Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιούμενος [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιούμενος


000-00-00 Serial Number=0239162624
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00187]  νυνὶ δὲ φαινόμενος καὶ παρὼν, καὶ πολλοὺς καὶ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς κατέστησε τὸ γεγονός.
 [00804]  Ὁ μὲν τὸν καιρὸν τῶν πόνων ἀνέσεως ποιούμενος καιρὸν, ὅταν ἀναπαύσασθαι δέῃ τὴν ἀγήρω ἐκείνην ἄνεσιν, τηνικαῦτα οἰμώξεται καὶ βρύξει τοὺς ὀδόντας, καὶ τὰ ἔσχατα πείσεται δεινά·
000-00-00 Serial Number=0104453683
Ad populum Antiochenum Ante [Go Back]  
 [05764]  Ποίας οὖν οὐκ ἂν εἴης κολάσεως ἄξιος ὁ τὰ μύρια τάλαντα ἀντὶ ἑκατὸν δηναρίων λαμβάνειν μέλλων, καὶ οὐδὲ οὕτω τὰ μικρὰ ταῦτα ἀφεὶς, ἀλλὰ καθ' ἑαυτοῦ τὴν εὐχὴν ταύτην ποιούμενος;
000-00-00 Serial Number=0350804627
Catecheses ad illuminandos Ante [Go Back]  
 [00103]  [1.19] Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμενος, καὶ αὐτοὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες.
 [00827]  διὸ καὶ ὁ φιλάνθρωπος δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν τῆς σωτηρίας ἡμῶν τὴν πρόνοιαν ποιούμενος.
 [00970]  [6.19] Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος·
 [01243]  [8.14] ∆ιὰ τοῦτο καὶ ὁ προφήτης σφοδρὰν τὴν κατηγορίαν ποιούμενος τῶν περὶ ταῦτα ἐπτοημένων φησίν·
000-00-00 Serial Number=0522579432
Commentarius in Job Ante [Go Back]  
 [00184]  ὁ δὲ τῶν ἀδήλων καὶ τῶν κατὰ διάνοιαν τοσαύτην πρόνοιαν ποιούμενος οἷος ἦν ἐν τοῖς φανεροῖς, ἐννόησον·
 [03110]  [22,4a] ἢ λόγον σου ποιούμενος, φησίν, ἐλέγξει σε [4b] καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
000-00-00 Serial Number=0962272108
Contra theatra Ante [Go Back]  
 [00159]  Ἀλλ', ὢ τῆς ἀνυπερβλήτου πίστεως! ὢ τῆς φιλοθέου ψυχῆς! Οὐδέπω Θεὸς ἐπαύσατο καλῶν, καὶ πρὸς τὴν ὑπακοὴν Ἀβραὰμ ὑπῆρχεν εὐτρεπὴς, τὸ τέλος τοῦ προστάγματος ἀρχὴν ἤδη τῆς ὁδοιπορίας ποιούμενος.
000-00-00 Serial Number=0715642810
De Davide et Saule Ante [Go Back]  
 [00226]  Οὗτος δὲ ὥσπερ ἐκ διαμέτρου πᾶσιν ἐκείνοις καὶ ἀπεναντίας ποιούμενος τὴν εὐχὴν, παρακαλεῖ μὴ δοῦναι ἐπεξελθεῖν, οὕτω λέγων·
000-00-00 Serial Number=0425684512
De Lazaro Ante [Go Back]  
 [00217]  οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ' ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ' ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο·
000-00-00 Serial Number=0822597980
De diabolo tentatore Ante [Go Back]  
 [00222]  Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως.
000-00-00 Serial Number=0738241851
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00638]  οὐχὶ πένης καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν;
000-00-00 Serial Number=0609657407
De mansuetudine sermo Ante [Go Back]  
 [00019]  καὶ οὐδείς ἐστιν ὃς ἥμερον ἄνθρωπον ἐπαινούμενον ἀκούων, οὐκ ἂν ἐπιθυμήσειεν ἰδεῖν καὶ ἀσπάσασθαι καὶ συνεχῶς ὁρᾷν, ἐν κέρδους μέρει τὴν τοῦ τοιούτου φιλίαν ποιούμενος.
000-00-00 Serial Number=0327869236
De virginitate Ante [Go Back]  
 [00436]  Ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τί φησιν ἄλλος προφήτης ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν·
000-00-00 Serial Number=0613358259
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01802]  Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται εἰς τὸν δωρούμενον ὕβρις, ὅταν ἐκεῖνος μὲν τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ τῶν οὐρανίων.
 [02102]  Τότε μὲν γὰρ κἂν ἠπιστήθη τοῦτο λεγόμενον διὰ τὴν τοῦ μίσους ὑπερβολὴν, νυνὶ δὲ φαινόμενος καὶ παρὼν, καὶ πολλοὺς δὲ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς καθίστη τὸ γεγονός.
 [08501]  Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν, Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸ σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν, Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω τὸν Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν.
000-00-00 Serial Number=0124017656
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05189]  Τῆς συνθήκης τὸ εἶδος τέθεικεν ὁ προφήτης, ἐναργέστερον τὸν ἔλεγχον ποιούμενος·
000-00-00 Serial Number=0428160071
Fragmenta in Job Ante [Go Back]  
 [00324]  Ὅθεν μοι δοκεῖ, αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων, αὐτὸς ὁ πρόξενος τῶν κακῶν, πολυτρόπως παραγενόμενος, καὶ μεμηχανημένως τὰς ἀπαγγελίας ποιούμενος.
 [01586]  «Ἢ λόγον σου ποιούμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;» Οὕτως ἐστὶ φιλάνθρωπος, ὥστε καὶ κρίνων ἡμᾶς ἐπιτρέπει λέγειν πρὸς αὐτὸν, ὡς μεθ' ἡμῶν κρινόμενον, περὶ ὧν βουλόμεθα.
000-00-00 Serial Number=0194871008
In Bassum martyrem Ante [Go Back]  
 [00007]  Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπίσκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ' ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν συνήθως πρὸς τὸν ∆εσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαίστρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρσίας παρ' αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς πιστοῖς ὁ Χριστὸς προευτρέπισεν.
000-00-00 Serial Number=0294823647
In Eliam prophetam Ante [Go Back]  
 [00027]  καὶ συγκολάζει μὲν τῷ λαῷ τὸν προφήτην, ἐπικουφίζει δὲ τῷ προφήτῃ τὴν τιμωρίαν, οὐδὲ αὐτὴν τὴν τῆς φιλανθρωπίας ὁδὸν ἄνευ τῆς σοφίας ποιούμενος.
000-00-00 Serial Number=0482209384
In Isaiam Ante [Go Back]  
 [01852]  Καὶ ἐπειδὴ βασιλεὺς ἦν, ἐνόμισεν αὑτῷ προσήκειν ἱερᾶσθαι καὶ ἐπεπήδησε τῷ ναῷ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε καὶ τοῦ ἱερέως κωλύοντος καὶ ἀπαγορεύοντος αὐτῷ τὴν ἐκεῖσε εἴσοδον, οὐκ ἠνέσχετο, ἀλλ' ἐπέμεινε τῇ μανίᾳ, ὀλίγον τοῦ ἱερέως ποιούμενος λόγον.
 [02353]  Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν.
000-00-00 Serial Number=0395821214
In Joannem Ante [Go Back]  
 [01730]  Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν·
 [04260]  Οὗτος καὶ ἐν μέσῳ τῷ Εὐαγγελίῳ φαίνεται τὸν ὑπὲρ τοῦ Χριστοῦ ποιούμενος λόγον·
 [05804]  σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ.
 [05860]  ∆ιὰ δὴ τοῦτο σαφέστερον αὐτῇ λοιπὸν ὃ ἔλεγε καθιστὰς, καὶ ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ποιούμενος, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0415178597
In Petrum et Paulum Ante [Go Back]  
 [00103]  ἀλλὰ μᾶλλον ἐπὶ κεφαλὴν, ὡς εἰς οὐρανὸν τὴν πορείαν ἐπὶ γῆς ποιούμενος.
000-00-00 Serial Number=0514027834
In Psalmos 101-107 Ante [Go Back]  
 [01158]  Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρῴην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομοθέτησε, φυγεῖν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν, διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε δὲ μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παρ οικεῖν ἐπὶ πλεῖστον ἐᾷ·
000-00-00 Serial Number=0434215963
In Psalmum 100 Ante [Go Back]  
 [00006]  Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουό μενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα δι δάσκει.
 [00185]  Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόμα τος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διά κρισιν ποιούμενος.
000-00-00 Serial Number=0960944057
In Psalmum 118 Ante [Go Back]  
 [00581]  Οὕτω γὰρ, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προ ελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν, ἐπειδὴ τὰ δικαιώματά σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος.
000-00-00 Serial Number=0706382334
In Psalmum 145 Ante [Go Back]  
 [00312]  Εἰ δὲ ὁ βασι λεὺς ὁ ἐν τοσαύτῃ τρυφῇ ζῶν, ὁ τοσαύτας ἔχων φρον τίδας, ὁ τοσούτοις πράγμασι περικυκλούμενος, οὐδὲ τὴν νύκτα ἠρέμει, ἀλλὰ τῶν ἐν ὄρεσι καθημένων μο ναχῶν ἀκριβέστερον τὰς εὐχὰς ποιούμενος διετέλει, ποίας, εἰπέ μοι, τευξόμεθα συγγνώμης ἡμεῖς, ἐν ἀδείᾳ μὲν ζῶντες πολλῇ, καὶ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα ἐπανῃρημένοι βίον, οὐ μόνον δὲ τὰς νύκτας καθεύ δοντες ἁπάσας, ἀλλ' οὐδὲ ἐν τῇ ἡμέρᾳ μετὰ τῆς προσ ηκούσης ἀγρυπνίας τὰς νενομισμένας ἐπιτελοῦντες εὐχάς;
000-00-00 Serial Number=0930699825
In Samaritanam Ante [Go Back]  
 [00375]  Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖνος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ.
000-00-00 Serial Number=0563350379
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00019]  ὁ δὲ λαὸς ἡμῖν οὐ τὴν τυχοῦσαν ζημίαν ὑπέμεινεν ἀπὸ τῶν τόπων, τρέχων μὲν πρὸς τὰ λείψανα τῶν μαρτύρων, μετὰ δὲ ἀμφιβολίας καὶ διακρίσεως ποιούμενος τὰς εὐχὰς διὰ τὸ ἀγνοεῖσθαι τὰς θήκας τῶν ἁγίων, καὶ ποῦ κεῖνται οἱ θησαυροὶ οἱ ἀληθινοί.
000-00-00 Serial Number=0686089635
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01732]  Μὴ δὴ ταύτῃ παρόξυνε τὸν δικαστὴν, τῶν μὲν συνδούλων πολὺν ποιούμενος λόγον, αὐτοῦ δὲ ἀγανακτοῦντος οὐ δεδοικὼς καὶ τρέμων.
 [03887]  Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν.
 [06185]  οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούμενος τὴν σύγκρισιν.
000-00-00 Serial Number=0443299115
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00916]  Ἐν σώματι δοξάζει ὁ μὴ πορνεύων, ὁ μὴ μεθυσκόμενος, ὁ μὴ γαστριζόμενος, ὁ μὴ καλλωπιζόμενος, ὁ τοσαύτην αὐτοῦ ποιούμενος πρόνοιαν, ὅσον πρὸς ὑγείαν ἀρκεῖν μόνον, ὁ μὴ μοιχεύων, ἡ μὴ μυριζομένη, ἡ μὴ χρώματι διαγράφουσα τὸ πρόσωπον, ἡ ἀρκουμένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ μηδὲν ἐπιτεχνωμένη.
000-00-00 Serial Number=0232888937
In epistulam ad Ephesios Ante [Go Back]  
 [00545]  ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ·
 [00549]  Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.
 [00559]  Οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.
000-00-00 Serial Number=0367964685
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01129]  ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος.
 [01174]  Ἀνωτέρω μὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συμβάντων, ἀλλ' ἐκ τῶν ἐν αὐτοῖς γινομένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι μόνον ἀπὸ τῶν κοινῇ δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρημένων πείθων καὶ ποιούμενος τὴν ἀπόδειξιν.
000-00-00 Serial Number=0388701797
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09370]  Ὅπερ ἀλλαχοῦ φησι, Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούμενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰ τὸν παρόντα βίον ὑπομένομεν, τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ, καί φησιν, Ἔχωμεν χάριν·
000-00-00 Serial Number=0236097395
In epistulam ad Philemonem Ante [Go Back]  
 [00218]  Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς
000-00-00 Serial Number=0402589798
In epistulam ad Philippenses Ante [Go Back]  
 [00197]  Πάντοτε, ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος.
000-00-00 Serial Number=0464574993
In epistulam ad Romanos Ante [Go Back]  
 [04164]  πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται, οὐκ ἀφεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα λαβὴν παρασχεῖν, πολλὴν δὲ σπουδὴν ποιούμενος τὸ παρὸν διορθῶσαι.
000-00-00 Serial Number=0531732202
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00006]  Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε·
000-00-00 Serial Number=0758422196
In illud Domine non est in homine Ante [Go Back]  
 [00151]  Ὁ μὲν οὖν εἰρηκὼς Ἱερεμίας ἐστὶν ὁ προφήτης, οὐ μὴν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἑτέρων τὴν ἱκετηρίαν ποιούμενος, ὑπὲρ Ἰουδαίων τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων, τῶν ἀδιορθώτως ἐχόντων, τῶν ὀφειλόντων κολασθῆναι καὶ τὴν ἐσχάτην ὑπομεῖναι τιμωρίαν, περὶ ὧν φησιν αὐτῷ ὁ Θεός·
000-00-00 Serial Number=0231367350
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00669]  Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0040986478
In illud Messis quidem multa Ante [Go Back]  
 [00059]  τίνος δὲ οὐκ ἂν εἴη κολάσεως ἑκάτερος ὑμῶν ἄξιος, τῆς μὲν ἑαυτοῦ ψυχῆς καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν παρασυρομένης οὐδένα ποιούμενος λό γον, ὑπὲρ δὲ ἀλόγων ζώων καὶ ἀνθρώπων ἑτέρων ἀλόγων χαίρων, ἢ ὀδυνώμενος;
000-00-00 Serial Number=0864265323
In mediam pentecosten Ante [Go Back]  
 [00034]  Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πάντας τῆς προσευχῆς ἐνδιδάσκων τὸν τόπον, ἐκεῖσε τὸν τῆς κατηχήσεως ποιούμενος λόγον ὡς Λόγος, ἔνθα καὶ τὸ πονηρευόμενον συνέδριον ἤθροισται.
000-00-00 Serial Number=0825520098
In parabolam Samaritani Ante [Go Back]  
 [00010]  Ἐφ' ὅσον τοίνυν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴσοδον ἐν τῇ ἐπουρανίῳ πόλει Ἱερουσαλὴμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποιούμενος, ὑπ' οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο·
000-00-00 Serial Number=0085981846
In principium Actorum Ante [Go Back]  
 [01300]  Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων·
000-00-00 Serial Number=0559418380
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00097]  εἰ δὲ καὶ τῶν ἁμαρτωλῶν ποιούμενος λόγον, μᾶλλον δὲ δι' αὐτοὺς τῇ κτίσει ἐνεδήμησας, μὴ δείξῃς μου τὰς ἐπὶ σοὶ ἀνελπί στους ἐλπίδας, ἀλλὰ τὴν συντετριμμένην μου καρδίαν θεράπευσον, νενεκρωμένον με τοῖς παραπτώμασι ζωο ποίησον.
000-00-00 Serial Number=0312143445
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00183]  Εἶτα οὐδὲ οὕ τως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρη μένος οὕτως ἐβάδιζε τὴν ὁδὸν, ἀσπλαγχνίαν περιβε βλημένος, οὐδενὸς λόγον ποιούμενος·
000-00-00 Serial Number=0722364247
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00028]  ὧν ὁ Παῦλος τὴν ἀναίρεσιν ποιούμενος ἔλεγε·
000-00-00 Serial Number=0924013853
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00100]  Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην, ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»