Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιεῖσθαι [161]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιεῖσθαι


000-00-00 Serial Number=0510571718
Ad illuminandos catecheses Ante [Go Back]  
 [00166]  Οὐ λέγει δὲ τὰ πτώματα μόνον, ἀλλὰ καὶ παραινεῖ πολλὴν ποιεῖσθαι πρόνοιαν, ὥστε μὴ ὑποσκελισθῆναι, οὕτως εἰπών·
000-00-00 Serial Number=0780521810
Ad populum Antiochenum Ante [Go Back]  
 [04161]  διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλλήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας, καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα.
 [04545]  Καὶ μετὰ τούτου κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστὶν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖσθαι·
 [05636]  διόπερ οὐδένα χρὴ ποιεῖσθαι τῶν συνδούλων λόγον, ὅταν τὸν κριτὴν πείσῃς καὶ τὸν μέλλοντά σοι δικάζειν.
 [06078]  καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον·
000-00-00 Serial Number=0914214015
Ad viduam juniorem Ante [Go Back]  
 [00003]  ἐπειδὴ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγὴν καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαί σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν.
000-00-00 Serial Number=0870009959
Adversus Judaeos Ante [Go Back]  
 [00236]  Πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν εἰς ἄνθρωπον γενομένους πονηροὺς μετὰ τοσαύτης φεύγειν σπουδῆς, τοὺς δὲ εἰς αὐτὸν ὑβρίσαντας τὸν Θεὸν ποιεῖσθαι κοινωνοὺς, καὶ τοὺς προσκυνοῦντας τὸν ἐσταυρωμένον τοῖς ἐσταυρωκόσι συνεορτάζειν;
 [00362]  Πόσης οὖν ἀνοίας ἂν εἴη καὶ πόσης παραφροσύνης, τοὺς ἠτιμωμένους, τοὺς ὑπὸ τοῦ Θεοῦ προδεδομένους, τοὺς τὸν ∆εσπότην παροξύναντας, τούτους κοινωνοὺς ποιεῖσθαι ἐν ἑορταῖς;
 [01250]  Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων, ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν, τῶν μελῶν ἡμῶν σηπομένων;
000-00-00 Serial Number=0369504452
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00221]  Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν;
 [00801]  Καὶ Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστὰς, καὶ μεριμνᾷν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν.
000-00-00 Serial Number=0457874000
Catecheses ad illuminandos Ante [Go Back]  
 [00401]  Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν.
 [00727]  Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν τῶν ἁμαρτημάτων διατηρεῖν, οὕτω ποιῶμεν πειθόμενοι.
 [00731]  Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων ἀπολαύειν καὶ τὴν κατάλληλον τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν ποιεῖσθαι.
 [00816]  [5.14] ∆ιὸ πολλὴν ὑμᾶς προσήκει ποιεῖσθαι τὴν φροντίδα, ἀγαπητοί, ὥστε τοὺς πλησίον διορθοῦν καὶ ἐξαρπάζειν τοῦ κλυδωνίου τούτου, ἵνα μὴ μόνον ὑπὲρ τῶν καθ' ἑαυτοὺς ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας πολὺν κομίσησθε τὸν μισθόν.
 [00886]  προσήκει τῶν ῥᾳθυμούντων ἀδελφῶν ποιεῖσθαι τὴν ἐπιμέλειαν·
 [00911]  ∆ιὸ καὶ ἑτέροις παραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν·
 [00953]  ἀσφαλείας δεῖ εἰ βουλόμεθά τινα ποιεῖσθαι φροντίδα τῆς σωτηρίας τῆς ἡμετέρας καὶ ὅσης εἰσὶ καταγνώσεως ἄξιοι οἱ τῆς ἐνταῦθα συνελεύσεως καὶ τῆς πνευματικῆς ταύτης διδασκαλίας προτιμῶντες τὰς ἔξω διατριβὰς καὶ τὰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ σατανικὰ καὶ ὀλέθρια θέατρα καὶ οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούοντες λέγοντος·
 [01139]  Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι καὶ μανθανέτωσαν ὡς οὐδὲν κώλυμα γίνεται πρὸς ἀρετὴν τῷ νήφειν βουλομένῳ ἀλλ' ἔξεστι καὶ χλανίδα καὶ ζώνην περικειμένῳ καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντίζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν.
 [01164]  τὴν ἐκκλησίαν σπεύδοντας τὰς εὐχὰς ποιεῖσθαι καὶ τὰς ἐξομολογήσεις·
 [01256]  Ἐπειδὴ τοίνυν ἐν ταῖς παρελθούσαις ἡμέραις παρὰ τοὺς τάφους τῶν ἁγίων μαρτύρων συνεχῶς παραγινόμενοι πολλὴν ἐκεῖθεν τὴν εὐλογίαν ἐκαρπωσάμεθα καὶ δαψιλοῦς ἀπελαύσαμεν τῆς διδασκαλίας, μέλλει δὲ λοιπὸν ἡ τῶν συνάξεων συνέχεια διακόπτεσθαι, ἀναγκαίως ὑπομιμνῄσκω τὴν ὑμετέραν ἀγάπην ὥστε ἔναυλον ἔχειν τῆς τοσαύτης διδασκαλίας τὴν μνήμην καὶ τῶν βιωτικῶν ἁπάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά.
000-00-00 Serial Number=0369706273
Commentarius in Job Ante [Go Back]  
 [00208]  [10] ἀκουέτωσαν οἱ πατέρες, ὅσοι παῖδας ἔχουσιν, ὅσην ὑπὲρ αὐτῶν ποιεῖσθαι πρόνοιαν ὀφείλουσιν.
000-00-00 Serial Number=0290886700
Contra theatra Ante [Go Back]  
 [00230]  ∆ηλονότι ἀφέμενον τοῦ θείου προστάγματος, τοὺς περὶ θεοσεβείας ποιεῖσθαι λόγους, καὶ πείθειν τὴν Σάῤῥαν, ὅτι, τοῦτον ἂν λάβῃ Θεὸς, δίδωσί σοι κρείσσονα.
000-00-00 Serial Number=0994813681
De Anna i Ante [Go Back]  
 [00356]  Καὶ γὰρ καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος βραχείας καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς ἐκέλευσαν ἐξ ὀλίγων διαλειμμάτων.
 [01023]  ἔξεστι καὶ ἄνθρωπον εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ' ἑαυτὸν βαδίζοντα εὐχὰς ποιεῖσθαι ἐκτενεῖς·
 [01025]  ἔξεστιν οἰκέτῃ, καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην.
000-00-00 Serial Number=0168127954
De Lazaro Ante [Go Back]  
 [00455]  Εἴ τις οὖν, εἰπέ μοι, ἐν ἔτεσιν ἑκατὸν μίαν νύκτα ὄναρ ἰδὼν χρηστὸν, καὶ πολλῆς καθ' ὕπνους ἀπολαύσας τρυφῆς, τὰ ἑκατὸν ἔτη κολάζοιτο, ἆρα δυνήσῃ λέγειν ἐπὶ τούτῳ, ἓν καὶ ἓν, καὶ τὴν μίαν νύκτα τῶν ὀνειράτων ἐκείνων τοῖς ἑκατὸν ἔτεσιν ἀντίῤῥοπον ποιεῖσθαι;
000-00-00 Serial Number=0730399489
De beato Philogonio Ante [Go Back]  
 [00199]  Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν·
 [00200]  τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσης, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾷν;
000-00-00 Serial Number=0984441817
De continentia Ante [Go Back]  
 [00033]  Τοὺς αὐτοὺς δύναται λόγους καὶ ὁ μέγας Ἰὼβ ποιεῖσθαι πρὸς ἡμᾶς, ὃς οὐ μόνον ἀκριβὴς ἐφάνη τῆς σωφροσύνης ἀσκητής, ἀλλὰ καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ μὴ βλέπειν εἰς παρθένου πρόςωπον, μή ποτε κάλλος παραφανὲν ἁρπάσῃ τὸν λογισμόν.
000-00-00 Serial Number=0837244034
De decem millium talentorum debitore Ante [Go Back]  
 [00084]  Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων·
000-00-00 Serial Number=0121549785
De incomprehensibili dei natura Ante [Go Back]  
 [00832]  ∆ιὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ' ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας·
000-00-00 Serial Number=0677995324
De libello repudii Ante [Go Back]  
 [00222]  Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν.
000-00-00 Serial Number=0968070328
De mansuetudine sermo Ante [Go Back]  
 [00104]  Τὸ γὰρ, πάντα ποιεῖν ἐπιτρεπούσης τῆς βασιλείας, κατέχειν ἑαυτὸν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἡγεμόνα ποιεῖσθαι τῶν ἔργων, μέγα μὲν εἰς εὐφημίαν τε καὶ δόξαν.
 [00114]  ∆ίκαιον οὖν τοῖς ἁγίοις ἐκείνοις ἀκολουθεῖν, κἀκείνους ποιεῖσθαι τοῦ βίου παράδειγμα, ἵνα πᾶσι τοῖς καλοῖς ἐκλάμποντες, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ Πνεύματι ἁγίῳ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0657110453
De mutatione nominum Ante [Go Back]  
 [01071]  ∆έομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ' ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων.
000-00-00 Serial Number=0599694669
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00183]  Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ' ἑκάστην ἡμέραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος, τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ.
000-00-00 Serial Number=0680328250
De prophetiarum obscuritate Ante [Go Back]  
 [00313]  Καὶ γὰρ ὄντως μεγίστης τόλμης ἦν, ἐν μέσῳ τῶν κατηγορουμένων ἑστῶτα, ἀφειδῶς ποιεῖσθαι τὰς κατηγορίας, καὶ ἐκείνους μὲν τῆς τιμῆς φανερῶς ἐκβάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις δόξαν.
 [00588]  ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν.
 [00852]  Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν.
000-00-00 Serial Number=0900768816
De resurrectione mortuorum Ante [Go Back]  
 [00009]  οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς [50.418ter] ἀρετῆς παρασκευάζει ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν κακίαν φεύγειν, καὶ γαλήνης ἅπαντα καὶ εἰρήνης πληροῖ.
 [00115]  Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ' ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας·
000-00-00 Serial Number=0289923191
De sacerdotio Ante [Go Back]  
 [00014]  οὐ γὰρ ἦν τοὺς μὴ περὶ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς.
 [00367]  Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημι ὅτι οὐδένα λόγον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς ἀναγκαζώμεθα προσκρούειν Θεῷ·
 [00651]  Ἴθι δὴ καὶ διάκυψον εἰς τὰς δημοτελεῖς ἑορτὰς ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἀρχῶν τὰς αἱρέσεις ποιεῖσθαι νόμος καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον ὅσον τῶν ἀρχομένων τὸ πλῆθός ἐστι.
 [00656]  εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾶν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον.
 [00719]  ∆ιὰ ταῦτα πολλὴν δεῖ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν, ὥστε μὴ μόνον τὰς εἰρημένας, ἀλλὰ μηδὲ τὰς ἑαυταῖς ἐπαρκεῖν δυναμένας τὴν τῶν ἀδυνάτων λυμαίνεσθαι τράπεζαν.
 [00758]  Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῇ καὶ μάτην ἐφεῖται, λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή.
 [00929]  ∆εῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον·
 [00937]  Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν, κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας δι' ὧν ἠπατημένους παύσει καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον.
 [00988]  ∆ιὸ πολλὴν χρὴ ποιεῖσθαι τὴν σπουδὴν ὥστε τὸν λόγον τοῦ Χριστοῦ ἐν ἡμῖν ἐνοικεῖν πλουσίως·
 [01548]  Ἀλλά σου δέομαι καὶ ἀντιβολῶ, εἴ τί σοι μέλει τῶν ἐμῶν, εἴ τις παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί καὶ γὰρ οἶδας ὅτι με μάλιστα πάντων αὐτὸς εἰς τοῦτον τὸν κίνδυνον ἤγαγες , χεῖρα ὄρεξον καὶ λέγων καὶ πράττων τὰ δυνάμενα ἡμᾶς ἀνορθοῦν, μηδὲ ἀνάσχῃ πρὸς γοῦν τὸ βραχύτατον ἡμᾶς ἀπολιπεῖν, ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον κοινὰς ποιεῖσθαι τὰς διατριβάς.
000-00-00 Serial Number=0658531845
De sancta pentecoste Ante [Go Back]  
 [00135]  Ἀκούετε ὅσοι παῖδας ἔχετε, ὥστε μεμετρημένην ποιεῖσθαι τὴν φιλίαν καὶ τὴν αἰδῶ.
000-00-00 Serial Number=0881990552
De virginitate Ante [Go Back]  
 [00613]  Ὅτι τῶν σφόδρα ἀτόπων ἦν Ἰουδαίους μέν οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν ὡς μέλλοντας θείων ἀκούειν λόγων ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας ἀλλὰ καὶ πλείους, ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν.
 [01404]  τὰς γὰρ ἀηδίας τὰς ἐν τῇ τῆς προικὸς καταβολῇ ὅ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὅ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἥ τε γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου τυχοῦσα πατρός παρίημι νῦν.
 [01578]  Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτὸ τοῦτο καρποῦνται ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.
000-00-00 Serial Number=0411260426
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00479]  βραχείας γὰρ καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος ἐκέλευσαν, ἐξ ὀλίγων διαλειμμάτων.
 [00524]  Ἔξεστι γὰρ καὶ εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ' ἑαυτὸν βαδίζοντα, εὐχὰς ἐκτενεῖς ποιεῖσθαι·
 [00526]  ἔξεστι καὶ οἰκέτῃ καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην.
 [00579]  ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι τῶν περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων ταύτην καὶ ἐπισκοπούντων, παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις.
 [00589]  πολλοὺς δὲ ὁμοῦ συνελθόντας, ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικὸν φανήσεται.
 [00983]  Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας καὶ τῆς ἀσιτίας ἧς ὑπομένομεν.
 [01308]  Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν τῶν μελῶν ἡμῶν σηπομένων;
 [01676]  Μὴ νομίσῃς, φησὶ, μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι·
 [02825]  Ποιοῦσι δὲ τοῦτο, οὐχὶ τὰς ἀνθρωπίνας ἐκπομπεύειν βουλόμενοι συμφορὰς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι, πολλὴν τῆς οἰκείας ὑγείας ποιεῖσθαι τὴν πρόνοιαν.
 [05790]  ἀλλ' ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵνα αὐτὸ τοῦτο τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας, χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ μὴ συγχωρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας.
 [06379]  ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον.
 [07861]  Εὐχόμενοι καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς.
 [09999]  περίστησον χήρας, εἰπὲ τοὔνομα, πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας·
000-00-00 Serial Number=0662012815
Epistulae Ante [Go Back]  
 [00059]  Ἐπεὶ καὶ τοῦτο σφόδρα ἡμᾶς ἀγαπώντων ἐστὶ, καὶ μεθ' ὑπερβολῆς φιλούντων, τὸ τηλικούτοις ἀνδράσι καὶ διὰ τῶν γραμμάτων πειρᾶσθαι, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν ἀκριβέστερον συνάπτειν ἡμᾶς.
 [00411]  Τοῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, καὶ αὐτὴ σπουδὴν ποιεῖσθαι παρακλήθητι τοῦ συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ εὐθυμίας.
 [00459]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [00828]  Τούτους οὖν δεῖ θρηνεῖν διηνεκῶς, τοῖς δὲ πικρῶς οὕτω σφαττομένοις ὑπ' αὐτῶν συνήδεσθαι τῶν βραβείων, τῶν στεφάνων τῶν ἐν τοῖς οὐρανοῖς ἀποκειμένων, καὶ ταύτην μεγίστην ποιεῖσθαι καὶ σαφεστάτην ἀπόδειξιν τῆς καιρίας τοῦ διαβόλου πληγῆς.
 [00910]  Ἕν με λυπεῖ μόνον, τὸ τῆς τῶν ὀφθαλμῶν σου ἀσθενείας, ὧν καὶ σφόδρα ἀξιῶ πολύν σε ποιεῖσθαι λόγον, ἰατροῖς τε διαλεγόμενον, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα.
 [01369]  Τοῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, καὶ αὐτὴ σπουδὴν ποιεῖσθαι παρακλήθητι τοῦ συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ εὐθυμίας.
 [01417]  Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, [52.643] καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν.
 [01786]  Τούτους οὖν δεῖ θρηνεῖν διηνεκῶς, τοῖς δὲ πικρῶς οὕτω σφαττομένοις ὑπ' αὐτῶν συνήδεσθαι τῶν βραβείων, τῶν στεφάνων τῶν ἐν τοῖς οὐρανοῖς ἀποκειμένων, καὶ ταύτην μεγίστην ποιεῖσθαι καὶ σαφεστάτην ἀπόδειξιν τῆς καιρίας τοῦ διαβόλου πληγῆς.
 [01868]  Ἕν με λυπεῖ μόνον, τὸ τῆς τῶν ὀφθαλμῶν σου ἀσθενείας, ὧν καὶ σφόδρα ἀξιῶ πολύν σε ποιεῖσθαι λόγον, ἰατροῖς τε διαλεγόμενον, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα.
 [02549]  Αὐτὸς μὲν ἔφης σημεῖον ποιεῖσθαι μέγιστον τοῦ μέλειν ἡμῖν τῶν σῶν, εἰ δευτέρα μετὰ τὴν προτέραν ἐπιστολὴ ἔλθοι πρὸς τὴν σὴν λαμπρότητα παρ' ἡμῶν.
000-00-00 Serial Number=0081569612
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01128]  [11.2] Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον.
 [01336]  [14.1] Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τὸ συγχωρεῖν τοσούτους ἐπάγεσθαί σοι πειρασμοὺς καὶ ἐπαλλήλους οὕτως ὥστε λαμπροτέρους σοι γίνεσθαι τοὺς στεφάνους, καὶ τὸ ταχίστην αὐτῶν ποιεῖσθαι τὴν ἀπαλλαγὴν ὥστε σε μὴ κατατείνεσθαι πάλιν τῇ παραμονῇ τῶν ἐπαγομένων κακῶν.
 [01417]  ∆ιὸ καὶ τὴν τιμιότητά σου παρακαλῶ καὶ ἐν μεγίστης αἰτῶ χάριτος μέρει πολλὴν ποιεῖσθαι ἐπιμέλειαν, ὥστε τὴν τοῦ σώματός σου διορθοῦν ἀσθένειαν.
000-00-00 Serial Number=0244957328
Expositiones in Psalmos Ante [Go Back]  
 [00102]  [55.43] μάθωμεν πῶς δεῖ ταύτην ποιεῖσθαι τὴν ἐντυχίαν.
 [00108]  Τὸ νηφούσῃ διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ, τὸ μετὰ πηγῶν δακρύων αὐτῷ προσιέναι, τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, τὸ μηδενὶ μνησικακεῖν, τὸ πάντα ἐκβάλλειν ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ συντρίβοντα τὴν καρδίαν οὕτω προσιέναι, τὸ συνεστάλθαι, τὸ πολλὴν τὴν ἐπιείκειαν μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστασθαι πραγμάτων, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον.
 [00703]  ψυχῆς δὲ μέλλων ποιεῖσθαι λόγον, οὐ περιεργάζῃ τὴν συνουσίαν τῶν μελλόντων ὁμιλεῖν αὐτῇ·
 [06086]  Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν Θεὸν ἐπιστρέψαι πρὸς ἑαυτὸν, τὸ μεριμνᾷν, τὸ φροντίζειν, τὸ τήκεσθαι, τὸ ὀδυνᾶσθαι, τὸ λόγον ποιεῖσθαι αὐτοῦ τῆς ἀποστροφῆς.
000-00-00 Serial Number=0676119864
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05529]  ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τὴν σκηνὴν αὐτοῦ ἣν ἔθος τοῖς βασιλεῦσιν ἐν ταῖς στρατοπεδείαις ποιεῖσθαι, ἐνταῦθα πήξει·
 [05619]  εὐθυμεῖν ἐθέλεις, ἢ φροντίδα τινὰ τοῦ πράγματος ποιεῖσθαι.
000-00-00 Serial Number=0056155205
Fragmenta in Job Ante [Go Back]  
 [00201]  Λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων, ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ Θεοῦ τυγχάνων, καὶ ἀναμένων ἐπιτραπῆναι, ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς·
000-00-00 Serial Number=0582980335
In Acta apostolorum Ante [Go Back]  
 [01545]  ∆ιὸ παραινῶ καὶ ὑμῖν πολλὴν ποιεῖσθαι τὴν σπουδὴν, ὥστε τοῦτο τὸ πάθος πρόῤῥιζον ἐξελεῖν·
 [06100]  Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι.
 [07139]  Ὥστε οὐ διὰ γῆς ἐμοὶ δοκεῖ τὴν πορείαν αὐτὸν ποιεῖσθαι, ἀλλὰ καὶ ἔπλει λοιπόν.
 [07270]  πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις, καὶ τὰς ἱκετηρίας·
 [07640]  Τοῦτο φίλου, τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγαθοῖς πρὸ πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους.
 [09999]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν στρατιῶται ἔλθοιεν, ἔχειν ὑμᾶς ἀποτεταγμένα οἰκήματα, καὶ πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάντα παρέχειν αὐτοῖς, ἐπειδὴ τὸν πόλεμον ὑμῖν ἀμύνουσι τοῦτον τὸν αἰσθητόν·
 [09999]  Καὶ τοῦτο λέγει ἐγκαλῶν, καὶ δεικνὺς ὅτι οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι.
 [09999]  Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι.
 [09999]  Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε μηδεμίαν ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0939211488
In Genesim sermones Ante [Go Back]  
 [00296]  διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ [54.590] μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα.
000-00-00 Serial Number=0247898400
In Joannem Ante [Go Back]  
 [00697]  Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς [59.46] τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν.
 [04419]  ∆ιὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς·
000-00-00 Serial Number=0627196550
In Kalendas Ante [Go Back]  
 [00116]  Ὥσπερ δὲ τὰς οἴκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους.
000-00-00 Serial Number=0260725439
In Petrum et Paulum Ante [Go Back]  
 [00118]  Ἀνακράζεις γὰρ, μακάριε Πέτρε, οὕτω φάσκων, ὅτι Σπουδάσω μετὰ τὴν ἐμὴν ἄφιξιν τὴν ὑμετέραν μνήμην ποιεῖσθαι.
000-00-00 Serial Number=0983368754
In Psalmum 100 Ante [Go Back]  
 [00025]  Τοῦτο οὖν κατανοήσας ὁ προφήτης κηρύττει, διδάσκων ἡμᾶς διὰ τοῦ ᾄσματος ἀδιάλειπτον ποιεῖσθαι τὴν εὐχαριστίαν, λέγων·
000-00-00 Serial Number=0133248866
In Psalmum 118 Ante [Go Back]  
 [00526]  ∆ιὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου ποιεῖσθαι.
000-00-00 Serial Number=0167678356
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00031]  περὶ δὲ τὸν λαὸν κηδεμονίαν, οὐκ ἀφεὶς αὐτοὺς μετὰ διακρίσεως ποιεῖσθαι τὰς εὐχάς.
000-00-00 Serial Number=0299680412
In catenas sancti Petri Ante [Go Back]  
 [00182]  ἔσθ' ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπίζοντα καὶ δι' ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀνθρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε κατα πίπτειν καὶ τεθηπέναι [φ.
000-00-00 Serial Number=0135302663
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05501]  Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι.
 [05561]  Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον·
 [05613]  Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη;
000-00-00 Serial Number=0121050656
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00907]  πολλοὺς δὲ ὁμοῦ συνελθόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν.
000-00-00 Serial Number=0123462439
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00482]  Ὅπερ ἀεὶ ἔλεγον, ὅτι ἠρέμα καὶ κατὰ μικρὸν δεῖ τὰς ἐπιπλήξεις ποιεῖσθαι, τοῦτο καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ.
 [01109]  Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λόγον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων.
 [02013]  Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι.
 [03044]  Καὶ γὰρ καὶ ἐνταῦθα οὐ περὶ τῶν ὡμολογημένων ἁμαρτημάτων φησὶν, ἀλλὰ περὶ τοῦ τὸν δεῖνα τοῦ δεῖνος προτιθέναι, καὶ συγκρίσεις ποιεῖσθαι βίων.
 [03852]  Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας·
 [09999]  Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων.
000-00-00 Serial Number=0924759805
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00473]  Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ μηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν, καὶ πάντα μηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα;
 [01182]  Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι.
 [01187]  διὰ τοῦτό φησι, Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς.
 [01213]  ἡμᾶς δὲ μηδὲ ὑπὲρ τῶν κινδυνευόντων καὶ στρατευομένων ποιεῖσθαι δεήσεις;
 [01249]  ∆έον σε ὑπὲρ τῶν σῶν τρέμειν ἁμαρτημάτων, καὶ τὸν ἀγῶνα πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ;
 [01356]  Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέμους καὶ τὰς μάχας καὶ τὰς ταραχὰς, καὶ διὰ τοῦτο ὑπὲρ βασιλέων καὶ ὑπὲρ ἀρχόντων παρακαλεῖ τὸν ἱερωμένον εὐχὰς ποιεῖσθαι, πολλῷ μᾶλλον καὶ τοὺς ἰδιώτας [62.534] τοῦτο χρὴ ποιεῖν.
 [01773]  ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι.
 [03501]  κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ μετὰ ἀκριβείας πάντοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι;
000-00-00 Serial Number=0032769561
In epistulam ad Ephesios Ante [Go Back]  
 [03774]  μᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν.
 [04056]  Ταῦτά ἐστιν ἄξια τοῦ υἱοῦ τοῦ Θεοῦ, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς κλέπτας, τοὺς ἰταμοὺς, τοὺς ἐπιβουλεύοντας, τούτους ἀδελφοὺς ποιεῖσθαι καὶ κληρονόμους, οὐχὶ τοὺς ἀδελφοὺς γινομένους, τούτους ὡς ἀνδράποδα ὑβρίζειν.
 [06347]  ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον.
000-00-00 Serial Number=0360534728
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00975]  Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα·
 [07555]  Μέγα μὲν γὰρ τὸ καὶ ἡμᾶς ἐν μνήμῃ ποιεῖσθαι τοῦ Θεοῦ, μέγα δὲ καὶ τὸ μνημονεύεσθαι αὐτὸν παρ' ἡμῶν·
000-00-00 Serial Number=0859355927
In epistulam ad Philippenses Ante [Go Back]  
 [01028]  Αὐτοί τε εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς.
 [02508]  Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι·
000-00-00 Serial Number=0604042232
In epistulam ad Romanos Ante [Go Back]  
 [01219]  ∆ιὸ μάλιστα ἁμαρτάνειν οὐ χρὴ, ἐπειδὴ μακρόθυμος ὁ Θεὸς, οὐδὲ τὴν εὐεργεσίαν ὑπόθεσιν ἀγνωμοσύνης ποιεῖσθαι·
 [03714]  Ἐμοὶ δὲ δοκεῖ οὐδὲ πάντα τὸν βίον τοῦ πιστοῦ ἐνταῦθα αἰνίττεσθαι, ἀλλὰ σύγκρισιν βαπτίσματος ποιεῖσθαι καὶ τοῦ νόμου·
 [05070]  Εἰπὼν γὰρ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Εἰς ἐπιθυμίας·
 [08360]  καὶ γὰρ καὶ τοῦ πλησίον παθόντος κακῶς, κοινὴν ὀφείλεις ποιεῖσθαι τὴν συμφοράν.
000-00-00 Serial Number=0584033608
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00151]  [51.171] Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν.
000-00-00 Serial Number=0189408600
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00492]  Ὥσπερ οὖν εἰπὼν, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, τοῖς κυρίοις ἐκέλευσε πολλὴν αὐτῶν ποιεῖσθαι πρόνοιαν πάλιν·
000-00-00 Serial Number=0174736261
In illud In faciem ei restiti Ante [Go Back]  
 [00465]  νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκον τος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν.
000-00-00 Serial Number=0501895368
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00009]  Τοῦτο γάρ ἐστι, τοῦτο, ὃ πολλῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ μὴ πάσας ἐπιέναι τὰς Γραφὰς, ἀλλ' ἃ νομίζομεν εἶναι σαφέστερα, ταῦτα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι λόγον.
000-00-00 Serial Number=0608491778
In illud Vidi dominum Ante [Go Back]  
 [00048]  Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι·
 [00068]  Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν.
 [00081]  [1.3] Ἀλλ' εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ μετ' εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς·
 [00125]  Ἀλλ' ὁ προφήτης, φησίν, ἀλαλαγμῷ ποιεῖσθαι τὴν δοξολογίαν προτρέπεται·
 [00154]  Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ' οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον·
 [00600]  Ἀλλ' ὅπερ ἔλεγονοὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν·
 [01154]  Ποιοῦσι δὲ τοῦτο, οὐχὶ ταῖς ἀνθρωπίναις ἐμπομπεύειν βουλόμενοι συμφοραῖς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι πολλὴν τῆς οἰκείας ὑγιείας ποιεῖσθαι τὴν πρόνοιαν.
000-00-00 Serial Number=0211981356
In illud Vidua eligatur Ante [Go Back]  
 [00236]  ∆ιὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς.
000-00-00 Serial Number=0069176197
In principium Actorum Ante [Go Back]  
 [01174]  Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν.
000-00-00 Serial Number=0182100952
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00063]  Αὐτοὶ οἱ ταῦτα εἰρηκότες αὐτὸν ἐχειροτόνησαν, καὶ οὐκ ἂν οἱ μετὰ τοσαύτης ἀκριβείας παραινοῦντες ἑτέροις τὴν δοκιμασίαν ποιεῖσθαι τῶν μελλόντων ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀναβαίνειν ταύτης, αὐτοὶ παρέργως τοῦτο ἐποίησαν ἄν·
000-00-00 Serial Number=0727298856
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00086]  [23] Σκεπτέον δὲ καὶ τί τὸ Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων ἀνάμνησιν ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι ἕως ἂν ἔλθῃ·
000-00-00 Serial Number=0627288640
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00051]  Πᾶν γὰρ ἔργον φησὶν οὐ ποιήσετε ἐν αὐταῖς, ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ' ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν·
000-00-00 Serial Number=0758068800
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00039]  ἀλλὰ ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵν' αὐτὸ δὴ τοῦτο, τὸ τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας, χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ, μὴ συγχωρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας.
000-00-00 Serial Number=0560979784
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00091]  Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην.
000-00-00 Serial Number=0503992438
Prooemia in Psalmos Ante [Go Back]  
 [00212]  μάθωμεν πῶς δεῖ ποιεῖσθαι τὴν ἐντυχίαν.
000-00-00 Serial Number=0807217658
Quales ducendae sint uxores Ante [Go Back]  
 [00035]  ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν.
 [00047]  Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
 [00090]  Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, τοσαύτην ποιεῖσθαι πρόνοιαν·
000-00-00 Serial Number=0938252449
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00223]  νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου.
000-00-00 Serial Number=0110516727
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00018]  ἐκεῖνοι μὲν γὰρ ἱστορίας γράφουσιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι, καὶ πολέμους καὶ μάχας εἰς μέσον ἀγαγεῖν, καὶ καρπώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων.
 [00543]  καὶ περὶ τοῦ μὴ δεῖν ἀτάκτους ποιεῖσθαι συζυγίας, καὶ περὶ γάμων νομίμων καὶ ἀθέσμων, καὶ ὅτι οὐ χρὴ χήραν ἢ ἐκβεβλημένην τὸν ἱερέα λαμβάνειν, ἀλλὰ παρθένου καὶ ἐκ πάντων ἀκολήτων (σιξ;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»