Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νοσοῦντας [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νοσοῦντας


000-00-00 Serial Number=0165286660
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00155]  Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ' ἔστιν ὅπου καὶ χαριζόμενοι·
000-00-00 Serial Number=0898774445
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00002]  p.1 Ἰατρῶν μὲν παῖδες, ὅταν πυρέττοντάς τινας ἢ ἕτερον τι νόσημα νοσοῦντας μέλλωσι θεραπεύειν, αὐτοὺς πρῶτον ζητοῦσι τοὺς κάμνοντας ἰδεῖν, ὅτι πόρρωθεν αὐτῶν ὄντες οὐκ ἂν δύναιντο τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν·
 [00017]  [1.1] Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ' οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνοὺς ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος, φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου.
000-00-00 Serial Number=0687263727
Ad populum Antiochenum Ante [Go Back]  
 [00163]  καὶ τὸ κεφάλαιον τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει.
 [01797]  τὸ φάρμακον τὸ δυνάμενον ὀφθαλμοὺς νοσοῦντας ὠφελεῖν μόνον, ἕτερον δὲ πάθος μηδὲν, διὰ τὴν τῶν ὀφθαλμῶν νόσον δικαίως ἄν τις εἴποι γεγενῆσθαι μόνον, οὐ διὰ στόμαχον, οὐ διὰ χεῖρας, οὐδὲ δι' ἕτερόν τι μέλος.
000-00-00 Serial Number=0042437971
Adversus Judaeos Ante [Go Back]  
 [00035]  τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι.
 [00230]  Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν.
 [00448]  μᾶλλον δὲ μὴ γένοιτο τοσούτους εἶναι τοὺς νοσοῦντας·
 [00451]  Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ·
 [00467]  ∆ιὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι.
 [01867]  Μὴ τοίνυν προδῶτε τὴν σωτηρίαν ἐκείνων, ἀλλὰ περιεργασάμενοι καὶ πολυπραγμονήσαντες, τοὺς νοσοῦντας ἐπαναγάγετε τῷ Χριστῷ, ἵνα καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, τὴν πολλῷ τῶν κατορθωμάτων μείζονα ἀντίδοσιν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02514]  καὶ ἐξελθόντες ἔξω, διανείμασθε τὴν σωτηρίαν τῆς πόλεως, κἂν ἀγνοῆτε, περιεργάσασθε τοὺς τὰ τοιαῦτα νοσοῦντας.
 [02915]  Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ ἀκούητε μόνον, ἀλλ' ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε.
000-00-00 Serial Number=0752488971
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00773]  Ἂν μὲν γὰρ εὕρῃ τοὺς ταύτην νοσοῦντας τὴν νόσον, ἐργάσεται τὸ αὐτῆς·
 [01634]  τότε εἴσεσθε τῆς φιλοσοφίας τὰ κέρδη, ὅταν θεραπεύωσιν ἀνθρώπους ἀνίατα νοσοῦντας νοσήματα, ὅταν ὡς εὐεργέται κοινοὶ καὶ προστάται καὶ σωτῆρες ἀνακηρύττωνται, ὅταν ὡς ἄγγελοι τοῖς ἐπὶ γῆς ἀνθρώποις συμπεριπολῶσιν, ὅταν παρὰ πάντων ἀποβλέπωνται·
000-00-00 Serial Number=0483114779
Contra ludos et theatra Ante [Go Back]  
 [00114]  Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν·
 [00152]  Ἵν' οὖν τοῦτο γένηται, καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε, [56.270] μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε, καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν, ἵνα διηνεκῶς αὐτοὺς ἔχητε.
000-00-00 Serial Number=0146400928
Contra theatra Ante [Go Back]  
 [00050]  Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφαλεστέρους ποιήσομεν.
000-00-00 Serial Number=0278551757
De Anna i Ante [Go Back]  
 [00107]  ∆ιὰ ταῦτα καὶ τῇ τῆς φύσεως ἀνάγκῃ, καὶ τῷ τῶν παιδίων τρόπῳ τὸ φίλτρον ἐνεπίστευσε τῶν γονέων ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνουσι σύμμετρα συγγινώσκωσι τοῖς παισὶ, τῆς φύσεως αὐτοὺς ἐπὶ τοῦτο παρακαλούσης, καὶ πονηροὺς γινομένους καὶ ἀνίατα νοσοῦντας μὴ παιδοτριβῶσιν ἐπὶ κακίαν τῇ πονηρίᾳ, τῆς φύσεως πάλιν ἐλεγχούσης καὶ δυναμένης ἀναγκάσαι καὶ φαύλους γενομένους θεραπεύειν τοὺς παῖδας.
000-00-00 Serial Number=0453571439
De Davide et Saule Ante [Go Back]  
 [00553]  Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφαλεστέρους ποιήσομεν·
000-00-00 Serial Number=0401595891
De Lazaro Ante [Go Back]  
 [00056]  Οὐκ ἀνέστησα τοὺς νοσοῦντας;
 [00149]  Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργέτησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον·
 [01901]  Πρὸς πάντας μὲν λέγω, ἐξαιρέτως δὲ πρὸς τοὺς νοσοῦντας, καὶ μὴ προσέχοντας τοῖς λεγομένοις·
 [01989]  ἐπεὶ καὶ ἐπὶ τῶν νοσημάτων καὶ τῶν τραυμάτων οὐκ ἐκείνους θρηνοῦμεν τοὺς θεραπευομένους, ἀλλὰ τοὺς τὰ ἀνίατα νοσοῦντας.
000-00-00 Serial Number=0575772047
De fato et providentia Ante [Go Back]  
 [00183]  Εἰ γὰρ καὶ ὑμεῖς ἀνεύθυνοι, ἀλλ' οὕστινας ἴστε ταύτην νοσοῦντας τὴν νόσον, τούτοις καὶ ἑτέροις πλείοσιν ἐπαντλᾶτε ῥήμασιν, ὥστε πρόῤῥιζον ἀνασπάσαι τὸ κακόν.
000-00-00 Serial Number=0685995042
De incomprehensibili dei natura Ante [Go Back]  
 [00292]  τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς.
 [00781]  Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντας ὑγιᾶναί ποτε.
 [01207]  Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας.
000-00-00 Serial Number=0394571662
De jejunio de Davide Ante [Go Back]  
 [00178]  καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα νοσοῦντας, καὶ καιρὸς τοῦ γελάσαι τοὺς τὴν μετάνοιαν ἀγαπῶντας.
000-00-00 Serial Number=0338604987
De mutatione nominum Ante [Go Back]  
 [01069]  Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας.
000-00-00 Serial Number=0734715462
De paenitentia [1] Ante [Go Back]  
 [01413]  κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν ἀπὸ τῶν κροτάφων ἀναστέλλουσιν·
000-00-00 Serial Number=0549252689
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07643]  ∆ιὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλων ὁ Παῦλός φησι·
000-00-00 Serial Number=0034535050
Epistulae Ante [Go Back]  
 [00808]  ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει.
 [01766]  ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει.
 [02690]  Ἡ γὰρ καρτερία ὑμῶν, καὶ ὑπομονὴ, καὶ ἡ εὔτονος γνώμη δυνήσεται καὶ τοὺς σφόδρα φιλονείκως διακειμένους καὶ ἀνίατα νοσοῦντας ἀποστῆσαι τῆς κατεχούσης αὐτοὺς νυνὶ παραφροσύνης.
 [02934]  Εἰ δὲ μηδὲν μηδέπω γέγονε πλέον, τοὺς μὲν ἀνίατα νοσοῦντας καὶ μὴ διορθωθέντας ταλανίζομεν, ὑμᾶς δὲ θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι μετὰ τοσοῦτον χρόνον τῶν πραγμάτων ἀδιορθώτων μεινάντων, οὐκ ἀπεκάμετε, οὐδὲ ὕπτιοι γεγόνατε, ἀλλὰ καὶ ἐπίκεισθε, ἔτι ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρ' ἑαυτῶν εἰσφέροντες συμμαχίαν, εἰς κρῖμα μὲν τῶν οὐκ ἐθελόντων ὑμῶν ἀνασχέσθαι, εἰς στεφάνους δὲ τῆς ὑμετέρας σπουδῆς, καὶ βραβεῖα πολλά.
000-00-00 Serial Number=0979505837
Expositiones in Psalmos Ante [Go Back]  
 [01131]  Ὥστε ἕως ἂν ἐνταῦθα ὦμεν, πυκτεύειν ἀνάγκη καὶ οἴκοι καθημένους, καὶ εἰς ἀγορὰν ἐμβάλλοντας, καὶ ἀριστοποιουμένους, καὶ νοσοῦντας, καὶ ὑγιαίνοντας.
000-00-00 Serial Number=0379639864
In Acta apostolorum Ante [Go Back]  
 [02712]  Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας ἔχειν ἢ μυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς μυρίους.
 [09999]  οὐχὶ δι' ἐκείνους ὡς νοσοῦντας καὶ κάμνοντας;
000-00-00 Serial Number=0161598623
In Isaiam Ante [Go Back]  
 [00150]  Καὶ τοῦτο τοῖς προφήταις ἔθος, τοὺς τὰ ἀνίατα νοσοῦντας θρηνεῖν.
 [00325]  Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας διόρθωσιν εἰσάγει;
 [01612]  Καὶ πάλιν ἀπὸ θρήνων ἄρχεται, τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐνδεικνύμενος καὶ τοὺς τὰ ἀνίατα νοσοῦντας ἐμφαίνων.
 [02505]  Ἐπειδὴ δὲ οὔτε ὑπὸ τῶν χρηστῶν, ὧν παρ' ἀξίαν ἀπήλαυσαν, ἐγένοντο βελτίους (ὅτι δὲ παρ' ἀξίαν ἀπήλαυσαν, ἔδειξεν ἡ γνώμη τοῦ βασιλέως καὶ ἡ ὑπερβάλλουσα ἀπιστία), οὔτε τῇ ἀπειλῇ τῶν φοβερῶν μετεβάλλοντο, ἀλλὰ πρὸς ἑκάτερον τῆς ὠφελείας τὸ φάρμακον ἀντέστησαν χαλεπῶς, ἐπάγει λοιπὸν βαθυτέραν τὴν τομήν, τὴν σηπεδόνα ἐκτέμνων καὶ τοὺς ἀνίατα νοσοῦντας ἐκκόπτων.
000-00-00 Serial Number=0806139827
In Joannem Ante [Go Back]  
 [01515]  Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις·
000-00-00 Serial Number=0088763773
In decem virgines Ante [Go Back]  
 [00179]  κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.
000-00-00 Serial Number=0029649258
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06613]  ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυομένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐτῶν φείδεται, καὶ ῥυθμίζει τὸν βασιλέα πρᾶον εἶναι.
 [07526]  καὶ δῆλον ποιῶν, ὅτι δύναται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας.
 [07866]  τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας καὶ ἀνίατα νοσοῦντας, ἀλλὰ τί;
000-00-00 Serial Number=0528220832
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Ἀπί-στους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νο-σοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀπο-στόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγα-λεῖα·
000-00-00 Serial Number=0006322026
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02377]  Ἀλλ' οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν, οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν.
000-00-00 Serial Number=0838070691
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00976]  Ταῦτα δὲ οὐ πρὸς Γαλάτας, ἀλλὰ καὶ πρὸς τοὺς τὰ αὐτὰ νοσοῦντας ἐκείνοις.
 [01910]  τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας, ἐκκόπτει·
000-00-00 Serial Number=0982167959
In epistulam ad Romanos Ante [Go Back]  
 [00363]  Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ πλουτοῦντας μόνον, ἀλλὰ καὶ πενομένους, οὐχ ὑγιαίνοντας, ἀλλὰ καὶ νοσοῦντας, οὐκ εὐημεροῦντας, ἀλλὰ καὶ τἀναντία ὑπομένοντας·
 [05428]  ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας·
000-00-00 Serial Number=0319346368
In epistulam ad Titum Ante [Go Back]  
 [01071]  Τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν·
 [01330]  οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης παραπληξίας θρασυτέρους γὰρ ἐργαζόμεθα ἐκείνους.
000-00-00 Serial Number=0936900496
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00356]  Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία·
000-00-00 Serial Number=0384470046
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00535]  εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρμάκων·
000-00-00 Serial Number=0578565598
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00274]  οὐκ εἰδότες, ὅτι ἰατροῦ μάλιστα τοῦτό ἐστι τὸ τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυσθαι, καὶ παρὰ τοὺς νοσοῦντας ἀεὶ φαίνεσθαι, ἀλλὰ μὴ φυγεῖν αὐτοὺς μηδὲ ἀποπηδᾷν.
000-00-00 Serial Number=0073366344
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00155]  Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως τὴν ἀπαιδίαν ἀνταπόδοσιν.
000-00-00 Serial Number=0295201898
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00052]  ἕλκω πάντας καὶ ἐπισπῶμαι, καὶ τὰ δίκτυα τοῦ λόγου πανταχόθεν ἁπλώσας, οὐχὶ τοὺς ὑγιαίνοντας, ἀλλὰ καὶ τοὺς νοσοῦντας ἐνταῦθα ζωγρῆσαι ἐπιθυμῶ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»