Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκουμένῃ [99]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκουμένῃ


000-00-00 Serial Number=0400291443
Ad Innocentium papam ii Ante [Go Back]  
 [00009]  οὐδὲ γὰρ μόνον τῶν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' οὐδὲ τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ διατριβόντων, δύναιτ' ἄν τις ῥᾳδίως ἡμῖν συγγενέσθαι, διά τε τὸ πόῤῥω καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς κεῖσθαι τὸ χωρίον ἐν ᾧ καθείργμεθα, καὶ διὰ τὸν λῃστρικὸν φόβον πᾶσαν ἀποτειχίζοντα τὴν ὁδόν·
000-00-00 Serial Number=0336704433
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00097]  Ἃ γὰρ οἱ σοφοὶ μάγοι Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὡμολόγουν μείζονα ἢ κατὰ ἀνθρωπίνην εἶναι διάνοιαν, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκαλον σαφῆ·
 [00353]  Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν·
000-00-00 Serial Number=0319640756
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00242]  [5.2] Τοῦ γὰρ ἡλίου καὶ τῆς ἀκτῖνος αὐτῆς φανερωτέρα ἡ τοῦ Θεοῦ πρόνοια καὶ καθ' ἕκαστον καιρὸν καὶ καθ' ἕκαστον τόπον καὶ ἐν ἐρημίᾳ καὶ ἐν οἰκουμένῃ καὶ ἐν ἀοικήτῳ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ καὶ ὅπουπερ ἂν ἀφίκῃ, ὑπομνήματα ὄψει τῆς προνοίας ταύτης σαφῆ καὶ διαρκῆ καὶ παλαιὰ καὶ νέα καὶ φωνὰς τῆς φωνῆς ἡμῶν ταύτης τῆς λογικῆς τρανοτέρας πανταχόθεν φερομένας καὶ τὸν βουλόμενον ἀκούειν παιδευούσας αὐτοῦ τὴν κηδεμονίαν.
 [00368]  Εἶτα τὸ διαρκὲς καὶ ἀποχρῶν τῇ οἰκουμένῃ πάσῃ·
 [00977]  πῶς δόξαν αὐτοῦ τὸ πρᾶγμα ὂν ἀποφαίνει, ὅταν ἐν ἐκείνῃ δεικνύῃ αὐτὸν τῇ ἡμέρᾳ τῇ οἰκουμένῃ πάσῃ μετὰ τοσαύτης λαμπηδόνος;
000-00-00 Serial Number=0181805909
Ad populum Antiochenum Ante [Go Back]  
 [00269]  Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐχ οὕτως ἐφαίνετο τοῖς ἀνθρώποις πάντα τὸν πλοῦτον περιβεβλημένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ, καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν·
 [00924]  Προσθήσει δὲ καὶ τὴν ἀπὸ τοῦ καιροῦ συνηγορίαν, καὶ τὸ Πάσχα τὸ ἱερὸν προβαλεῖται, καὶ ἀναμνήσει τὸν καιρὸν, καθ' ὃν τῇ οἰκουμένῃ πάσῃ τὰ ἁμαρτήματα ἀφῆκεν ὁ Χριστός·
000-00-00 Serial Number=0599888086
Adversus Judaeos Ante [Go Back]  
 [01411]  Καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνῃ οἰκίᾳ, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, ἐν πόλεσιν ἁπάσαις καὶ χώραις, ἐν γῇ καὶ θαλάσσῃ, καὶ οἰκουμένῃ καὶ ἀοικήτῳ.
000-00-00 Serial Number=0019408643
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01188]  οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες, πολλαὶ δὲ αἱ τιμωρίαι.
000-00-00 Serial Number=0677045703
Catecheses ad illuminandos Ante [Go Back]  
 [00038]  [1.9] Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ.
000-00-00 Serial Number=0143038332
Commentarius in Job Ante [Go Back]  
 [03848]  ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας;
000-00-00 Serial Number=0865849018
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00040]  Οὐ γὰρ ἔστιν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ οὐ χώρα, οὐκ ἔθνος, οὐ πόλις ἔνθα ταῦτα οὐκ ᾄδεται τὰ παράδοξα οὐκ ἂν θαυμασθέντα ποτὲ εἰ πλάσματα ἦν.
000-00-00 Serial Number=0022551239
De baptismo Christi Ante [Go Back]  
 [00199]  καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι , τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον·
000-00-00 Serial Number=0514541745
De diabolo tentatore Ante [Go Back]  
 [00892]  ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου.
000-00-00 Serial Number=0339778721
De eleemosyna [2] Ante [Go Back]  
 [00133]  Ὢ μακαρίας ἐκείνης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμψεν.
000-00-00 Serial Number=0397942305
De gloria in tribulationibus Ante [Go Back]  
 [00094]  Καὶ πρῶτον μὲν τὰ ὑπηργμένα προλέγει τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ' ἐν πείρᾳ καὶ ἀπολαύσει γενόμενα ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζομένων μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι, καὶ πολὺν περὶ πίστεως κατατείνας τὸν λόγον, καὶ τοῦ πατριάρχου Ἀβραὰμ μνημονεύσας καὶ τῆς φύσεως ἀπαγορευούσης τοῦ πατέρα αὐτὸν ἔσεσθαι, ἤλπισε καὶ προσεδόκησε, καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο, κἀκεῖθεν ἀνάγων εἰς τὸ μὴ δεῖν ποτε εἰς τὴν τῶν λογισμῶν καταπίπτειν ἀσθένειαν, ἀλλὰ τῷ μεγέθει τῆς πίστεως ὀρθοῦσθαι καὶ διανίστασθαι καὶ ὑψηλὰ φρονεῖν·
000-00-00 Serial Number=0309328020
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00009]  Σωφροσύνης ἁγνεία τοὺς πατέρας συσφίγξασα στύλους ἀδαμαντίνους τῇ οἰκουμένῃ ὑπήρεισε, τὰς μὲν εὐχὰς εἰς οὐρανὸν ἐκτείνοντας, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων ἐπὶ γῆς θεραπεύοντας.
 [00022]  τοῖς γὰρ ἀσεβέσι πῦρ οὐράνιον ἐπόμβρει, καὶ τῇ οἰκουμένῃ ἐκλειπούσῃ οὐρανίους πηγὰς ἐξεκένωσεν.
000-00-00 Serial Number=0255041480
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00075]  καὶ τοῦ μὲν ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, τοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο.
 [00116]  Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
 [00578]  Οὐ γὰρ δὴ ᾔδεισαν τὴν ἄνω βασιλείαν αὐτοῦ, τὴν φρικτὴν ἐκείνην καὶ ἀπέραντον, ἀλλ' ὡς τυραν νίδα αὐτῶν ἐπεισαγόντων τῇ οἰκουμένῃ, οὕτω διέβαλον.
000-00-00 Serial Number=0565789282
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00178]  Ἐπειδὴ γὰρ περὶ σταυροῦ αὐτῷ διελέγετο καὶ ἀναστάσεως, οὐκ εἰδὼς τῶν λεγομένων τὸ βάθος, οὐδὲ τῶν δογμάτων τὸ ἀπόῤῥητον, οὐδὲ τὴν μέλλουσαν τῇ οἰκουμένῃ σωτηρίαν καταλαμβάνειν, [48.774] λαβὼν αὐτὸν κατ' ἰδίαν ἔλεγεν·
000-00-00 Serial Number=0627381325
De pseudoprophetis Ante [Go Back]  
 [00474]  Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι.
000-00-00 Serial Number=0148598850
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01908]  Συνήκατε τὴν ἡμέραν ἐκείνην, ὅσα ἐκινεῖτο καθ' ἡμῶν ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς πρὸς τὰς βασιλικὰς αὐλὰς ἀπηγόμεθα, καὶ θέατρον ἐγινόμεθα τῇ οἰκουμένῃ;
 [04644]  Ἃ μὲν γὰρ ἐν πάσῃ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου.
 [06343]  ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
 [07260]  Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα;
 [07261]  Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ.
 [07277]  Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει·
 [07524]  Τοῦ δὲ Παύλου καὶ τὸ σῆμα λαμπρὸν ἴδοι τις ἂν τὴν βασιλικωτάτην Ῥώμην καταλαβὼν, καὶ ἡμέραν καταφανῆ, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαν.
 [07579]  Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
 [08091]  Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν πάντα ἐποίει·
 [08129]  ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα;
 [08130]  Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ.
 [08149]  ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα;
 [08150]  Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ.
 [08479]  οὐ γὰρ αὐτῷ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ·
 [09190]  Τοῦ [63.845] μὲν γὰρ ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, αὐτοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο λέγων·
 [09231]  Ἀλλ'οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον μὴ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
000-00-00 Serial Number=0404465318
Epistulae Ante [Go Back]  
 [03021]  Αὐτόθι μὲν ὄντων ἡμῶν μυρία καὶ ποιεῖν καὶ λέγειν ἐσπούδακας, καὶ τῇ πόλει πάσῃ, μᾶλλον δὲ τῇ οἰκουμένῃ κατάδηλος γέγονας ἐπὶ τῷ φίλτρῳ, ᾧ περὶ ἡμᾶς ἐπιδείκνυσαι, μὴ στέγων αὐτὸ σιγῇ κατέχειν, ἀλλὰ διὰ τῶν ἔργων, διὰ τῶν ῥημάτων πανταχοῦ ἐπιδεικνύμενος, ἐπιστεῖλαι δὲ ἡμῖν οὐδὲ ἅπαξ κατεδέξω, καὶ ταῦτα σφόδρα διψῶσι τῶν ἐπιστολῶν τῶν σῶν, καὶ τῶν γραμμάτων ἐπιθυμοῦσιν;
000-00-00 Serial Number=0365808785
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00341]  Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, «εὐλογημένους τε τοῦ Πατρὸς» ὀνομάζων καὶ πρὸς ἐαυτὸν καλῶν καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ·
000-00-00 Serial Number=0732449770
Expositiones in Psalmos Ante [Go Back]  
 [07292]  Ἐννόησον τοίνυν Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις·
000-00-00 Serial Number=0568012655
Fragmenta in Job Ante [Go Back]  
 [01148]  ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα ἐνέσκηψε τὸ ἐκείνου.
000-00-00 Serial Number=0192366481
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00027]  Οὐ μέχρι δὲ τούτων, ἀλλὰ καὶ περαιτέρω προῆλθον, καὶ τῇ καθ' ἡμᾶς οὐκ ἀρκεσθέντες οἰκουμένῃ, πρὸς αὐτὸν ἐξέβησαν τὸν Ὠκεανὸν, καὶ τὰς βαρβαρικὰς χώρας καὶ τὰς Βρετανικὰς νήσους εἴσω τῶν οἰκείων δικτύων ἔλαβον·
000-00-00 Serial Number=0113677561
In Acta apostolorum Ante [Go Back]  
 [02684]  ὅπερ γὰρ ὑμῖν εἰμι ἐγὼ, τοῦτο ὑμεῖς τῇ οἰκουμένῃ γενήσεσθε.
 [03832]  Ἂν τοῦτο γένηται, οὐχ ὑμεῖς οἱ παρόντες ὠφεληθήσεσθε μόνον, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ οἰκουμένῃ·
 [08398]  Ἦλθεν ἐπὶ τὸν κύνα τὸν θηρατικὸν, τὸν λέοντας ἀναιροῦντα, ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρὸν, ἐπὶ τὴν λαμπάδα τὴν φαιδρὰν, ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν.
000-00-00 Serial Number=0404126644
In Ecclesiasten Ante [Go Back]  
 [00017]  καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν.
000-00-00 Serial Number=0057132423
In Isaiam Ante [Go Back]  
 [01900]  Ἐπειδὴ γὰρ ἀπόφασιν ἐκφέρειν μέλλει ὑπὲρ μεγίστων πραγμάτων καὶ τῆς οἰκουμένης ἁπάσης, ἔτι μὴν καὶ περὶ τῶν Ἱεροσολύμων καὶ διπλῆν τίθησι ψῆφον, τὴν μὲν κόλασιν τῇ πόλει φέρουσαν καὶ τῷ ἔθνει παντί, τὴν δὲ εὐεργεσίαν τῇ οἰκουμένῃ καὶ μεγάλας ἐπαγγελλομένην ἐλπίδας καὶ τιμὰς ἀθανάτους.
 [01904]  Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται.
000-00-00 Serial Number=0462556005
In Joannem theologum Ante [Go Back]  
 [00011]  Καὶ ἄλλοι μὲν γὰρ Ἰωάνναι ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν σοὶ, ἀλλ' οὐδεὶς τοιοῦτος Ἰωάννης, οὔτε ἐν σοὶ, οὔτ' ἐν ὅλῃ τῇ οἰκουμένῃ.
000-00-00 Serial Number=0340462506
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00090]  οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ.
000-00-00 Serial Number=0861711264
In Petrum et Paulum Ante [Go Back]  
 [00029]  Παῦλος καὶ Πέτρος, οἱ ζευκτοὶ βόες τῆς Ἐκκλησίας, οἱ καλὴν πραγματείαν τῇ οἰκουμένῃ ἐμπορευσάμενοι, οἱ τὸν σταυρὸν ἀντὶ ζυγοῦ ἄραντες, ἀντὶ δὲ ἐπιβάτου τὸν Σωτῆρα, ἀντὶ δὲ ζευγλῶν τὰς Γραφῶν διαθήκας, ἀντὶ δὲ κέντρου τὴν χάριν τοῦ ἁγίου Πνεύματος.
 [00052]  Πέτρος ὁ διηνεκῶς τῇ οἰκουμένῃ, καθάπερ ἀηδὼν, λυρίζων ἀπαύστως·
000-00-00 Serial Number=0520560205
In Psalmum 050 Ante [Go Back]  
 [00029]  Εὐηγγελισάμην τῇ οἰκουμένῃ τὸν σταυρὸν, τὸν τάφον, τὴν κατάβασιν, τὴν ἀνάστασιν.
000-00-00 Serial Number=0813727736
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00551]  Εὐηγγελίσαμεν τὰ Εὐαγγέλια τῇ οἰκουμένῃ, τὸν σταυρὸν, τὸν τάφον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν·
000-00-00 Serial Number=0312582076
In Psalmum 118 Ante [Go Back]  
 [01528]  Τοῦ γὰρ Εὐαγγελίου κη ρυχθέντος ἐν πάσῃ τῇ οἰκουμένῃ, κατηργήθη ὁ διάβολος, καὶ σέσωσται τὸ ἀνθρώπινον γένος ζωοποιηθὲν Πνεύ ματι.
000-00-00 Serial Number=0118448257
In Rachelem et infantes Ante [Go Back]  
 [00037]  Λόγον ἐν τῷ οἴκῳ τῆς μήτρας σου ἐξένισας, ἀπόνως τὸ οὐράνιον ἄνθος τῇ οἰκουμένῃ ἐβλάστησας.
000-00-00 Serial Number=0481062114
In Samaritanam Ante [Go Back]  
 [00098]  Ἀλλ' οὐ τὸν υἱὸν θέλων λαβεῖν, τοῦτο εἴρηκεν, ἀλλὰ βουλόμενος τὸν ἴδιον Υἱὸν τῇ οἰκουμένῃ χαρίσασθαι.
000-00-00 Serial Number=0990083337
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00174]  Τί γὰρ ἴσον, εἰπέ μοι, τοῦ διὰ τὸν Χριστὸν μαστίζεσθαι, καὶ Θεῷ διαλέγεσθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυνόντων περιγίνεσθαι, καὶ τῇ οἰκουμένῃ ἀχείρωτον εἶναι, καὶ τοιαῦτα προσδοκᾷν ἐντεῦθεν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη;
 [01118]  Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην καὶ στρατηγὸν τῇ οἰκουμένῃ, τὸν στεφανίτην τῷ θεάτρῳ τῶν ἀγγέλων, τὸν ἱερέα, τὸν βασιλέα, τὸν διαδήματος μᾶλλον τῇ μαχαίρᾳ στεφανούμενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς συμβολῆς νικητήν.
 [01957]  Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων.
 [03715]  Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγάγωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρημάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν.
 [05554]  ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας·
 [05792]  ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει·
 [06779]  καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν.
 [07148]  Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, [61.582] τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι.
000-00-00 Serial Number=0859931290
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01311]  δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν διαφορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουμένῃ πάσῃ·
000-00-00 Serial Number=0497152567
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00088]  Εἰ γὰρ Θεοῦ ἐστιν, ἥνωται, καὶ μία ἐστὶν, οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ.
 [00116]  Οὐ λέγω τοίνυν, φησὶν, ὅτι πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁμονοεῖν ὀφείλετε μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουμένῃ πάσῃ, κοινὸν ἔχοντες ∆εσπότην.
 [01018]  Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμῆσαι εἵλοντο τῇ οἰκουμένῃ πόλεμον αἰσθητὸν, ὡς τοῦτο τὸ γεγενημένον νῦν.
 [01338]  ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουμένῃ ἀπεχθανομένου;
 [01489]  Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν·
 [03804]  καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουμένῃ πάσῃ·
 [06685]  Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους·
 [06822]  καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ·
 [07570]  τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ.
 [08226]  δεικνὺς ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, μὴ εἴκοντες.
 [09999]  Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ, [61.323] τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες.
000-00-00 Serial Number=0532693326
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00668]  Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι, οὗτοι δὲ κωλύουσι, κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροί.
 [02918]  Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰκουμένῃ;
000-00-00 Serial Number=0521957278
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02827]  δι' αὐτοῦ γὰρ τῇ οἰκουμένῃ διαλέγομαι.
000-00-00 Serial Number=0454006732
In epistulam ad Ephesios Ante [Go Back]  
 [01606]  Τί δὲ, εἴ τις τοὺς ἐν τῇ οἰκουμένῃ προσιόντας ἅπαντας ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πλημμέλημα;
000-00-00 Serial Number=0395834446
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07607]  Παρὰ πάντας γὰρ ἀνθρώπους καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ οὐκ ἐπὶ τούτοις ᾔδετε μόνον, ὅτι ῥίψας ἑαυτὸν εἰς πρόσωπον ὁ βασιλεὺς ἔσπεισεν αὐτῷ, ἀλλ' ὅτι καὶ θεὸν ἐνόμισεν αὐτὸν ὁ πανταχοῦ τῆς γῆς ὡς θεὸς τιμώμενος·
000-00-00 Serial Number=0043923080
In epistulam ad Philippenses Ante [Go Back]  
 [01127]  Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα;
 [01129]  ἀλλ' οὐχ οὕτως, ὡς ὅτε τὸν Παῦλον ἔδειξας ἡμῖν καὶ τῇ οἰκουμένῃ πάσῃ.
000-00-00 Serial Number=0616441846
In epistulam ad Romanos Ante [Go Back]  
 [00193]  Ὕστερον δὲ καὶ αὐτὸς μετὰ τοῦ Υἱοῦ ἐξεφάνθη τῇ οἰκουμένῃ πάσῃ·
 [01151]  Τὴν μὲν οὖν νόσον τὴν ἀπὸ τῶν πονηρῶν δογμάτων τῇ οἰκουμένῃ γενομένην διὰ τούτων ἡμῖν παρέστησε, καὶ σαφῶς ἔδειξε τῆς τῶν νοσούντων ῥᾳθυμίας τὴν ἀῤῥω
 [02116]  Οὐκ εἶπεν Ἰουδαῖον, ἢ τὸν ὑπὸ τὸν νόμον ὄντα, ἀλλ' ἐξαγαγὼν τὸν λόγον εἰς εὐρυχωρίαν, καὶ τῇ οἰκουμένῃ τὰς θύρας ἀνοίξας τῆς σωτηρίας, φησὶν, Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνομα θείς.
 [09999]  δι' οὗ τὸ Πνεῦμα τῇ οἰκουμένῃ τοὺς θαυμαστοὺς ἐκείνους χρησμοὺς ἔδωκε.
000-00-00 Serial Number=0536031544
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00142]  Καὶ οὕτως ἰσχυρὸν καὶ ἀῤῥαγῆ τὸν περίβολον τοῦτον κατ εσκεύασε, καὶ πάσῃ περιήλασεν αὐτὸν τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας ἁπάσης, ὥστε καὶ τοὺς τότε, καὶ τοὺς μετ' ἐκείνους, καὶ τοὺς νῦν, καὶ τοὺς αὖθις ἑπομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἁπάσης ἀπαλλάξαι τῆς τῶν πολεμίων πολιορκίας.
000-00-00 Serial Number=0303324461
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00008]  Πῶς γὰρ οὐκ ἄτοπον παρὰ φίλου μὲν ἐπιστολὴν δεχόμενον, μὴ τὸ σῶμα τῆς ἐπιστολῆς ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ τὴν κάτω κειμένην πρόσρησιν, κἀκεῖθεν μάλιστα στοχάζεσθαι τὴν τοῦ γεγραφότος διάθεσιν, Παύλου δὲ γράφοντος, μᾶλλον δὲ οὐ τοῦ Παύλου, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τὴν ἐπιστολὴν ὑπαγορευούσης ὁλοκλήρῳ πόλει καὶ δήμῳ τοσούτῳ, καὶ δι' ἐκείνων τῇ οἰκουμένῃ πάσῃ, νομίζειν περιττόν τι εἶναι τῶν ἐγκειμένων, καὶ παρατρέχειν ἁπλῶς, καὶ μὴ ἐννοεῖν, ὅτι ταῦτα πάντα τὰ ἄνω κάτω πεποίηκε;
000-00-00 Serial Number=0110759676
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00192]  Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο! ἀλλὰ πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ.
000-00-00 Serial Number=0298012137
In praecursorem domini Ante [Go Back]  
 [00016]  Οὐχὶ ἐν τῇ οἰκουμένῃ·
000-00-00 Serial Number=0095080435
In principium Actorum Ante [Go Back]  
 [00393]  Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ' ἐξήρπασε τῆς ζάλης·
 [00403]  οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον.
000-00-00 Serial Number=0064898491
In resurrectionem domini [2] Ante [Go Back]  
 [00017]  [3] Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ ἠλευθερώθη, ἐν ᾗ ἡ Εὕα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐνᾗ τὰ τῶν νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα, ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσ χύνθησαν πλήθη, ἐν ᾗ τὰ τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι διαδήματα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»