Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παραίνεσιν [198]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παραίνεσιν


000-00-00 Serial Number=0761552393
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00087]  καὶ πρὸς τούτοις, μετὰ τὴν ἐκ τῶν πραγμάτων παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων·
000-00-00 Serial Number=0290580273
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00755]  [13.10] Ὁ δὲ υἱὸς ὁ τούτου, καίτοι ἔνδοξον ἔχων τὸν διδάσκαλον διηνεκῶς, τοῦ πατρὸς τὴν ἀρετὴν καὶ νουθεσίας ἀπολαύων καὶ τῆς διὰ ῥημάτων καὶ τῆς διὰ τῶν ἔργων καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ὁρῶν καὶ τὴν ἀπὸ τῆς συμφορᾶς καὶ τὴν ἀπὸ τῆς σωτηρίας παραίνεσιν, πονηρὸς περὶ τὸν φύντα ἐγένετο καὶ ἐκωμῴδει τοῦ γεγεννηκότος τὴν γύμνωσιν καὶ ἐξεπόμπευσεν.
 [00954]  Καὶ εἰς ταπεινοφροσύνην δὲ ὅταν ἐνάγῃ, ἐντεῦθεν κατασκευάζει τὴν παραίνεσιν, οὕτω λέγων·
000-00-00 Serial Number=0907537162
Ad populum Antiochenum Ante [Go Back]  
 [02300]  ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς, καὶ τὴν δοκοῦσαν εἶναι παραμυθίαν τοῖς ὀμνύουσιν ἀνελεῖν [49.90] τὴν ψυχρὰν καὶ ἀνόνητον.
 [02330]  οὕτω δὴ καὶ σὺ ἐντεῦθεν ἀπιὼν, ἀπένεγκε παραίνεσιν τῇ γυναικὶ, τοῖς παιδίοις, τοῖς ἐπιτηδείοις ἅπασιν.
 [02649]  πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ἥξω παραίνεσιν.
 [02957]  Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε.
 [03458]  ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας καὶ πόνους.
 [03466]  Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας παραίνεσιν, καὶ θαύμασόν σου τὸν ∆εσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ' ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν·
 [03671]  μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, εἰδό [49.135] τες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
 [03911]  εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν·
 [04173]  τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν τοῖς αὐτοῖς ἐπιμένωμεν;
 [04414]  πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λόγος ἤγαγε.
 [04502]  σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον.
 [05891]  ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ' ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον·
000-00-00 Serial Number=0382044911
Adversus Judaeos Ante [Go Back]  
 [00463]  ἐγὼ δὲ πρὸ δέκα ἡμερῶν, ἢ καὶ πλειόνων, προλαβὼν ἐποιησάμην πρὸς ὑμᾶς τὴν παραίνεσιν, ὥστε ἀσφαλίσασθαι τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους.
 [00589]  ∆ιὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφεὶς, μαρτύρομαι καὶ βοῶ·
 [00779]  ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρὸς, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν.
 [01365]  εἰσελθὼν γὰρ εἰς τὰς Ἀθήνας, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ Εὐαγγελίων αὐτοῖς διελέγετο, ἀλλ' ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο·
 [02517]  οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, ἀπ' αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι.
 [02569]  Ἀλλ' ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε τοῦτο ὁ Θεὸς, Τί λοιπὸν τὸ πλέον, τί τὸ ὄφελος;
000-00-00 Serial Number=0169886410
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00050]  καὶ εἴ γέ μοί τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρός τε τὴν ἑαυτῶν, πρός τε τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων.
 [00138]  ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικὼς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος.
 [01086]  καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν.
 [01741]  Καὶ σιγώντων μὲν οὖν, ὅπερ ἔφην, τὰ τῆς ἀπολογίας ἀνῄρητο, νυνὶ δὲ πολλῷ πλέον μετὰ τοὺς μακροὺς λόγους τούτους, καὶ τὴν τοσαύτην παραίνεσιν, τήν τε ἀπὸ τῶν πραγμάτων, τήν τε σαφεστέραν τὴν ἀπὸ τῶν θείων Γραφῶν.
000-00-00 Serial Number=0609767675
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00067]  ∆ιὸ παραίνεσιν ἔχων ἐκκλησιαστικὴν ὀφείλεις παραφυλάττεσθαι ὅσα σεμνά·
000-00-00 Serial Number=0567406595
Catecheses ad illuminandos Ante [Go Back]  
 [00030]  καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν πεπλημμελημένων οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραινεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων.
 [00720]  Ἀλλὰ μηδεὶς δυσχεραινέτω, παρακαλῶ, πρὸς τὴν παραίνεσιν·
 [00746]  [5.4] Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους.
 [00898]  [6.4] Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.
 [00902]  Εἰ μὴ προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παντὸς τοῦ χρόνου ἐνηχοῦντες, παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ' ἑκάστην ἡμέραν διὰ τῆς συνεχοῦς διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δεικνύντες τῆς κακίας τὴν λύμην, διεγείροντες πρὸς τὴν τῶν ἤδη ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες ταῦτα ἅπαντα πεποιήκαμεν, τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε.
 [00913]  Σκόπει μοι παραίνεσιν ἀκριβεστάτην.
 [00966]  Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες, ἀλλ' ὑμῖν τοῖς ὑγιαίνουσι τὰ περὶ τῆς ἰατρείας ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν' ὑμεῖς λοιπὸν φροντίσητε τῆς σωτηρίας τῶν οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν·
 [00979]  καὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι' αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν.
 [01002]  [6.24] ∆ιὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν.
 [01057]  [7.13] Καὶ ἵνα μὴ νομίσωμεν αὐτὸν ἀδύνατά τινα ἐπιτάττειν καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἡμετέραν, πάλιν δευτεροῖ τὴν παραίνεσιν καί φησι·
 [01086]  Καὶ κατὰ τὴν παραίνεσιν τοῦ μακαρίου τούτου τὰ ἄνω φρονοῦντες, διετέλουν οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.
 [01255]  ∆ιὰ γὰρ τοῦτο ἐπίτηδες καὶ τὸν λόγον τοῦτον εἰς μέσον παρήγαγον ἵνα κοινὴν πρὸς ἅπαντας ποιήσωμαι τὴν παραίνεσιν καὶ πρὸς τοὺς πάλαι μεμυημένους καὶ πρὸς τοὺς πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντας.
000-00-00 Serial Number=0800141692
Catechesis de juramento Ante [Go Back]  
 [00173]  διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρκων παραίνεσιν τρεψώμεθα νῦν.
000-00-00 Serial Number=0972480834
Commentarius in Job Ante [Go Back]  
 [01079]  ὅρα, μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι τότε τὴν ἀναίσχυντον ἐπάγει συμβουλὴν οὐ τολμήσασα πρὸ τούτου ταῦτα εἰπεῖν, ἀλλὰ πρότερον δείξασα πιθανήν τινα τὴν παραίνεσιν, τότε τὸ δηλητήριον ἐνίησι καὶ οὐδὲ αὐτὸ φανερῶς.
 [01146]  ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων.
000-00-00 Serial Number=0281330109
Contra ludos et theatra Ante [Go Back]  
 [00128]  ∆ιὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης·
 [00132]  Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην, οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν.
000-00-00 Serial Number=0564682186
Contra theatra Ante [Go Back]  
 [00053]  Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν πατέρα ἡμῶν Ἀβραὰμ ἐπανελθόντες πάλιν.
 [00319]  κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή.
 [00389]  Εἰ δὲ ἀπειθεῖς μετὰ τοσαύτην παραίνεσιν, καὶ πονηρῷ φιλονεικεῖς διακονήσασθαι δαίμονι, τοῦτο μόνον δεόμεθα, πρώτους ἀπόκτεινον ἡμᾶς, καὶ ἡδέως δεχόμεθα τὴν σφαγήν.
000-00-00 Serial Number=0022426248
De Anna i Ante [Go Back]  
 [00439]  Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παραίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε;
 [01104]  οὐ γὰρ πρὸς λοιδορίας καὶ σκώμματα παρεσκεύαστο, οὐ πρὸς ὀνείδη καὶ κατηγορίαν, ἀλλὰ πρὸς παραίνεσιν καὶ συμβουλὴν, πρὸς διόρθωσιν καὶ νουθεσίαν.
000-00-00 Serial Number=0913293183
De Christi divinitate Ante [Go Back]  
 [00206]  ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι' αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος.
000-00-00 Serial Number=0885895014
De Davide et Saule Ante [Go Back]  
 [00011]  ἀλλὰ χρὴ τὸν μέλλοντα κατορθοῦν ἐν τοῖς ἀκούουσι τὰ λεγόμενα, μὴ πρότερον ἀφίστασθαι περὶ τῶν αὐτῶν παραινοῦντα καὶ συμβουλεύοντα, μηδὲ ἐφ' ἕτερόν τι μεταπηδᾷν, ἕως ἂν ἴδῃ τὴν προτέραν παραίνεσιν καλῶς ἐν αὐτοῖς ῥιζωθεῖσαν.
 [00171]  Ἀλλ' ὁ μακάριος ἐκεῖνος τοῦτο οὐκ ἔπαθεν, ἀλλὰ καὶ μετὰ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν ἔμενε τὴν οἰκείαν διατηρῶν ψῆφον.
 [00556]  Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν ∆αυῒδ ἐπανελθόντες πάλιν.
000-00-00 Serial Number=0719981611
De Lazaro Ante [Go Back]  
 [00016]  ἂν δ' ἄρα τοῖς αὐτοῖς ἐπιμένωσι καὶ μετὰ τὴν παραίνεσιν, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεθα τῆς πρὸς αὐτοὺς συμβουλῆς·
 [00097]  Πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν ὑποδεχομένου.
 [00130]  Καὶ τί χρὴ λέγειν τῶν μετὰ πολλὴν παραίνεσιν ἀνακτωμένων ἑαυτούς;
 [00187]  Τὸν μὲν γὰρ πρότερον ἡ τοῦ πεισθήσεσθαι ἐλπὶς τὸν ἀκούοντα, κἂν ἁπάντων νωθέστερος ᾖ, διεγείρει πρὸς τὴν παραίνεσιν·
 [01240]  Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες·
000-00-00 Serial Number=0899545550
De Maccabeis Ante [Go Back]  
 [00126]  καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρμόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμβουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥωμένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατατολμᾷν τῶν δεινῶν.
000-00-00 Serial Number=0502882540
De consubstantiali Ante [Go Back]  
 [00289]  ἵνα δὲ μὴ τῶν εἰρημένων ἐπικλύσω τὸ πλῆθος τῇ περιουσίᾳ τῶν ῥηθήσεσθαι μελλόντων, ἐνταῦθα τὸν πρὸς ἐκείνους στήσας λόγον, καὶ τὰ λειπόμενα εἰς ἑτέραν ἀναβαλλόμενος ἡμέραν, πρὸς παραίνεσιν εὐχῆς τρέψομαι πάλιν.
000-00-00 Serial Number=0704285145
De decem millium talentorum debitore Ante [Go Back]  
 [00057]  κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν·
000-00-00 Serial Number=0753336608
De diabolo tentatore Ante [Go Back]  
 [00581]  Ὁ γέρων ἐκείνην ἐχέτω τὴν παραίνεσιν·
000-00-00 Serial Number=0583904386
De fato et providentia Ante [Go Back]  
 [00105]  Ἀνατρέψας τοῦ Θεοῦ τὴν ψῆφον, καὶ εἰπὼν ὅτι μεγάλα αὐτοῖς ἀγαθὰ ἔσται μὴ πειθομένοις αὐτῷ, οἷον, ἄνοιξις ὀφθαλμῶν καὶ ἰσοθεΐα, καὶ γνῶσις ἠρτημένη, οὐκέτι προσέθηκεν ὅτι πονηρὸς ὁ τούτων ἀπείργων, ἵνα μὴ δόξῃ καθάπερ ἐχθρός τις καὶ πολέμιος λέγων ἀπολογεῖσθαι, ἀλλὰ πρόσωπον συμβούλου καὶ κηδεμόνος ὑποδὺς, εὐπαράδεκτον ποιήσῃ τὴν κακὴν παραίνεσιν·
000-00-00 Serial Number=0346534550
De fugienda simulata specie Ante [Go Back]  
 [00002]  Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφάναι·
000-00-00 Serial Number=0733143568
De incomprehensibili dei natura Ante [Go Back]  
 [00837]  μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε.
 [00839]  Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή.
 [01008]  Ἀλλὰ τοῦτο εἰς ἑτέραν διάλεξιν ὑπερθέμενοι, ἵνα μὴ τῷ πλήθει καταχώσωμεν τὴν μνήμην τῶν εἰρημένων, ἐπὶ τὴν συνήθη τρέψωμεν τὸν λόγον πάλιν παραίνεσιν.
000-00-00 Serial Number=0237317979
De mutatione nominum Ante [Go Back]  
 [00473]  Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν.
 [00661]  Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα·
 [00677]  Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν·
 [01079]  καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι.
 [01241]  οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θεμέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐῤῥιζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται.
000-00-00 Serial Number=0670290351
De negatione Petri Ante [Go Back]  
 [00218]  Καὶ ἐγὼ τοίνυν ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν.
000-00-00 Serial Number=0722386420
De non iterando conjugio Ante [Go Back]  
 [00226]  Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.
000-00-00 Serial Number=0950558662
De paenitentia [1] Ante [Go Back]  
 [01497]  ὁρᾷς οὐ πρόσταγμα, ἀλλὰ παραίνεσιν;
000-00-00 Serial Number=0800160587
De paenitentia [2] Ante [Go Back]  
 [00338]  Εἶδες ∆εσπότου παραίνεσιν·
000-00-00 Serial Number=0586498857
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00122]  Μὴ οὖν θαρσήσῃς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχόμενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν·
000-00-00 Serial Number=0409551919
De proditione Judae Ante [Go Back]  
 [00149]  τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδασκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν·
 [00422]  Σκόπει, πόση μακροθυμία! πόση φιλανθρωπία! πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας! Ἀλλ' ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλὴν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν ἄπεισι·
000-00-00 Serial Number=0831689119
De resurrectione mortuorum Ante [Go Back]  
 [00004]  σήμερον τὸν ἠθικώτερον βούλομαι γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν·
000-00-00 Serial Number=0578888357
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00127]  ἀλλὰ μὴ γένοιτο μετὰ τοὺς λόγους τούτους καὶ τὴν παραίνεσιν ταύτην εὑρεθῆναί τινα ὑπεύθυνον ὄντα τοῖς εἰρημένοις.
000-00-00 Serial Number=0233958125
De virginitate Ante [Go Back]  
 [00228]  Τὴν γὰρ τούτου παραίνεσιν τοῦ κυρίου παραίνεσιν εἶναι πιστεύειν χρή.
 [00273]  Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ' ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἵν' ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν τὰς ψυχὰς χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης·
 [00275]  Οὐδὲ γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὴν ἐκείνων ἂν περιέμενε προθυμίαν, ἀλλὰ προλαβὼν αὐτὸς ἂν εἰσηγήσατο, εἰ καὶ μὴ ὡς ἐπίταγμα, μηδὲ ὡς ἐντολὴν ἀλλ' ὡς παραίνεσιν καὶ συμβουλήν.
 [00289]  ἵνα γὰρ μή τις δυσχεραίνῃ τὴν παραίνεσιν, τῶν γραμμάτων αὐτοὺς ὧν ἔπεμψαν ὑπομιμνήσκει.
 [00589]  Εἰ δὲ τὸν σκόπον ἅπαντα ἀναπτύξειε καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν.
 [00591]  Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν;
 [00603]  Ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν εἰπών·
 [00955]  Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν »Τιμῆς», γάρ φησιν, «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων» , τῆς δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα·
 [00971]  Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν ἀλλὰ θεραπεύσας πρότερον τῇ τῆς ἐπιταγῆς αἱρέσει τὸν μαθητὴν εὐήνιόν τε καὶ τιθασὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν.
 [01724]  Σὺ δέ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν.
 [01742]  Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος καὶ τὸν παρόντα βίον θαυμάζων ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αἰσχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγύς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν;
000-00-00 Serial Number=0766246378
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01444]  Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν·
 [05442]  Τίς γὰρ ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν τῶν δεομένων ὑπερορῶσιν;
 [06352]  ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, τῆς ἐργασίας παράκλησίν τινα λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων πλειόνων ὁμοίως ἅψασθαι.
 [06793]  Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται, τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν, τοῖς ἐπὶ τῶν ὅρκων κακοῖς ἐπιμένωμεν;
000-00-00 Serial Number=0114388943
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00330]  Ἀλλὰ γὰρ ἔλαθον ὑπὸ τῆς τοῦ λόγου ῥύμης παρασυρεὶς καὶ οὐχ ἁρμόζουσάν σοι ταύτην ποιησάμενος τὴν παραίνεσιν·
000-00-00 Serial Number=0922439277
Expositiones in Psalmos Ante [Go Back]  
 [00017]  Οὐ γὰρ ἑαυτὸν ἐπᾶραι βουλόμενος ταῦτά φησιν, ἀλλὰ διδασκαλίαν τινα καὶ παραίνεσιν κοινὴν πολὺ κέρδος ἔχουσαν εἰσάγων.
 [00259]  Καὶ ὅρα τὴν παραίνεσιν, πόσης μετὰ τοῦ θυμοῦ γέμει καὶ τῆς προσηνείας, πόσης τῆς φιλοσοφίας.
 [00352]  Εἶδες πῶς μετὰ τῆς θεογνωσίας, καὶ βίου ἀκριβοῦς παραίνεσιν ποιεῖται, παιδεύων μὴ μόνον ἐν τῇ χρηστότητι τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων ἔργων ἀρετῇ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας;
 [00435]  Εἰσάγων τοίνυν νόμον ἀποστολικὸν, καὶ φιλοσοφίαν εὐαγγελικὴν, καὶ τὰ αὐτὰ εἰπὼν ἅπερ καὶ ὁ Χριστὸς, ἑτέραν προστίθησι παραίνεσιν οὕτω λέγων·
 [00470]  εἶδες παραίνεσιν ἀπηρτισμένην;
 [00508]  Ἀπαρτίσας τὴν περὶ τῶν ἠθῶν παραίνεσιν, καὶ τῇ θεογνωσίᾳ προσαγαγὼν, καὶ πάντα κινήσας τρόπον τὸν δυνάμενον διαναστῆσαι τῶν πεπλανημένων τὴν διάνοιαν, καὶ μάλιστα ἀπὸ τῶν ἀνακειμένων αὐτῷ καὶ τῆς εἰς αὐτοὺς προνοίας δείξας αὐτοῦ τὴν κηδεμονίαν, ἀντίθεσίν τινα παρὰ τῶν ἀσθενεστέρων καὶ παχυτέρων εἰσαγομένην τίθησι καὶ λέγει·
 [03412]  Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας.
 [05175]  Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας.
 [06533]  Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθένειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται.
000-00-00 Serial Number=0878354192
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00074]  καὶ πάλιν πρὸς τὸν Πασχὼρ ἀποτεινόμενος, καὶ βασιλέων ἥκιστα δεχομένων τὴν παραίνεσιν.
 [00082]  Τέλος δὲ καὶ Θρήνους ποιεῖται, καὶ παραίνεσιν δι' ἐπιστολῆς τίθησι πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ τυγχάνοντας·
 [00652]  Αὕτη δὲ οὔτε μετὰ παραίνεσιν τὴν ἀπὸ τῶν λόγων.
 [00869]  Ὅρα μετὰ τὴν κατηγορίαν πάλιν παραίνεσιν, καὶ συμβουλὴν, εἰ τοίνυν ἀφεστηκότες εἰσὶ, τί καλεῖς;
 [01151]  Οὐδεὶς γὰρ ὁμοῦ τε ἐπάγει τὴν τιμωρίαν, καὶ παραίνεσιν εἰσάγει.
 [01681]  ἀλλ' ὅμως οὐκ ἐδέξαντο τὴν παραίνεσιν.
 [01693]  Ἵνα εἴπῃ, ∆ι' ὅλου ὅτι οὔτε παραίνεσιν ἐκ τῶν συμφορῶν δέχονται, οὔτε ἐκ τῆς ἐφόδου τῶν πολεμίων σωφρονέστεροι γεγόνασιν.
 [02037]  Τοιοῦτόν τί ἐστι, παραίνεσιν εἰσάγει καὶ συμβουλήν.
 [03053]  Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅταν εἴπῃ, ὅτι Οὐκ ἐλεήσω, οὐ φείσομαι, καὶ ὡς περὶ ἀπεγνωσμένων διελέχθη, πάλιν παραίνεσιν εἰσάγει.
 [04185]  Τουτέστιν, ἐφεστώτων κακῶν, ἐκήρυξα, καὶ ἀπείπαντο τῶν λόγων τὴν παραίνεσιν.
000-00-00 Serial Number=0057911694
Fragmenta in Job Ante [Go Back]  
 [00771]  Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν [64.565] παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν·
 [00791]  οἱ γὰρ πονηρὰ συμβουλεύοντες, οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν παραίνεσιν.
000-00-00 Serial Number=0814832449
In Acta apostolorum Ante [Go Back]  
 [02925]  ἐνταῦθα δὲ καὶ παραίνεσιν προσάγει.
 [09999]  Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο.
000-00-00 Serial Number=0344790399
In Genesim sermones Ante [Go Back]  
 [01417]  Τὰ κατὰ σαυτὸν σκόπησον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆσαι τῷ κειμένῳ, ἀλλ' οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν.
000-00-00 Serial Number=0290255904
In Heliam et viduam Ante [Go Back]  
 [00004]  Τοῦτο δὲ ἐγένετο, τοῦ Θεοῦ τάχα συμφερόντως οἰκονομοῦντος, καὶ πρὸς τὴν παροῦσαν ἡμέραν τὴν περὶ τούτων ὑπερτιθέντος παραίνεσιν·
000-00-00 Serial Number=0035341322
In Isaiam Ante [Go Back]  
 [02060]  Ἀλλ' ὅμως καὶ μετ' ἐκεῖνα καὶ τὴν πολλὴν τοῦ Θεοῦ παραίνεσιν ὁ μέγας ἀναδύεται Μωϋσῆς καὶ σκήπτεται καὶ μυρίας ἐπινοεῖ προφάσεις παραιτήσεως, λέγων·
000-00-00 Serial Number=0493139267
In Joannem Ante [Go Back]  
 [00405]  οὕτω ταχέως τὴν παραίνεσιν ἐπὶ τῶν ἔργων ἐδείξατε.
 [05558]  ∆ιόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο.
 [06020]  Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν.
000-00-00 Serial Number=0728082836
In catenas sancti Petri Ante [Go Back]  
 [00005]  [2] ∆ιὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπόθεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν, καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι' ἐπιστολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενομένῳ·
000-00-00 Serial Number=0135739923
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04649]  Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πάλιν καθίησι.
 [04650]  ∆ιὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει.
 [04901]  αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόμενον ἐπάγων καὶ λέγων·
000-00-00 Serial Number=0762805283
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00804]  Πάλιν εὐχὴ μετὰ παραίνεσιν·
000-00-00 Serial Number=0768999338
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00781]  Καὶ μετὰ πολλῆς τῆς φιλοστοργίας τὴν παραίνεσιν προσάγει, τέκνον αὐτὸν καλῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ, Τέκνον ἐμόν.
000-00-00 Serial Number=0775746763
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03174]  ἵνα δι' ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβάλωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν·
 [04762]  Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοινῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων·
 [05235]  ἐνταῦθα δὲ καὶ φρικωδέστερον μεταχειρίζει τὴν παραίνεσιν.
 [05487]  καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν.
 [05501]  οὐδὲ γὰρ ἂν καθολικῶς ἔθηκε τὴν παραίνεσιν.
 [07089]  Καὶ ἐπειδὴ μέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται.
 [07757]  Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι;
 [08732]  Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν.
 [08735]  Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν.
 [08857]  Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει;
 [09999]  Οὐ γὰρ ἀπώσατο μό-νον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυ-ναμένην σβέσαι πυράν.
000-00-00 Serial Number=0617015719
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00345]  Ἐνταῦθα καὶ παραίνεσιν εἰσήγαγεν, ὅπερ ἐστὶν ἀνεπαχθέστερον τὸν λόγον ποιοῦντος.
 [01548]  Τί οὖν ἐστιν ὅ φημι, καὶ δι' ὃ τοσαύτην ἐποιησάμην παραίνεσιν;
 [03105]  μετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει·
000-00-00 Serial Number=0696175158
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01206]  Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν.
 [01595]  Τούτων ἀντίῤῥοπον τὴν παραίνεσιν εἰσάγει.
000-00-00 Serial Number=0087297916
In epistulam ad Ephesios Ante [Go Back]  
 [05986]  τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ.
000-00-00 Serial Number=0715626419
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00931]  οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν·
 [01635]  Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ' ἔστι μεμιγμένον φάρμακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν.
 [02369]  ∆ιὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύματος ἀναμνήσας, ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ [61.681] τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ·
000-00-00 Serial Number=0363050580
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09414]  ἀλλ' [63.226] ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος·
000-00-00 Serial Number=0011049092
In epistulam ad Philippenses Ante [Go Back]  
 [02615]  ἐπεὶ καὶ εἰς ταπεινοφροσύνην ἐνάγων οὐ παρέθηκεν ὑπόδειγμα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκολάσθησαν, ἀλλ' ἀπὸ τοῦ Θεοῦ τὴν παραίνεσιν εἰσήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται, ὡς τέκνοις γνησίοις, οὐχ ὡς οἰκέταις.
 [03234]  Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνεσιν εἰσάγει, ἀλλ' ὅτε αὐτοὺς πολλὰ ἐπῄνεσεν, ὅτε ἐθαύμασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ.
 [04227]  Ὅρα πῶς μετὰ τὴν παραίνεσιν τὰ ἐγκώμια·
000-00-00 Serial Number=0733740568
In epistulam ad Romanos Ante [Go Back]  
 [03037]  Καὶ οὐκ εἶπε, ∆εῖ καυχᾶσθαι ὑμᾶς, ἀλλὰ, Καυχώμεθα, φησὶν, ἡμεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων.
 [03720]  Ἐπειδὴ τοίνυν τούτοις ἀναπνεῦσαι πεποίηκε τὸν ἀκροατὴν, ἀσφαλίζεται πάλιν αὐτὸν, ἐξ ἀντιθέσεως παραίνεσιν εἰσάγων, καὶ λέγων οὕτω·
 [03725]  ἔπειτα δὲ καὶ εἰς παραίνεσιν ἐξάγει τὸν λόγον, καὶ δείκνυσι πολλὴν οὖσαν τὴν εὐκολίαν τῶν ἀγώνων, οὕτω λέγων·
 [05050]  ∆είξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων·
 [07900]  Οὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναί φησι πρὸς τὴν τοιαύτην παραίνεσιν καὶ συμβουλήν·
 [08541]  Ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο, καὶ τὴν ἀγγέλοις πρέπουσαν κατεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, [60.615] τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν.
 [08888]  Καὶ οὐκ εἶπε, Περιπατεῖτε, ἀλλὰ, Περιπατήσωμεν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν.
 [09685]  Ἔθος ἀεὶ τῷ Παύλῳ εἰς εὐχὰς καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν·
 [09747]  Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως·
 [09999]  Τοῦτο πρὸς τὴν ἔναγχος γενομένην παραίνεσιν·
 [09999]  ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν·
 [09999]  Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων·
 [09999]  Πάλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραίνεσιν.
000-00-00 Serial Number=0253105104
In epistulam ad Titum Ante [Go Back]  
 [00803]  Ὅθεν καὶ περὶ τούτου μάλιστα τὴν παραίνεσιν πρὸς αὐτὰς ποιεῖται, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος, καὶ διαφυγεῖν τὸν ἐντεῦθεν γέλωτα.
 [00867]  ∆ιὸ πάντα τὰ ἄλλα ἀφεὶς, περὶ τὸ καίριον αὐτῷ τὴν παραίνεσιν ἵστησιν.
 [01290]  Ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιμένῃ, αὐτοκατάκριτος γίνεται.
000-00-00 Serial Number=0570194602
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00021]  Καὶ ἵνα μάθῃς ὅτι τοῦτο οὕτως ἔχει, ἄκουε τῆς σοφίας τοῦ θαυμαστοῦ τούτου διδασκάλου, ὅπως τὴν παραίνεσιν εἰσήγαγε.
000-00-00 Serial Number=0180876791
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00471]  Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν·
 [00810]  Καὶ ἐγὼ τοίνυν, ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν.
000-00-00 Serial Number=0100478172
In illud In faciem ei restiti Ante [Go Back]  
 [00465]  νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκον τος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν.
 [00500]  ἵνα μὴ παρὰ τῆς τοῦ Παύλου γλώττης, ἀλλὰ [51.388] παρὰ τῆς τοῦ Πέτρου γνώμης, ἢ διὰ τῶν πραγμάτων ἐπεδείξατο, δοκῶσιν οἱ Ἰουδαῖοι τὴν παραίνεσιν δέχεσθαι;
000-00-00 Serial Number=0774230182
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00051]  μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ.
 [00193]  Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν.
000-00-00 Serial Number=0392805696
In illud Vidi dominum Ante [Go Back]  
 [00151]  ὥρα δὲ λοιπὸν εἰς προτέραν ἀναδραμεῖν παραίνεσιν καὶ βραχέα περὶ ταύτης εἰπόντα, τὸ προσῆκον τέλος ἐπιθεῖναι τῷ λόγῳ.
 [00639]  μᾶλλον δὲ ταῦτα φυλάσσοντες δεξώμεθα καὶ τὴν τελειοτέραν τοῦ καλοῦ διδασκάλου παραίνεσιν.
 [01212]  Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις ἀμφοτέροις κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0805084527
In illud Vidua eligatur Ante [Go Back]  
 [00157]  ∆ιὰ τοῦτο οὐ μέχρι τοῦ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα τὴν παραίνεσιν ἔστησεν ὁ Παῦλος, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείονα καὶ μείζονα ἀπαιτεῖ παρὰ τῆς χήρας.
 [00488]  Τίς οὖν ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν τῶν δεο-μένων ὑπερορῶσιν;
000-00-00 Serial Number=0201731920
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00107]  διὰ τοῦτο τὴν μὲν θεραπείαν ἐπὶ πάντων ἐποιήσατο, τὴν δὲ παραίνεσιν ἢ τὴν συμβουλὴν κατιδίαν ποιεῖται.
000-00-00 Serial Number=0798838079
In principium Actorum Ante [Go Back]  
 [01043]  ∆ιὰ τοῦτο εἰς ἑτέραν ἀναβαλλόμενος ταῦτα διάλεξιν, πρὸς τὴν τῶν νεοφωτίστων παραίνεσιν παραγαγεῖν πειράσομαι λόγον.
000-00-00 Serial Number=0583874583
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00074]  καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον, ἀλλ' ἢ τρόπαιον καθ' ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης.
 [00208]  Ὅτι ὁ μὲν κάμνων οὐ δέχεται εὐθέως τὴν παραίνεσιν, ὁ δὲ ὑγιαίνων μετὰ πολλῆς προθυμίας προσέχει τοῖς λεγομένοις·
000-00-00 Serial Number=0687200129
In sanctum Romanum Ante [Go Back]  
 [00088]  Ἀλλ' ὅπερ εὔχεται, τοῦτο γίνεται, καὶ μείζονα λαμβάνουσιν οἱ μαθηταὶ τὴν διὰ τῶν ἔργων παραίνεσιν·
000-00-00 Serial Number=0439418316
In sanctum pascha [1] Ante [Go Back]  
 [00179]  Καὶ διὰ τοῦτο ἐνταῦθα τὴν περὶ τούτου στήσας παραίνεσιν, πρὸς τοὺς κατὰ τὴν νύκτα τὴν φωτοφόρον ταύτην καταξιωθέντας τῆς τοῦ θείου βαπτίσματος δωρεᾶς τρέψαι βούλομαι τὸν λόγον, τὰ καλὰ ταῦτα τῆς Ἐκκλησίας φυτὰ, τὰ ἄνθη τὰ πνευματικὰ, τοὺς νέους τοῦ Χριστοῦ στρατιώτας.
000-00-00 Serial Number=0683679283
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00091]  Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην.
 [00094]  Μὴ τοίνυν προσθῇς τραῦμα τραύμασι, δημοσιεύων τὸν ἡμαρτηκότα, ἀλλ' ἀμάρτυρον ποιοῦ τὴν παραίνεσιν.
000-00-00 Serial Number=0385649800
Quales ducendae sint uxores Ante [Go Back]  
 [00126]  ∆ιὰ τοῦτο ἀρχόμενος μὲν ἀπὸ τῶν τοῦ Χριστοῦ κατορθωμάτων, τὴν παραίνεσιν εἰσάγει οὕτω λέγων·
000-00-00 Serial Number=0162977993
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00327]  Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.
000-00-00 Serial Number=0618774176
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02485]  Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ, καὶ τοῖς ἱερεῦσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»