Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαμπρὸν [135]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λαμπρὸν


000-00-00 Serial Number=0987324238
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00830]  Πόθεν οὖν οἶδας εἰ καὶ νῦν ἡ αὐτὴ αἰτία τὸν διάβολον ἤγειρε, καὶ τοῦ βίου σου τὸ λαμπρὸν πρὸς τὴν μάχην αὐτὸν ταύτην ἐξεκαλέσατο;
000-00-00 Serial Number=0298750579
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00627]  Οὐ μετὰ τὸ χρισθῆναι εἰς βασιλέα καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαούλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν ἐρημίαν ἐλαυνόμενος, ἀλήτης, φυγάς, ἄπολις, ἄοικος, μετανάστης γενόμενος.
 [00826]  Οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχὺς τὰ Ἰουδαϊκά, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, [14.4] ὁ γενναῖος οὗτος καὶ σοφὸς καὶ χάριτος πεπληρωμένος καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελεύετο;
 [01113]  Εἰ δὴ μὴ συνεχωρήθη ὁ ἐμπρησμὸς ἐκεῖνος, οὐκ ἂν οὕτω λαμπρὸν τὸ βραβεῖον ἐγένετο, οὐκ ἂν οὕτω φαιδρὸς ὁ στέφανος.
000-00-00 Serial Number=0764068723
Ad populum Antiochenum Ante [Go Back]  
 [00684]  καὶ οὕτω λαμπρὸν ἦν αὐτῷ τὸ καταγώγιον, ὡς μηδὲ ἀγγέλους ἐπαισχυνθῆναι τὴν παρ' ἐκείνῳ μονήν·
 [03240]  Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν·
 [04590]  καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα·
000-00-00 Serial Number=0356822789
Adversus Judaeos Ante [Go Back]  
 [00246]  Εἰπὲ γάρ μοι, εἴ τινα εἶδες ἄνθρωπον αἰδέσιμον καὶ λαμπρὸν καὶ περιφανῆ εἰς καπηλεῖον εἰσαχθέντα, ἢ εἰς καταγώγιον λῃστῶν, εἶτα ὑβριζόμενον ἐκεῖ καὶ τυπτόμενον καὶ τὴν ἐσχάτην ὑπομένοντα παροινίαν, ἆρα ἂν ἐθαύμασας τὸ καπηλεῖον ἢ τὸ σπήλαιον, ἐπειδὴ ἔνδον εἱστήκει παροινούμενος ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνήρ;
000-00-00 Serial Number=0049935102
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00007]  Τό τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος·
 [00482]  Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων.
 [00630]  Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι εἰκὸς γάρ σε καὶ τούτων ἐρᾷν, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρόν τινα ἔχοντα.
 [00947]  Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα ὅντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας·
 [01306]  Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ.
 [01721]  Καὶ τὸν Ἀβραὰμ δὲ, καθάπερ ἔφθην εἰπὼν, μετὰ τῶν ἄλλων κατορθωμάτων καὶ τοῦτο λαμπρὸν ἐποίει.
000-00-00 Serial Number=0243974626
Commentarius in Job Ante [Go Back]  
 [03633]  «τὸ λαμπρὸν τοῦτο φῶς», φησίν, «ἀπόλλυται καὶ ἀφανίζεται καὶ οὐχ ὁρᾶται.».
 [03848]  ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας;
000-00-00 Serial Number=0779226661
Comparatio regis et monachi Ante [Go Back]  
 [00090]  Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς·
000-00-00 Serial Number=0008858740
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00257]  Οὐκ οἶσθα ὅτι λαμπρὸν ἀποστίλβειν χρὴ πανταχοῦ τοῦ Χριστιανοῦ τὸν βίον, καὶ ὅτι τὴν δόξαν τις τὴν ἑαυτοῦ καταισχύνας πανταχοῦ λοιπὸν ἄχρηστος ἔσται, καὶ οὐδὲν μέγα κερδᾶναι δυνήσεται, κἂν μεγάλα τύχῃ κατορθῶν;
 [00357]  [11] Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων·
000-00-00 Serial Number=0251297951
Contra theatra Ante [Go Back]  
 [00306]  Ἀνακαύσας τοίνυν λαμπρὸν ἐπὶ τῷ βωμῷ τὸ πῦρ, σχηματίζει πρὸς τὴν θυσίαν, ἱερείου νόμῳ, τὸν υἱὸν ὁ πατὴρ, τὸν ἀγαπητὸν, τὸν μονογενῆ, καὶ θεὶς ὡς εἰς προσκύνησιν ἐπὶ τὰ γόνατα, ὄπισθε κατὰ τὸν νῶτον περιειλεῖ, τὸ ἐναντίον σχῆμα περιτιθεὶς τῷ παιδί·
000-00-00 Serial Number=0417473972
De Anna i Ante [Go Back]  
 [00925]  ὁμοῦ γὰρ λαμπρὸν καὶ ἀσφαλῆ χαρίζεται βίον.
 [01064]  Καὶ καθάπερ ἐπὶ τῶν ἔξωθεν πανηγύρεων, ὁ μὲν μήτε ἱμάτιον ἔχων περιβαλέσθαι λαμπρὸν, μήτε δαψιλεστέρας ἀπολαῦσαι τραπέζης, ἀλλ' ἐν πενίᾳ καὶ λιμῷ ζῶν καὶ τοῖς ἐσχάτοις κακοῖς, οὐκ [54.670] αἰσθάνεται τοῦ καιροῦ τῆς ἑορτῆς, κἂν πᾶσαν τὴν πόλιν ἴδῃ χορεύουσαν, ἀλλὰ τοσούτῳ μᾶλλον ὀδυνᾶται καὶ δάκνεται, ὅσῳ καὶ τοὺς μὲν ἄλλους ὁρᾷ ἐν ἀπολαύσει, ἑαυτὸν δὲ ἐν ἀπορίᾳ·
000-00-00 Serial Number=0175964952
De Davide et Saule Ante [Go Back]  
 [00256]  οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφάνεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν.
000-00-00 Serial Number=0316934884
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00036]  ∆ιὸ καὶ καθ' ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπομεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφόμενα, καὶ τὸ θέατρον καθ' ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον.
000-00-00 Serial Number=0082196474
De Lazaro Ante [Go Back]  
 [00753]  Καὶ σὺ τοίνυν, ἂν μέν τινα περιφανῆ καὶ λαμπρὸν ὑποδεξάμενος, πολλὴν ἐπιδείξῃ τὴν προθυμίαν, θαυμαστὸν οὐδὲν εἰργάσω·
 [00860]  καὶ γὰρ καὶ ὄψις εὐπρεπὴς, καὶ σῶμα λαμπρὸν διὰ τῶν ὀφθαλμῶν ἔβαλε, καὶ ῥῆμα αἰσχρὸν διὰ τῆς ἀκοῆς εἰσελθὸν ἐθορύβησεν ἡμῶν τὸν λογισμόν·
000-00-00 Serial Number=0909397542
De beato Philogonio Ante [Go Back]  
 [00070]  οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος·
000-00-00 Serial Number=0996336818
De gloria in tribulationibus Ante [Go Back]  
 [00170]  ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν καὶ περιφανὲς τὸ θλίβεσθαι καὶ ποιοῦν καλλωπίζεσθαι, λέγει ἕτερον αὐτοῦ κατόρθωμα μέγιστον, καὶ καρπὸν μέγιστόν τινα καὶ παράδοξον.
000-00-00 Serial Number=0217391551
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00478]  μὴ γὰρ λαμπρὸν καὶ ἐπίσημον ὁ σταυρός;
 [00806]  καὶ γὰρ καὶ αὐτὰ ἐκείνων ὀψόμεθα οὐκ ἔλαττον αὐτὸν ποιοῦντα λαμπρὸν καὶ μέγαν.
000-00-00 Serial Number=0546109676
De mutatione nominum Ante [Go Back]  
 [00603]  Καθάπερ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει·
000-00-00 Serial Number=0271808326
De sancta Droside martyre Ante [Go Back]  
 [00121]  Κἀκεῖνοι μὲν ταῦτα ὁρῶντες ἐνόμιζον αὐτὴν ἀπόλλυσθαι, αὐτὴ δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ [50.689] καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν ἀνασπᾷ λαμπρὸν συλλέγων·
000-00-00 Serial Number=0896653295
De sancta pentecoste Ante [Go Back]  
 [00554]  Ὑμεῖς μὲν οὖν, παρακαλῶ, οἱ σήμερον εἰς τὴν υἱοθεσίαν ἐγγραφέντες, οἱ τὸ λαμπρὸν τοῦτο περιβόλαιον ἐνδυσάμενοι, πάσῃ φυλακῇ τὴν φαιδρότητα ἐν ᾗ νῦν ἐστε διατηρήσατε, πανταχόθεν ἀποτειχίσαντες τῷ διαβόλῳ τὴν εἴσοδον, ἵνα δαψιλεστέρας ἀπολαύσαντες τῆς τοῦ Πνεύματος χάριτος, καρποφορῆσαι δυνηθῆτε ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατὸν, καὶ μετὰ παῤῥησίας ἀπαντῆσαι ἀξιωθείητε τῷ βασιλεῖ τῶν οὐρανῶν, ὅταν παραγίνεσθαι μέλλῃ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ διανέμειν τοῖς μετ' ἀρετῆς τὸν παρόντα βίον διανύσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0803795636
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00072]  οὕτω δὴ καὶ τότε συνέβαινεν, ὥστε γενέσθαι λαμπρὸν τῷ μακαρίῳ τὸ θέατρον·
000-00-00 Serial Number=0174836874
De virginitate Ante [Go Back]  
 [01851]  Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν.
000-00-00 Serial Number=0471808374
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01496]  Ἐπεὶ καὶ ὁ ∆αυῒδ, εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν εἰς τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον.
 [02890]  Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα.
 [03547]  Οὐκοῦν στεφανοῦσθαί σε ἔδει καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν ὁρᾷς λαμπρὸν καὶ περιφανές.
 [03594]  καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, μᾶλλον ἐπαίρει καὶ ποιεῖ λαμπρὸν, καὶ ταύτῃ σε κολάζει.
 [04798]  οὐδὲν γὰρ οὕτω λαμπρὸν ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις.
 [07398]  Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις·
 [07524]  Τοῦ δὲ Παύλου καὶ τὸ σῆμα λαμπρὸν ἴδοι τις ἂν τὴν βασιλικωτάτην Ῥώμην καταλαβὼν, καὶ ἡμέραν καταφανῆ, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαν.
 [08272]  Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν.
 [08351]  ∆ι' αὐτῆς τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ βασιλέως ἡμῶν.
 [08396]  Ὅθεν καὶ ὁ προφήτης τὴν πολλὴν αὐτοῦ ὑπὲρ τῆς οἰκουμένης κηδεμονίαν ἐκπληττόμενος, ἀνεβόησε μέγα καὶ λαμπρὸν οὕτω λέγων·
000-00-00 Serial Number=0288108230
Epistula ad Cyriacum Ante [Go Back]  
 [00621]  Τότε αὐτὸν ὁρῶ λαμπρὸν μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένειμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυσε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγένετο.
000-00-00 Serial Number=0905065596
Epistulae Ante [Go Back]  
 [00250]  πολλὴν γὰρ αὐτῆς πεῖραν, καὶ διὰ πολλῶν εἰλήφαμεν, καὶ ἔγνωμεν αὐτῆς τὸ λαμπρὸν καὶ εἰλικρινὲς, τὸ γνήσιον καὶ ἀπερίτρεπτον.
 [00796]  ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ.
 [01754]  ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ.
000-00-00 Serial Number=0294122696
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01364]  Οὐδεὶς γὰρ τῷ νικήσαντι καὶ τρόπαιον στήσαντι λαμπρὸν παραγίνεται συμμαχίαν κομίζων, ἀλλ' εὐφημίας μόνον.
000-00-00 Serial Number=0094663799
Expositiones in Psalmos Ante [Go Back]  
 [00342]  Θαυμαστὸν ἐποίησεν, ἐπίσημον, λαμπρὸν, περιφανῆ τὸν ἀνακείμενον αὐτῷ.
 [00347]  ὡς μὴ μόνον ἐν τῷ μὴ παθεῖν τι δεινὸν εἶναι αὐτῷ τὴν δωρεὰν, ἀλλὰ καὶ ἐν τῷ λαμπρὸν γενέσθαι κατὰ τὴν Αἴγυπτον.
 [01135]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
 [06469]  πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα·
000-00-00 Serial Number=0727403283
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00334]  Ἀλλὰ καὶ σπουδάζει πανταχοῦ λαμπρὸν ἔχειν τὸ θέατρον, ὅπερ καὶ ὁ Θεὸς ποιεῖ, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄψυχα καλῶν, καὶ αἱρούμενος καὶ ἐπὶ τῶν ἔξω δικαστηρίων δικάζεσθαι.
 [02405]  ὅταν ἴδῃς λαμπρὸν τῷ χρυσῷ, ἐννόησον τοὺς χωνεύσαντας·
 [05431]  λαμπρὸν αὐτῷ τὸ θέατρον γίνεται·
000-00-00 Serial Number=0913596451
Fragmenta in Job Ante [Go Back]  
 [00492]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
 [01835]  Τὸ λαμπρὸν τοῦτο φῶς ἀπόλλυται, καὶ ἀφανίζεται, καὶ οὐχ ὁρᾶται.
000-00-00 Serial Number=0539282084
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00061]  Ἐπειδὴ γὰρ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἔστησε, καὶ τὴν παράδοξον νίκην ἤρατο, καὶ τῶν βαρβάρων περιεγένετο, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν τῶν πόνων ἐκείνων καὶ τῆς ταλαιπωρίας παρὰ τῶν σωθέντων ἐκελεύετο·
000-00-00 Serial Number=0796929777
Homilia in martyres Ante [Go Back]  
 [00020]  Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον, τὸ λαμπρὸν τοῦτο θέατρον, τὴν ζέουσαν ἀγάπην, τὴν θερμὴν διάθεσιν, τὸν ἀκατάσχετον ἔρωτα;
000-00-00 Serial Number=0557372928
In Acta apostolorum Ante [Go Back]  
 [01640]  Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς.
 [04409]  γένος ἐχέτω λαμπρὸν, καὶ δυναστείαν μεγάλην.
 [05510]  Οὗτος, τουτέστιν, ὁ Μωϋσῆς (καὶ ὅρα, πῶς δείκνυσιν αὐτὸν λαμπρὸν), ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ [60.135] ἐρήμῳ ἔτη τεσσαράκοντα.
 [06311]  οὐδὲ γὰρ λαμπρὸν ἐπεφέρετο σχῆμα.
 [06867]  Καὶ ὅρα τὸν εὐαγγελιστὴν οὐδὲν φιλοτίμως λέγοντα, οὐδὲ λαμπρὸν δεικνύντα τὸν Παῦλον, ἀλλὰ μόνον ὅτι ἐπήγειραν τὸν βασιλέα.
 [09722]  Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν.
 [09999]  Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαμένου ἐκείνου, καὶ τότε αὐτῷ λαμπρὸν τὸ θέατρον γίνεται·
 [09999]  τὸ μὲν, δεικνὺς τὸ λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ, τὸ ὀφειλόμενον ἀπὸ τῆς διακονίας.
 [09999]  Τοῦτο αὐτὸν καὶ ἐν Καισαρείᾳ ἐποίει λαμπρὸν, τὸ μετὰ τοσαύτης ἐλθεῖν παρατάξεως.
000-00-00 Serial Number=0863384783
In Ecclesiasten Ante [Go Back]  
 [00084]  Ὁ δεῖνα οἴκημα ἐδείματο, λαμπρὸν κατέστησεν.
000-00-00 Serial Number=0620825291
In Eutropium Ante [Go Back]  
 [00099]  Καὶ γὰρ λαμπρὸν ἡμῖν τὸ θέατρον σήμερον, καὶ φαιδρὸς ὁ σύλλογος, καὶ ὅσον ἐν τῷ Πάσχα τῷ ἱερῷ δῆμον εἶδον ξυναγόμενον, τοσοῦτον ὁρῶ καὶ ἐνταῦθα νῦν·
000-00-00 Serial Number=0009575546
In Isaiam Ante [Go Back]  
 [02231]  Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου τοῦτο ἐποίησεν, ἀλλ' ἀφεὶς τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι τῷ φόβῳ, ὅτε τὴν οἰκείαν ἀπέγνωσαν σωτηρίαν καὶ μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ δέξασθαι τὸν ἀντίπαλον, τότε δή, τότε τῆς ἥττης αὐτῶν ὁμολογηθείσης, καὶ τῆς ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην εἰργάσατο.
 [02715]  Ἐμοὶ δοκεῖ τὴν τοῦ Ἐζεκίου νίκην ἐνταῦθα προλέγειν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον καὶ τῆς νίκης αὐτῆς τὴν αἰτίαν.
000-00-00 Serial Number=0797609448
In Joannem Ante [Go Back]  
 [00656]  ∆ιάκενος γάρ ἐστιν, ἔνδον οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον.
 [02036]  Ταῦτα οὖν διηνεκῶς στρέφοντες καὶ ἀναλογιζόμενοι, ἐκκαθάρωμεν ἡμῶν τὸν βίον, καὶ λαμπρὸν ποιήσωμεν, ὥστε μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02674]  Τὸν μὲν γὰρ Ἰωάννην πολλὰ τὰ δεικνύντα λαμπρὸν ἦν·
 [04201]  Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
 [05197]  οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ.
000-00-00 Serial Number=0758153737
In Joannem theologum Ante [Go Back]  
 [00078]  οἱ τῶν ἀγγέλων δὲ χοροὶ ἄλλον ἀπὸ γῆς ἄγγελον λαμπρὸν τῇ παρθενίᾳ, πλήρη ἁγιασμοῦ, καθαρὸν τῇ καρδίᾳ, ἐμπεπλησμένον εὐωδίας κατασχεῖν οὐκ ἐτόλμησαν.
000-00-00 Serial Number=0340082884
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01870]  Πρᾶγμα γὰρ δοκοῦν εἶναι σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶν εἰρημένων ἀνακύψαι.
 [02523]  Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα.
 [03256]  Οὐ τοίνυν ἵνα ἑαυτὸν δείξῃ λαμπρὸν, ἀλλ' ἵνα ἐκείνους παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγματι χρωμένους, τοῦτο ποιεῖ.
 [05613]  Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη;
 [06629]  Ἐπεὶ καὶ ὁ ∆αυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον.
 [07618]  ∆ιά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορνείας λαμπρὸν στῆσαι βουλομένη·
000-00-00 Serial Number=0891109407
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00014]  Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους.
 [01198]  οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡμῖν φῶς λαμπρὸν ᾖ, μυρίους καὶ μαθητὰς καὶ διδασκάλους ἐργασόμεθα, ὥσπερ ἀρχέτυπον προκείμενοι.
000-00-00 Serial Number=0285087943
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02769]  Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως·
 [02951]  Εἰ γὰρ ἐπὶ γῆς ταῦτα λεγόμενα λαμπρὸν οὕτω ποιεῖ καὶ περιφανῆ, ὅταν ἐν οὐρανῷ ταῦτα γράφηται, καὶ ὁ Θεὸς ταῦτα κατὰ τὴν ἡμέραν ἀνακηρύττῃ τὴν μέλλουσαν, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς περιφανείας, ὅσης τῆς λαμπρότητος·
 [03195]  Ὅταν οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαμπρὸν, ὅταν ἑτοίμη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναμνήσθητι τοῦ ταλαιπώρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύνας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ, [61.95] καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκ εἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ' εἰς εὐνὴν, ἀλλ' εἰς στιβάδα χόρτου, καθάπερ τοὺς κύνας ὁρῶμεν δι' ὅλης λυττῶντας νυκτός.
 [04956]  ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον.
 [05414]  καὶ καθάπερ ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαμπρὸν γίνεται τὸ φῶς τῆς ἡμέρας·
 [06766]  Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ·
 [07821]  ∆ιὰ τοῦτο καὶ πάντων τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν.
 [08253]  Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον·
 [09999]  Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐ-δὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν, ἀλλ' ἁπλῶς ἀγαγεῖν τὴν νύμφην.
000-00-00 Serial Number=0149478018
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00304]  δηλῶν ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν.
000-00-00 Serial Number=0854830742
In epistulam ad Colossenses Ante [Go Back]  
 [00169]  Ἡ δὲ πνευματικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαμπρὸν ἔχει τὸ σχῆμα·
 [00263]  Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ' ἑαυτὸν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ' ἑαυτὸν, μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ·
 [02422]  ἀλλ' ὥσπερ εἴ τις ἐῤῥυπωμένον ἀνδριάντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δείξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολογεῖ·
 [03350]  Στέφανος κοσμεῖ κεφαλὴν, ἀλλ' οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαμπρὸν ποιεῖ.
000-00-00 Serial Number=0530703723
In epistulam ad Ephesios Ante [Go Back]  
 [01929]  Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δεσμὸς διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ὁσίαις χερσὶν ἐκείναις.
 [03646]  καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας·
000-00-00 Serial Number=0064791322
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00617]  τὰ δὲ μέλλοντα αὐτὸν δεικνύναι λαμπρὸν, ταῦτα παρατρέχει.
 [02169]  Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου·
000-00-00 Serial Number=0964908898
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02397]  καὶ γὰρ καὶ αὐτὴ δίκην ὀφείλει παρὰ σοῦ λαβεῖν, ὅτι σχῆμα λαμπρὸν οὕτω καὶ τίμιον καταισχύνεις.
 [04259]  ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως;
 [08631]  Ἴστε δὲ ὅτι ὥσπερ οἶκον καλὸν, ἐπειδὰν γελάσῃ ὁ ἀὴρ, λαμπρὸν δείκνυσιν,
000-00-00 Serial Number=0194915056
In epistulam ad Philippenses Ante [Go Back]  
 [02747]  Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν.
000-00-00 Serial Number=0401319921
In epistulam ad Romanos Ante [Go Back]  
 [00672]  Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον αἰνίττεται μετὰ τούτου, τὸ λαμπρὸν καὶ περιφανὲς τῆς τοιαύτης ζωῆς.
 [02196]  Οὐκοῦν στεφανοῦσθαί σε δεῖ καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν λαμπρὸν καὶ περιφανές·
 [02496]  Αὐτὸ γὰρ τοῦτο μάλιστα ποιεῖ τὸν πιστὸν εἶναι λαμπρὸν, τὸ τοσαύτης ἀπολαῦσαι χάριτος, τὸ τοιαύτην πίστιν ἐπιδείξασθαι.
 [09891]  ∆ιὸ δὴ μάλιστα καὶ πενθῶ, ὅτι τὰ τῆς κακίας ἀρετῆς εἶναι νομίζουσιν οἱ πολλοὶ, καὶ ὑπερορᾷν καὶ καταφρονεῖν, λαμπρὸν ἔδοξεν εἶναι καὶ σεμνόν·
 [09999]  Ἰδοὺ οὖν καὶ οὗτοι ἐν γάμῳ ἦσαν, καὶ σφόδρα ἔλαμψαν, καίτοι γε οὐδὲ τὸ ἐπιτήδευμα αὐτῶν λαμπρὸν ἦν·
000-00-00 Serial Number=0030335307
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00103]  Σὲ ἐσχηκότες οἱ υἱοὶ τοῦ Ἰακὼβ, τὸν περικαλλῆ καὶ λαμπρὸν Ἰωσὴφ εἰς τὴν σκοτοδινιῶσαν Αἴγυπτον ἔπεμπον, καὶ τὸν ἐλεύθερον ὡς δοῦλον ἐπίπρασκον·
000-00-00 Serial Number=0586099207
In illud Exiit qui seminat Ante [Go Back]  
 [00004]  Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς διασώσῃ.
 [00007]  Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες.
000-00-00 Serial Number=0027877331
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00234]  Ἀλλ', ὅπερ ἔφην, εἰ μὲν πρὸς αἱρετικοὺς ἡμῖν ὁ λόγος, ἀφεὶς ἂν αὐτοὺς εἰς ἀπορίαν καὶ δεσμώσας, οὕτως ἀπεπήδησα, ἀρκοῦσαν λαβὼν τὴν νίκην καὶ λαμπρὸν τὸ τρόπαιον, καὶ μεγίστην παρασχόμενος τῆς ἀνοίας αὐτῶν ἀπόδειξιν.
000-00-00 Serial Number=0062833488
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00055]  Τὸν γὰρ περιφανῆ καὶ λαμπρὸν, καὶ πατέρα ἔχοντα ἐπίσημον εἰπεῖν καὶ πάππον, ἂν μετὰ ἀκριβείας ἐξετάσῃς, πολλάκις εὑρήσεις ἐπίπαππον εὐτελῆ τινα καὶ ἀνώνυμον ἐσχηκότα·
000-00-00 Serial Number=0814593434
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00018]  Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥησίαν τῷ διδάξαντι.
000-00-00 Serial Number=0176928341
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00064]  Χριστὸς ἐγεννήθη, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται, ἄγγελοι σὺν ἀνθρώποις χορεύουσι, ποιμένες ἀγραυλοῦσι, καὶ μάγοι προσκυνοῦσιν, οὐρανὸς λαμπαδουχεῖται, καὶ ἡ γῆ τὸν καρπὸν αὐτῆς λαμπρὸν ἐπὶ φάτνης βαστάζει.
000-00-00 Serial Number=0674579382
In principium Actorum Ante [Go Back]  
 [00308]  Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα.
000-00-00 Serial Number=0115158975
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00105]  λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν.
000-00-00 Serial Number=0930322051
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00078]  Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρό τερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες.
000-00-00 Serial Number=0261627257
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00127]  Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες ἐν καιρῷ τῆς εἰρήνης τὰ τοῦ πολέμου μελετῶμεν, ἵν' ἐπιστάντος τοῦ πολέμου λαμπρὸν καὶ ἡμεῖς στήσωμεν τρόπαιον.
000-00-00 Serial Number=0374828339
In sanctum pascha [1] Ante [Go Back]  
 [00050]  Εἶδες λαμπρὸν τῆς ἀναστάσεως τὸ τρόπαιον;
000-00-00 Serial Number=0401374996
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00209]  σὺ ἐὰν ὁμολογήσῃς τὴν εὐτέλειαν τὴν σεαυτοῦ, ἐγώ σε λαμπρὸν ποιῶ καὶ στεφανῶ.
000-00-00 Serial Number=0160785317
Quales ducendae sint uxores Ante [Go Back]  
 [00416]  Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπότην ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώμενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπολαύοντα;
000-00-00 Serial Number=0552903473
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00124]  Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις.
000-00-00 Serial Number=0803001642
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00372]  Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες καὶ ἐπίταγμα καταπατήσαντες τυραννικὸν καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες·
 [00378]  Καὶ οὔτε ναόν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.
 [00390]  Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω, ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προσθέντες.
000-00-00 Serial Number=0460849226
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00012]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ διάβολος τοσοῦτον κατ' αὐτῆς ἐνέπνευσε τῆς ἀγέλης, ἐπειδὴ μάλιστα ἀπὸ ταύτης ἑώρα τῆς φάλαγγος λαμπρὸν τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ οὕτως αὐτὴν ἐπεχείρησε καταισχῦναι, ὡς βέλτιον εἶναι λοιπὸν μηδὲ παρθένους εἶναι τὰς οὕτω τὸ πρᾶγμα μετιέναι ἐπιχειρούσας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»