Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νηστείαν [171]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νηστείαν


000-00-00 Serial Number=0493819356
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00379]  Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
000-00-00 Serial Number=0854094326
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01680]  εἰ δέ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν καταμάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ τὰς ἱκετηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύναις ὄντα καὶ ἀθυμίαις.
000-00-00 Serial Number=0498550177
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00037]  νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν·
000-00-00 Serial Number=0076840341
Ad populum Antiochenum Ante [Go Back]  
 [00991]  ἔχομεν καὶ τὴν νηστείαν ταύτην σύμμαχον καὶ τῆς καλῆς ταύτης συνεφαπτομένην ἡμῖν πρεσβείας.
 [01024]  νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων·
 [01028]  Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν·
 [01076]  οὐχ ἵνα νηστείαν ἀτιμάζωμεν, ἀλλ' ἵνα νηστείαν τιμῶμεν·
 [01077]  τιμὴ γὰρ νηστείας, οὐχὶ σιτίων ἀποχὴ, ἀλλ' ἁμαρτημάτων ἀναχώρησις, ὡς ὅ γε τῇ τῶν βρωμάτων ἀποχῇ μόνον ὁρίζων τὴν νηστείαν, οὗτός ἐστιν ὁ μάλιστα ἀτιμάζων αὐτήν.
 [01092]  ἂν δὲ ἔννομος καὶ ἀσφαλὴς, κοσμεῖ τὴν νηστείαν.
 [01093]  Καὶ γὰρ τῶν ἀτοπωτάτων ἂν εἴη, ἐπὶ μὲν βρωμάτων καὶ τῆς συγκεχωρημένης ἀφίστασθαι τροφῆς διὰ τὴν νηστείαν, ἐπὶ δὲ τῶν ὀφθαλμῶν καὶ τῆς κεκωλυμένης ἅπτεσθαι.
 [01577]  Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ' ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ' ἐκείνην τὴν κατηγορίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες·
 [01947]  Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον.
 [04203]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.
 [04738]  οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλθωμεν.
 [04742]  Καὶ τί τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθωμεν τὴν νηστείαν;
 [04748]  Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία·
 [05026]  τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ' ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν·
 [05039]  Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ' αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ' ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν νηστείαν, δι' αὐτῶν τῶν ἔργων αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς, καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι.
 [05487]  οὕτως οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώτων τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ καθαροῦ συνειδότος δυνηθῶμεν τῆς ἱερᾶς ἀπολαῦσαι τραπέζης.
 [05491]  εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μόνον ἔχων ἐπιδείξασθαι, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσίτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα.
000-00-00 Serial Number=0744496703
Adversus Judaeos Ante [Go Back]  
 [00103]  Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος.
 [00114]  Ἁγιάσατε νηστείαν, φησίν·
 [00115]  οὐκ εἶπε, πομπεύσατε νηστείαν·
 [00369]  οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν.
 [00454]  [48.857] Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ
 [00460]  Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν·
 [00534]  οὕτω καὶ ὁ μίαν ἐντολὴν τοῦ νόμου πληρῶν, κἂν περιτομὴν, κἂν νηστείαν, ἅπασαν ἑαυτοῦ τὴν ἐξουσίαν διὰ τῆς μιᾶς ταύτης τῷ νόμῳ παρέδωκε, καὶ οὐ δυνήσεται διαφυγεῖν, ἕως ἂν αὐτῷ κἂν ἐκ μέρους πείθεσθαι βούληται.
 [00690]  Ὑμεῖς, φησὶν, οὐ ταύτην ἐνηστεύετε τὴν νηστείαν πρότερον;
 [00778]  Ἡμεῖς μὲν γὰρ ἂν διὰ παντὸς τοῦ ἐνιαυτοῦ μένωμεν βοῶντες καὶ κηρύττοντες νηστείαν, οὐδεὶς προσέχει τοῖς λεγομένοις·
 [00830]  Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρὸν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι·
 [00906]  Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι, πρὸ πολλῶν τῶν ἡμέρων τὰς ὑμετέρας ἀσφαλιζόμεθα ψυχὰς, [48.873] παρακαλοῦντες ὑμᾶς, τὴν ἐναγῆ καὶ παράνομον ταύτην φεύγειν νηστείαν.
 [00971]  Τούτῳ τῷ κανόνι χρώμενοι, καὶ τὴν νηστείαν ταύτην ἐξετάζωμεν.
 [01027]  Πορεύεσθε εἰς τὰς συναγωγὰς, καὶ ἴδετε εἰ ἠλλάξαντο Ἰουδαῖοι τὴν νηστείαν αὐτῶν, εἰ [48.876] τὸ πάσχα μεθ' ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον.
 [01094]  Ὅταν γὰρ φαίνωνται ἐκεῖνοι, μήτε θύσαντες, μήτε ᾠδὴν ᾄσαντες ἐπὶ γῆς ἀλλοτρίας, μήτε νηστείαν τοιαύτην τινὰ νηστεύσαντες, ποίαν ἔχοιεν ἂν οὗτοι συγγνώμην;
 [01108]  Καὶ πρὸς ἑτέρους δὲ πάλιν ὁ Θεὸς διὰ τοῦ Ζαχαρίου, Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα;
 [01134]  Οὗτοι γοῦν οἱ τῇ φιλοσοφίᾳ τῶν ἀγγέλων ἐπιδειξάμενοι ἐφαμίλλους πολιτείας ἐπὶ γῆς, οὐδὲν τούτων ἐπιτελοῦντες, οὐ θυσίαν καταβαλόντες, οὐχ ἑορτὴν τηρήσαντες, οὐ νηστείαν τοιαύτην ἐπιδειξάμενοι, οὕτως ἤρεσαν τῷ Θεῷ, ὡς καὶ αὐτῆς περιγενέσθαι τῆς φύσεως, καὶ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν εἰς αὐτοὺς συμβάντων εἰς θεογνωσίαν ἐπισπάσασθαι.
 [02211]  ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0721447051
Catecheses ad illuminandos Ante [Go Back]  
 [00721]  οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι.
 [00734]  Καὶ οὕτω δυνήσῃ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν.
000-00-00 Serial Number=0288337708
De Anna i Ante [Go Back]  
 [00018]  Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐποθήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς.
 [00026]  ∆ιὰ ταῦτα ζητῶμεν καὶ ἀπελθοῦσαν τὴν νηστείαν·
000-00-00 Serial Number=0781940639
De beato Philogonio Ante [Go Back]  
 [00078]  ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν·
000-00-00 Serial Number=0655807137
De caritate [2] Ante [Go Back]  
 [00006]  Οὐκ εἶπεν, ὅτι Προσάγαγέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν, ἵνα μὴ εἴπῃς, ὅτι [62.771] Οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων·
000-00-00 Serial Number=0157681763
De decem millium talentorum debitore Ante [Go Back]  
 [00249]  Οὐ νηστείαν ἐπεδείξατο οὗτος, οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον.
000-00-00 Serial Number=0719135523
De incomprehensibili dei natura Ante [Go Back]  
 [00292]  τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς.
 [01394]  Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείαν καὶ δεκάτας·
000-00-00 Serial Number=0521041334
De jejunio [1] Ante [Go Back]  
 [00016]  Μὴ περὶ καλῶν τὴν νηστείαν ἐκδέχου, ὧν ἡδέα τὰ βρώματα·
 [00029]  Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε·
 [00045]  καὶ μετὰ νηστείαν Θεὸν ἐθεάσατο, καθὼς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι.
 [00051]  Ὥσπερ γὰρ ὅπλον τῷ ἰδίῳ σώματι παραθέμενος τὴν νηστείαν, καὶ ὅλον ἑαυτὸν δι' αὐτῆς ὀχυρώσας, ἀπεπλάνησε τοὺς ὀφθαλμοὺς τῶν λεόντων, μὴ σῶμα ἀνθρώπινον, ἀλλὰ σῶμα ἀγγελικὸν ἐπιδειξάμενος.
 [00083]  Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑτοῦ.
000-00-00 Serial Number=0594022632
De jejunio [2] Ante [Go Back]  
 [00039]  Μὴ νομίσωμεν μικρὸν κέρδος εἶναι νηστείαν.
 [00051]  νόμον καὶ νηστείαν γενομένην ἐπὶ τεσσαράκοντα ἡμέρας.
 [00061]  Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν.
 [00064]  Εἰ δὲ λέοντες πειθαρχοῦσι τῷ προστάγματι, καὶ τῆς ἀγριότητος τὴν φύσιν ἐξέθεντο, καὶ εἰσὶν ὡς γνώριμοι, καὶ οὐκ ἐπέρχονται ὡς ἀλλότριοι, σπεύσωμεν ἐπὶ νηστείαν προσταχθέντες.
 [00097]  οὐ γὰρ τεσσαράκοντα ἡμέρας νηστεύομεν, ἀλλὰ διαστήματα ἐγκαταλιπόντες ἐν μέσῳ, τὸν μὲν ἀριθμὸν συνάπτομεν, τὴν δὲ νηστείαν οὐ διακρίνομεν.
 [00128]  προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν.
 [00136]  Οἱ δὲ ἤκουσαν ἑνὸς προφήτου, καὶ ἀνεκήρυξαν φάρμακον κωλυτικὸν τὴν νηστείαν τῆς καταστροφῆς.
 [00204]  Οἱ νηστεύοντες μὴ ἐπὶ κακῷ τὴν νηστείαν νομίζετε·
 [00205]  ὁ γὰρ κακὸν νομίζων τὴν νηστείαν, κἂν νηστεύῃ, ἐν κακίᾳ ἐστίν.
 [00216]  Ἐὰν τὸ θέλημα Κυρίου πληρώσῃς, τὴν νηστείαν ἐποίησας.
 [00236]  ὁ ἀποκρουόμενος τὴν νηστείαν, οὐκ οἶδε τὸν σταυρόν.
 [00247]  Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν.
 [00271]  Ὁρᾷς δὲ τὴν νηστείαν ἑπομένην τῇ ἁμαρτίᾳ, τουτέστι, τὴν μετὰ τὴν ἁμαρτίαν, γινομένην ἐν λόγοις τιμωρίας ἐπιστροφήν.
 [00304]  μετ' εὐφροσύνης πρόσδραμε αὐτῷ ἐπὶ ἑορτὰς, μετὰ χαρᾶς δέξαι τὴν νηστείαν.
 [00308]  Τοῦτο δὲ οὐκ ἔστιν ἀγαπώντων νηστείαν ἐν ᾗ ἑστήκασιν.
 [00316]  Εἰ ἀληθεύεις ἐπὶ τὴν νηστείαν, χαρὰν ἔχε ἐπὶ τὴν νηστείαν·
 [00321]  σὺ δὲ οὐδὲ μικρὰν νηστείαν ἀνέχῃ διὰ τὴν σεαυτοῦ σωτηρίαν;
 [00340]  Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς·
 [00342]  ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι.
000-00-00 Serial Number=0126482546
De jejunio [3] Ante [Go Back]  
 [00003]  Ὁ ἔχων προσευχὴν καὶ νηστείαν καὶ ἐλεημοσύνην, τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ εὐσεβείας ἐργάτης.
 [00042]  ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι.
000-00-00 Serial Number=0712391376
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00005]  πρὸς δὲ νηστείαν καὶ προσευχὴν πᾶς καιρὸς ἐπιτήδειος.
 [00009]  Χωρίον δὲ λέγω τὴν νηστείαν, ἐπειδὴ χωρεῖ πάντας ἡμᾶς πρὸς τὸν κάματον καὶ τὸν σπόρον·
 [00036]  εἰ πρὸς νηστείαν ἔκλινεν Ἡσαῦ, οὐκ ἂν τὰ πρωτοτόκια ἀπώλεσε, διὰ μίαν βρῶσιν δόξαν ἀπώλεσε, καὶ δοῦλος ἐγένετο τοῦ ἀδελφοῦ αὐτοῦ.
 [00070]  ∆εῦτε, δράμωμεν πρὸς νηστείαν, ὦ ἄνδρες Νινευῗται, λέγει ὁ βασιλεὺς, καὶ σποδὸν ὑποστρωσώμεθα, καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, μηδὲ πινέτωσαν·
 [00072]  Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι.
000-00-00 Serial Number=0092299163
De jejunio et eleemosyna Ante [Go Back]  
 [00028]  Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο·
000-00-00 Serial Number=0477172971
De jejunio sermones 1 Ante [Go Back]  
 [00004]  Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν.
 [00005]  Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε·
 [00103]  Μὴ δυσχεράνῃς, ἀγαπητὲ, πρὸς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν τῶν ἀγγέλων ὁμόσκηνον, τὴν διαβόλου ἔχθραν, τὴν τοῦ Πνεύματος φίλην·
 [00115]  Μὴ τοίνυν, παρακαλῶ, μὴ μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολλοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν·
 [00119]  Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον·
 [00133]  Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00249]  ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις, ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων ἔλεγεν·
 [00250]  Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.
 [00328]  γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι.
 [00372]  Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας·
000-00-00 Serial Number=0936260045
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00730]  [5.10] Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα;
000-00-00 Serial Number=0155373335
De paenitentia [1] Ante [Go Back]  
 [00449]  Κηρύξατε νηστείαν, καὶ στήσατε ἄνδρας ψευδεῖς κατὰ Ναβουθὲ, ὅτι εὐλόγησε Θεὸν καὶ βασιλέα, τουτέστιν, ἐβλασφήμησεν.
 [00451]  ἐκήρυξαν νηστείαν, ἵνα φόνον ποιήσωσι.
 [01116]  Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες·
 [01122]  εἰ γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή.
 [01275]  Ἤκουσαν ταῦτ' ἐκεῖνοι, οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων εἷς ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομένων, παιδίων, πρεσβυτέρων·
 [01282]  Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ἀλλὰ μέθην καὶ ἀδηφαγίαν δεδοικέναι χρή;
 [01291]  ἐρώτησον τὴν νηστείαν, καὶ ἀποκρινεῖταί σοι, καὶ αὐτὴ λύσει σου τὸ αἴνιγμα·
 [01296]  Θαύμασον τὴν νηστείαν, καὶ ὑπτίαις ὑπόδεξαι χερσίν·
 [01303]  Μὴ τοίνυν φοβώμεθα νηστείαν, τὴν τῶν τοσούτων ἡμᾶς ἀπαλλάττουσαν κακῶν.
 [01312]  Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν.
 [01316]  Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν [49.314] ὑποδέξωμαι, φήσεις·
 [01318]  Ἐπειδὴ εἰς νηστείαν μέλλω εἰσιέναι, πάλιν ἐρεῖς.
 [02374]  ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν [49.339] ἔχει, ἡ μετάνοια τὴν δικαιοσύνην κέκτηται·
 [02600]  νηστείαν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι.
000-00-00 Serial Number=0396409929
De paenitentia sermo 1 Ante [Go Back]  
 [00319]  οὐ διὰ νηστείαν, οὐ δι' ἀγρυπνίαν οὐδὲ διὰ ψαλμῳδίας ὑστέρησιν, οὐ διὰ σκληραγωγίας ἢ τήξεως σώματος ἔλλειψιν·
 [00334]  ὥσπερ καὶ αἱ προειρημέναι μωραὶ παρθένοι πάντα κατώρθωσαν, παρθενίαν, νηστείαν, ψαλμῳδίαν, ἀγρυπνίαν, ἐγκράτειαν, χαμαικοιτίαν, ξηροφαγίαν, προσευχὴν, ἀλουσίαν, κόπους καὶ ἱδρῶτας πολλοὺς, σιωπήν·
000-00-00 Serial Number=0915670753
De paenitentia sermo 2 Ante [Go Back]  
 [00270]  Κἂν παρθενίαν εἴπῃς, κἂν νηστείαν, κἂν προσευχὴν, κἂν ἀγρυπνίαν, ξηροφαγίαν τε πεῖνάν τε καὶ δίψαν, κἂν ὁτιοῦν εἴπῃς χωρὶς ἐλεημοσύνης, οὐδέν ἐστι.
000-00-00 Serial Number=0818276465
De profectu evangelii Ante [Go Back]  
 [00033]  Κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείαν, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῆ καὶ μάτην ἐποικοδομηθήσεται, καὶ καταπεσεῖται ῥᾳδίως κατὰ τὴν οἰκοδομὴν ἐκείνην τὴν ἐπὶ τῆς ψάμμου τεθεῖσαν.
000-00-00 Serial Number=0166794777
De pseudoprophetis Ante [Go Back]  
 [00663]  οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην, ἀλλ' εἰς νηστείαν καὶ ἀγρυπνίαν καὶ δάκρυα·
000-00-00 Serial Number=0639733493
De sacerdotio Ante [Go Back]  
 [00213]  Εἰ φιλεῖς με, νηστείαν ἄσκει, χαμευνίαν, ἀγρυπνίας συντόνους, προΐστασο τῶν ἀδικουμένων, γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν.
 [00588]  Μὴ γάρ μοι νηστείαν εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν·
000-00-00 Serial Number=0602936387
De spe Ante [Go Back]  
 [00011]  πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ, οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω [60.773] προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα.
 [00052]  λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ ∆αυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ.
000-00-00 Serial Number=0754770577
De terrae motu Ante [Go Back]  
 [00017]  Ἀπηλλάγητε τοῦ εἶναι ἄνθρωποι τὰ σώματα τῷ μιμεῖσθαι δυνάμεις, ἀγρυπνίαν ἐπιδεικνύμενοι, νηστείαν συντεταμένην, κάματον τοσοῦτον ὁδοιπορίας, κάματον κατὰ τὴν φύσιν, ἄνεσιν κατὰ τὴν προαίρεσιν.
000-00-00 Serial Number=0612439394
De virginitate Ante [Go Back]  
 [00616]  «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, συναγάγετε πρεσβυτέρους.».
000-00-00 Serial Number=0787418783
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00789]  Ἤκουσαν ταῦτα ἐκεῖνοι, καὶ οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, παιδίων, καὶ οὐδὲ ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς τῆς λειτουργίας ἦν·
 [00986]  Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ' ἡμῶν γίνεσθαι, οὐδὲ διὰ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ' ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν.
 [00990]  Καὶ ἐὰν ἐρωτήσω, τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον, λέγεις, Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν ὑποδέξωμαι·
 [00992]  Πῶς οὖν οὐκ ἄτοπον, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ τὴν καλλίστην νηστείαν ταύτην ὑποδέχεσθαι;
 [01886]  εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μὲν ἔχων ἐπιδείξασθαι μόνην, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσιέτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα.
 [03443]  Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται·
 [03555]  ∆ιὰ τοῦτο, κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης φθάσῃ τῆς ἀρετῆς, τῷ δὲ τῆς βασκανίας ὑποκείμενος ᾖ πάθει, πάντων ἐστὶν ἐναγέστερος.
 [05084]  Καὶ τί λέγω νηστείαν;
 [08846]  ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν, τὴν δικαιοσύνην.
000-00-00 Serial Number=0956023097
Epistulae Ante [Go Back]  
 [00377]  Ἐκεῖ μὲν γὰρ ὄντα, καὶ ταῦτά ἐστιν ἔχειν ἃ νῦν ἔχεις, τὴν νηστείαν, τὰς ἀγρυπνίας, τὴν ἄλλην φιλοσοφίαν.
 [01335]  Ἐκεῖ μὲν γὰρ ὄντα, καὶ ταῦτά ἐστιν ἔχειν ἃ νῦν ἔχεις, τὴν νηστείαν, τὰς ἀγρυπνίας, τὴν ἄλλην φιλοσοφίαν.
000-00-00 Serial Number=0557082713
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00357]  ∆ιά τοι τοῦτο οὐ νηστείαν οὐδὲ ἐγκράτειαν τοῦτο καλῶ, ἀλλ' ἕτερόν τι τούτου μεῖζον.
000-00-00 Serial Number=0870786190
Expositiones in Psalmos Ante [Go Back]  
 [01327]  Οὐκ ἀρκεῖ ταῦτα καὶ μόνα, ἀλλὰ καὶ ἕτερα δεῖ προστεθῆναι, εὐχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμετρον, δίαιταν λιτὴν, ἀσχολίας ἀναγκαίας, πρὸ τῶν ἄλλων ἁπάντων τοῦ Θεοῦ τὸν φόβον, τὴν μέλλουσαν κρίσιν, τὰς ἀφορήτους κολάσεις, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν.
 [06740]  Καὶ, Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου.
000-00-00 Serial Number=0266528785
In Acta apostolorum Ante [Go Back]  
 [02226]  Τὸν ἄρτον ἐμοὶ δοκεῖ λέγων, καὶ τὴν νηστείαν ἐνταῦθα σημαίνειν καὶ τὸν σκληρὸν βίον·
 [09202]  Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ' ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον·
 [09453]  τοῦτο γὰρ καὶ νηστείαν καὶ εὐχὴν καὶ ἐλεημοσύνην λυμαίνεται, καὶ πάντα τὰ ἡμέτερα ἀγαθὰ κενοῖ.
 [09999]  Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη τοῦ πλοὸς ἐπισφαλοῦς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, αὐτοῖς λέγων·
 [09999]  Τὴν νηστείαν ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγειν ἡγοῦμαι.
000-00-00 Serial Number=0006241918
In Genesim sermo 3 Ante [Go Back]  
 [00044]  Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη;
 [00073]  Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου.
 [00075]  οὐ γὰρ τοῦ Θεοῦ ἀποβαλλομένου αὐτῶν τὴν νηστείαν καὶ τὴν δέησιν καὶ τὰς νεομηνίας καὶ τὰ σάββατα, ἀλλ' ὅτι πλήρης αὐτῶν.
 [00092]  Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου.
 [00098]  Καθὼς ἀνωτέρω τοῦ λόγου εἴρηται, τὸν πρῶτον ἄνθρωπον μὴ φυλάξαντα τὴν νηστείαν, ἐν ἐπιτιμίοις καὶ ἐσχάτῃ πτωχείᾳ καθεστῶτα, καὶ πόῤῥω τοῦ παραδείσου γεγονότα διὰ τὴν ταύτης καταφρόνησιν ἔγνωμεν.
000-00-00 Serial Number=0193779767
In Genesim sermones Ante [Go Back]  
 [00796]  Φιλῶ μὲν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶν, καὶ πηγὴ φιλοσοφίας ἁπάσης·
000-00-00 Serial Number=0848634481
In Joannem Ante [Go Back]  
 [01668]  Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν.
 [02835]  Ἱκανὸν γὰρ καὶ καθ' ἑαυτὸ διαφθεῖραι πᾶσαν ἀρετὴν ψυχῆς, κἂν ἐλεημοσύνην εὕρῃ, κἂν εὐχὴν, κἂν νηστείαν, κἂν ὁτιοῦν.
000-00-00 Serial Number=0919165552
In Psalmum 145 Ante [Go Back]  
 [00026]  καὶ οἱ μὲν τὴν νηστείαν αὔξουσιν, οἱ δὲ τὰς ἀγρυπνίας τὰς ἱερὰς, οἱ δὲ ἐλεημοσύνην δαψιλεστέ ραν ἐργάζονται, τῇ περὶ τὰς ἀγαθὰς πράξεις σπουδῇ καὶ τῇ συντεταμένῃ περὶ τὸν βίον εὐλαβείᾳ τὸ μέ γεθος τῆς εὐεργεσίας τῆς εἰς ἡμᾶς γεγενημένης παρὰ τοῦ Θεοῦ μαρτυροῦντες.
 [00030]  Οὐδὲ γὰρ ἐκ μιᾶς πόλεως ἐξερχόμεθα ἀπαντῶντες τῷ Χριστῷ σήμερον, οὐδὲ ἐξ Ἱεροσολύ μων μόνον, ἀλλ' ἀπὸ τῆς οἰκουμένης ἁπάσης μυ ρίανδροι πάντοθεν Ἐκκλησίαι ἐξέρχονται ἀπαντῶσαι τῷ Ἰησοῦ, οὐ βαΐα φοινίκων κατέχουσαι καὶ ἐπισείου σαι, ἀλλ' ἐλεημοσύνην καὶ φιλανθρωπίαν καὶ ἀρε τὴν καὶ νηστείαν καὶ δάκρυα καὶ εὐχὰς καὶ ἀγρυ πνίας καὶ πᾶσαν εὐλάβειαν προσφέρουσαι τῷ ∆εσπότῃ Χριστῷ.
000-00-00 Serial Number=0539786696
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00092]  Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν·
000-00-00 Serial Number=0368780196
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01512]  Ἐπέθηκαν νηστείαν τοῖς τραύμασι, καὶ σφοδρὰν νηστείαν ἐπέθηκαν, καὶ χαμευνίαν καὶ σάκκου περιβολὴν καὶ τέφραν καὶ ὀδυρμούς·
 [01523]  Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν.
 [01524]  Καὶ ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω·
000-00-00 Serial Number=0246728897
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
000-00-00 Serial Number=0205595195
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01643]  Ἆρα νηστείαν ἐργάζεταί τις [62.430] ταῖς χερσίν;
000-00-00 Serial Number=0488359094
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02026]  Ὅτι δὲ καὶ ἐπιτεταμένην εἶχε νηστείαν, δηλοῖ τὸ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πυκνάς σου ἀσθενείας·
000-00-00 Serial Number=0349479020
In epistulam ad Ephesios Ante [Go Back]  
 [02945]  Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ μάτην ὀδύρομαι, ἀλλ' ἵνα κοινῇ πάντες μετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάμενοι, καὶ σάκκον περιζωσάμενοι, νηστείαν ἐπιτείνωμεν, τὸν Θεὸν παρακαλέσωμεν αὐτὸν ἡμῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν.
 [02962]  μᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν μόνον, ἀλλὰ τὸ φάρμακον ἐκεῖνο ὑποδείκνυμι, ὃ καὶ τὴν πόλιν ἐκείνην πίπτουσαν ἀνέστησε.
000-00-00 Serial Number=0075384378
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00323]  Ὁ δεῖνα, φησὶ, περὶ τὴν νηστείαν σφάλλεται, καὶ οὐδὲν μέγα ἐστίν·
000-00-00 Serial Number=0657372892
In epistulam ad Philippenses Ante [Go Back]  
 [00577]  Οὐ γὰρ μόνον κήρυγμα, ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖ, ἣ οὐ μόνον μισθῶν ἀποστερήσει, ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσι·
000-00-00 Serial Number=0569793582
In epistulam ad Romanos Ante [Go Back]  
 [02211]  ∆ιὰ τοῦτο κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωμα, καὶ μοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυμβωρύχου παρανομώτερος.
000-00-00 Serial Number=0044872820
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00517]  Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθενείας ἔχω εἰπεῖν;
000-00-00 Serial Number=0420111179
In illud Vidi dominum Ante [Go Back]  
 [00471]  ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν.
000-00-00 Serial Number=0580467880
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00026]  ἐκήρυξαν γὰρ νηστείαν, καὶ ἐνέδυσαν τὸν σάκκον ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν.
000-00-00 Serial Number=0178682446
In venerandum crucem Ante [Go Back]  
 [00020]  τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται·
 [00027]  Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.
 [00040]  Οὐ μέντοι ἐξαρκεῖ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.
 [00072]  Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν, ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ αὐτοσχεδίοις τὴν δίαιταν.
000-00-00 Serial Number=0333684742
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00180]  οὗ τὴν κεφαλὴν ἐπεθύμησεν ἡ τῆς Εὔας συλλειτουργὸς, ἡ τῶν ἁγίων ἐμπόδιον γενομένη, ἡ τοὺς προφήτας διώξασα, ἡ τὴν ἐν δόλῳ νηστείαν κηρύξασα, ἡ ὁμότιμον τοῦ ὀνόματος τῆς ἐχίδνης ἐπισταμένη τὴν ὄρχησιν, ἐν τῷ ἀρίστῳ τῷ ἀτελεῖ ὀρχησαμένη.
000-00-00 Serial Number=0457239866
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01602]  Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν, καὶ οὕτω τελειοῦται τὸ πρῶτον βιβλίον Ἔσδρα.
 [01609]  ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»