πανταμίμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ τρόπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα.
000-00-00 Serial Number=0378376067
Epistula ad monachos Ante [Go Back]  
 [00006]  ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους ἢ καὶ ἀλόγους ἐννοίας, αἷς οὐ προσέχειν ὅλως προσήκει.
 [00007]  Ὅλος δὲ ὁ ἀγὼν τῆς ψυχῆς ἐστι τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφρονεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ παντομώμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα.
000-00-00 Serial Number=0637863159
Expositiones in Psalmos Ante [Go Back]  
 [02066]  Καὶ γὰρ πολλοὶ τῶν τότε ἐσκανδαλίζοντο, καὶ τῶν δοκούντων ἑαυτοῖς προσέχειν, ἐπὶ τῇ τῶν πονηρῶν εὐημερίᾳ ἀτελέστερον ἔτι διακείμενοι.
 [03875]  Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου.
 [05638]  Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου.
 [06484]  Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή.
000-00-00 Serial Number=0772426784
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01599]  τὸ προσέχειν τοῖς λεγομένοις.
 [02861]  Ἀλλ' εἶπον μὴ προσέχειν αὐτοῖς, ἀλλὰ τῷ νόμῳ μου.
 [02863]  Ἵνα μάθωσι, καὶ πονηρῶν ὄντων ἀνθρώπων, μὴ προσέχειν αὐτοῖς.
 [03057]  οὐδὲν γὰρ οὕτως ἀπόνοιαν ποιεῖ, ὡς τὸ μὴ προσέχειν τοῖς τοῦ Θεοῦ λόγοις.
 [04502]  ἀλλ' ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ μᾶλλον αὐτοὺς πείσῃ προσέχειν·
 [05209]  Ὁρᾷς,ὅτι εἰ ἐβούλοντο προσέχειν, εἶχον ὑποδείγματα;
000-00-00 Serial Number=0567161202
Fragmenta in Job Ante [Go Back]  
 [01454]  Ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ, διὰ τὸ μὴ προσέχειν τὸν νοῦν ἀκηκοέναι·
 [01949]  Ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων, ὥστε προσέχειν τοῖς λεγομένοις·
000-00-00 Serial Number=0775182068
Fragmenta in Proverbia Ante [Go Back]  
 [00194]  ἄδικα δὲ χείλη τὰ καταλάλων, ἃ παραινεῖ μακρὰν ἀπώσασθαι, καὶ μηδ' ὅλως προσέχειν λέγουσιν, ἀλλ' ἀποφράττειν τὰ ὦτα.
000-00-00 Serial Number=0811947107
In Acta apostolorum Ante [Go Back]  
 [00030]  ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλομένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν τῷ λογογραφεῖν ἦν αὐτοῖς ἡ σπουδή·
 [02864]  διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει τῆς κρίσεως τῆς ἐπὶ Πιλάτου, δεικνὺς, ὅτι εἰ θέλοιεν προσέχειν, οὐκ ἔστι παράνομος·
 [03345]  Τῷ γὰρ γενομένῳ σημείῳ προσέχειν ἔδει καὶ τοῖς λόγοις, οὐ τῇ τῶν πολλῶν πονηρίᾳ.
 [03504]  τὸ μηδὲ τούτοις προσέχειν, εἰπέ μοι, πόση κατάγνωσις;
 [06497]  Οὕτω καὶ νῦν, εἴ τις ὑμῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σημείων·
 [07783]  Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις.
 [09452]  Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι·
 [09716]  Εἰ τοίνυν πρὸς νουθεσίαν ἡμῶν περὶ πάντων διαλέγεται, προσέχωμεν ὡς δεῖ προσέχειν.
 [09999]  ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
 [09999]  Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
 [09999]  καὶ γὰρ καὶ πρὸς ὑμᾶς ὁ λόγος οὗτός ἐστιν, ὥστε προσέχειν τοῖς λεγομένοις, ὥστε μὴ ἀποπηδᾷν τῆς ἀκροάσεως.
 [09999]  τὸ δὲ προσέχειν, αὐτῆς·
 [09999]  ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου.
 [09999]  Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς.
 [09999]  μᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν.
 [09999]  οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις πράγμασιν οἷς ἀπολαύουσί τινες, καὶ ἐκ παραδόξου ἐπιτυγχάνουσι, προσέχειν δεῖ·
000-00-00 Serial Number=0406669080
In Ecclesiasten Ante [Go Back]  
 [00014]  ∆ιὸ παρακαλῶ προσέχειν.
 [00699]  Ὅτι γὰρ διὰ τοῦτο ποιεῖ, ὅρα πῶς παραινεῖ τῷ νέῳ προσέχειν ἑαυτῷ, ἕως ἂν ἔλθῃ ὁ θάνατος.
000-00-00 Serial Number=0444951892
In Genesim sermones Ante [Go Back]  
 [00544]  Καὶ πόσης τοῦτο ῥᾳθυμίας, ἡμᾶς ἀφέντας, τούτῳ προσέχειν;
 [01256]  πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ νόμους ἀναγινώσκειν μέλλοντας διανίστασθαι χρὴ τῇ διανοίᾳ, καὶ προσέχειν τοῖς λεγομένοις.
000-00-00 Serial Number=0050257266
In Isaiam Ante [Go Back]  
 [01536]  ἐγὼ μέντοι τοῦτο, ὅπερ ἔφθην εἰπὼν καὶ νῦν ἐρῶ, ὅτι τῷ σκοπῷ δεῖ προσέχειν τῆς μεταφορᾶς.
 [01650]  Οὐ γὰρ ὅταν ἀριστοποιεῖσθαι δέῃ, τοῦτο πράττουσι, φησίν, ἀλλὰ πάντα τὸν καιρὸν μέθης ποιοῦντες καιρὸν καὶ ἐκ προοιμίων τῆς ἡμέρας, ὅτε μάλιστα αὐτοῖς προσέχειν ἐχρῆν, πολλῷ τῷ ἀκράτῳ διδόντες ἑαυτοὺς καὶ ἄκοντες λοιπὸν καὶ μέχρι τῆς ἑσπέρας ἐναπομένοντες τῷ νοσήματι.
 [02272]  καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις προσέχειν.
000-00-00 Serial Number=0511379719
In Joannem Ante [Go Back]  
 [00264]  Φέρε οὖν, αὐτὰς εἰς μέσον τὰς ῥήσεις ἀγάγωμεν, καὶ ὃ τὴν ἀρχὴν παρεκαλέσαμεν ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, τοῦτο καὶ νῦν ὑπομνήσαντες.
 [01820]  εἰ δὲ τοῖς τοῦ Θεοῦ δέοι προσέχειν, τοσοῦτον ὑμῖν ταῦτα περιττότερα καὶ ἀτιμότερα πάντων εἶναι δοκεῖ, ὡς μηδὲ μικρὰν οἴεσθαι δεῖν ἀπονέμειν αὐτοῖς σχολήν.
 [04072]  Οὗτοι γὰρ ἔμελλον καὶ πιστεύειν εὐκολώτερον, καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς γινομένοις.
 [04074]  Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη.
 [04418]  Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον.
000-00-00 Serial Number=0984396636
In Kalendas Ante [Go Back]  
 [00242]  Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπορευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀποδόσθαι δέῃ·
000-00-00 Serial Number=0933693051
In Psalmos 101-107 Ante [Go Back]  
 [01573]  Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο.
000-00-00 Serial Number=0168262303
In Psalmum 145 Ante [Go Back]  
 [00328]  πολλῷ μᾶλλον ἂν νοήσωμεν ἡμεῖς, ὅτι τῷ τῶν ἀγγέλων ∆εσπότῃ διαλεγόμεθα, ἱκανὴν εἰς τὸ προσέχειν ἑαυτοῖς ὑπόθεσιν ἐκ τούτου ληψόμεθα.
000-00-00 Serial Number=0654679060
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00646]  Ἐκ τοῦ τῷ νόμῳ προσέχειν διηνεκῶς.
 [00648]  μᾶλλον δὲ ἐκ τοῦ τῷ νόμῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται·
 [06171]  διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡμῶν παρελείφθη.
 [06182]  ∆ιόπερ αὐτοῖς πολεμεῖ, καὶ τοῖς μαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ μέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλήρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν·
000-00-00 Serial Number=0312555254
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00384]  Εἰ μεμελετήκει ἡμῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις·
 [00616]  Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ.
 [00666]  Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν.
000-00-00 Serial Number=0925047278
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01417]  κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται.
000-00-00 Serial Number=0516709387
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01324]  Τούτοις οὖν πόθεν εἶχον προσέχειν;
 [05560]  Ἔστι τοίνυν καὶ ὁμιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν·
 [06614]  Πῶς οὐκ ἀναγκάζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόμενος·
 [09006]  Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ·
 [09008]  Ἵν' οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς.
 [09251]  Ἐκ τοῦ μήτε Γραφῶν ἀναγνώσει προσέχειν, μήτε ἀνδράσι συγγίνεσθαι ἁγίοις, καὶ τοὺς τῶν πονηρῶν συλλόγους διώκειν.
 [09999]  ∆ι' αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν.
000-00-00 Serial Number=0891808510
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02659]  Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν.
 [02660]  Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει·
 [03220]  ἔχει δὲ διδασκαλίαν οὐ μικρὰν ὁ νήφων καὶ βουλόμενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων.
000-00-00 Serial Number=0003754795
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00145]  Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις.
 [00149]  Ἵνα παραγγείλῃς τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις.
 [00167]  Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει.
 [00175]  Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις.
 [00290]  εἰ δὲ ἐβούλεσθε πιστεύειν καὶ προσέχειν τοῖς θείοις λόγοις, οὐδὲν ἂν [62.510] ἡμῖν τούτων ἐδέησε τῶν λόγων·
 [00774]  Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς.
 [01286]  ∆ιὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει.
 [02768]  Τιμοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει.
 [02793]  Καὶ μάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειν τῇ ἀναγνώσει·
000-00-00 Serial Number=0893684983
In epistulam ad Ephesios Ante [Go Back]  
 [00465]  τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας;
 [05957]  Οὕτως αὐτὴν πείσεις μηδενὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν.
 [06102]  Οὐ κωλύων παιδεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων ἐκείνοις μόνοις προσέχειν.
000-00-00 Serial Number=0734087288
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00054]  Καὶ ταῦτα, καὶ τὰ τοιαῦτα λέγοντες, καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐχ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλὰ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν.
 [00105]  Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις.
 [00496]  οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος.
 [01024]  Αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ.
 [01025]  Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω.
 [01252]  ∆ιὸ χρὴ καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς ἑξῆς.
000-00-00 Serial Number=0119801760
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00121]  ∆ιὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι καρδίαν πονηρὰν ἀπιστίας.
 [00244]  εἶτα ἐπειδὰν ἄνω στήσῃ, καὶ κελεύσῃ κάτω προσέχειν, καὶ ἴδῃ ἰλιγγιῶν καὶ θορυβούμενον καὶ σκοτοδινιῶν, λαβόμενος αὐτοῦ κατάγει πάλιν ἐπὶ τὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι·
 [00894]  Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς ∆εσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ αὐτοὺς, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, καί φησι·
 [00895]  ∆ιὸ χρὴ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν.
 [00896]  Ἐνταῦθα βουλόμενος εἰπεῖν, ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ οὐδὲ ἐν παρακλήσει·
 [00901]  ∆ιὰ τί περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν;
 [00905]  Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν.
 [00914]  ∆ιὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν.
 [01185]  Εἰ δέ τινες μέλλοιεν προσέχειν, οὐ τοσαύτην ἀπὸ τοῦ μὴ κολάζεσθαι ληψόμεθα ὄνησιν, ὅσην ἀπὸ τῆς προκοπῆς τῆς ὑμετέρας.
 [02722]  Ἀλλ' οὐδεὶς βούλεται ταῖς Γραφαῖς προσέχειν·
 [02954]  ∆ιόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι.
 [08775]  Οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ' ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν.
000-00-00 Serial Number=0929394186
In epistulam ad Philippenses Ante [Go Back]  
 [00053]  Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς, [62.180] καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει.
 [00333]  Καὶ εἰ βούλεσθε προσέχειν, δι' αὐτῶν τῶν λόγων ὑμᾶς πείθω·
 [01162]  Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς.
000-00-00 Serial Number=0537909389
In epistulam ad Romanos Ante [Go Back]  
 [00011]  Ὥστε καὶ ὑμεῖς εἰ θέλετε μετὰ προθυμίας προσέχειν τῇ ἀναγνώσει, οὐδενὸς ἑτέρου δεηθήσεσθε·
 [04826]  Οὐ γὰρ ἁπλῶς ταῖς λέξεσιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος ἀναγκαῖον πανταχοῦ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν.
 [06503]  τὸ δὲ προσκόπτειν ἐκ τοῦ μὴ προσέχειν γίνεται, ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι.
 [07546]  Καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν Ἰουδαῖον, ὅτι [60.590] οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν·
 [09602]  Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ μὴ πάρεργον τοῦτο ἡγεῖσθαι.
000-00-00 Serial Number=0787986338
In illud Domine non est in homine Ante [Go Back]  
 [00051]  ∆ιὸ χρὴ προσέχειν μετὰ ἀκριβείας τοῖς λεγομένοις.
000-00-00 Serial Number=0248387814
In illud In faciem ei restiti Ante [Go Back]  
 [00055]  ∆ιὰ τοῦτο καὶ παρα καλῶ προσέχειν.
 [00510]  οὕτω καὶ νῦν Γαλάται περὶ τὰ Ἰουδαϊκὰ νοσοῦντες, καὶ τοῦ Παύλου ταῦτα περὶ αὐτοῦ λέγοντος ἀκούοντες, οἷον ὅτι κατεγνωσμένος ἦν, καὶ οὐκ ὠρθοπόδησε πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, καὶ ὅτι ἐπιτιμηθεὶς ἐπὶ τούτοις ἐσίγησε, μεγίστην ἀπὸ τῆς κατηγορίας ταύτης διδασκαλίαν ἐλάμβανον, εἰς τὸ μηκέτι προσέχειν τοῖς Ἰουδαϊκοῖς ἔθεσι.
000-00-00 Serial Number=0922786415
In illud Messis quidem multa Ante [Go Back]  
 [00205]  καὶ γὰρ ὁ Κύριος διήνοιξε τὴν καρδίαν αὐτῶν προσέχειν τοῖς λαλουμένοις ὑπ' αὐτοῦ.
000-00-00 Serial Number=0670281529
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00099]  πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων, ὥστε προσέχειν;
000-00-00 Serial Number=0303223431
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00033]  ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντός [51.32] ἐστιν, ἀλλ', ὅπερ ἔφην, οὐ δεῖ τοῖς ῥήμασι προσέχειν, ἀλλὰ πρὸς τὰ νοήματα τρέπεσθαι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος εἰδέναι, καὶ τὴν αἰτίαν, καὶ τὸν καιρὸν, καὶ πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν.
 [00105]  Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς προσέχειν;
000-00-00 Serial Number=0215615988
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00080]  Ἀλλὰ δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ νοεῖν τὰ μυστήρια.
000-00-00 Serial Number=0732283533
In natalem Christi diem Ante [Go Back]  
 [00056]  Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν.
000-00-00 Serial Number=0358245254
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00125]  ∆ιὸ χρὴ διαναστῆναι καὶ προσέχειν μετὰ ἀκριβείας.
000-00-00 Serial Number=0139967024
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00056]  Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι' αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ' ὅτι διδάξαι βούλομαι τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδὲ, ἐὰν εἴπῃ τίς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς·
000-00-00 Serial Number=0253480911
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00037]  καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι [15] μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων.
000-00-00 Serial Number=0224401653
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00030]  Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί , ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει·
000-00-00 Serial Number=0314752221
Prooemia in Psalmos Ante [Go Back]  
 [00208]  Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ὁπωσοῦν βουλομένῳ προσέχειν ἀρκεῖ καὶ εἷς στίχος πολλὴν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέγιστα.
000-00-00 Serial Number=0221862137
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
000-00-00 Serial Number=0403547525
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00777]  Κελεύεται Ἰησοῦς διατάττειν τῷ λαῷ, τῷ τε νόμῳ τοῦ Θεοῦ προσέχειν.
 [01154]  Ἔρχεται ὁ Χουσὶ πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ πείθει αὐτὸν ὡς εὐνοϊκῶς διακείμενος αὐτῷ προσέχειν.
 [02285]  Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί·
 [02477]  Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»