Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κοινωνὸν [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κοινωνὸν


000-00-00 Serial Number=0518737972
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00725]  Καὶ δι' ἑαυτοῦ τὸ ἔργον ἅπαν ἤνυε καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῆς καλῆς ταύτης πραγματείας.
000-00-00 Serial Number=0363383889
Ad populum Antiochenum Ante [Go Back]  
 [01106]  Ἄν τε γὰρ ἁμαρτωλὸς ᾖ, ῥᾴθυμος γίνεται, κοινωνὸν εὑρὼν τῆς ἁμαρτίας·
 [04079]  τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν θεραπεύεις;
000-00-00 Serial Number=0281045258
Contra haereticos Ante [Go Back]  
 [00041]  ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν·
000-00-00 Serial Number=0610763788
Contra theatra Ante [Go Back]  
 [00038]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
 [00335]  Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ' ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως.
000-00-00 Serial Number=0061000288
De Anna i Ante [Go Back]  
 [00709]  Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτησιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε·
000-00-00 Serial Number=0329614520
De Davide et Saule Ante [Go Back]  
 [00542]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0853300631
De Lazaro et divite Ante [Go Back]  
 [00115]  Εἰ κοινωνὸν ἐν τῷ βίῳ τῶν σῶν ἀγαθῶν ἐκτήσω τὸν Λάζαρον, νῦν ἂν τὴν βασιλείαν σὺν αὐτῷ ἐμερίσω·
000-00-00 Serial Number=0731155872
De cruce et latrone i Ante [Go Back]  
 [00156]  ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ λῃστοῦ;
 [00159]  Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων·
000-00-00 Serial Number=0438349426
De cruce et latrone ii Ante [Go Back]  
 [00204]  κοινωνὸν ὑμῶν αὐτὸν ποιεῖς λέγων, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν;
 [00209]  Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καί φησιν·
000-00-00 Serial Number=0231990933
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00234]  Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν, ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων φύσιν θέμις εἰπεῖν.
000-00-00 Serial Number=0292899907
De proditione Judae Ante [Go Back]  
 [00718]  Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον.
000-00-00 Serial Number=0222172499
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0785856187
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00690]  σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας.
 [02005]  Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας! κοινωνὸν γάρ σέ φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας·
 [04882]  Καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, κοινωνὸν ποιῶν τῆς φιλοξενίας·
 [04997]  Εἰ γὰρ ποτήριον ψυχρὸν μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμοῤῥόφιον ποιῆσαι καὶ τραπέζης κοινωνὸν καὶ ἀναπαῦσαι πένητα, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι;
 [05646]  ὑπὸ γὰρ τῆς ἀκολάστου θεωρίας ἁλοὺς, τὴν μὲν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρί [63.738] ζεις, μυρίοις περιβάλλεις ὀνείδεσι πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς.
000-00-00 Serial Number=0977800727
Expositiones in Psalmos Ante [Go Back]  
 [00046]  Πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧσπερ ἔδωκεν ὁ Θεὸς, καὶ οὐκ ἀφίης εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασι μόνον, ἀλλὰ καὶ ἐν δόξῃ ποιεῖς αὐτὸν πένητα;
000-00-00 Serial Number=0940480292
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03492]  Οὐδένα κοινωνὸν εἶχον τῶν λεγομένων.
000-00-00 Serial Number=0874402046
Fragmenta in Job Ante [Go Back]  
 [00136]  οὐκ ἀφεὶς εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασιν, ἀλλ' ἐν δόξῃ ποιῶν αὐτὸν πένητα;
000-00-00 Serial Number=0294255435
Fragmenta in Proverbia Ante [Go Back]  
 [00749]  Μέλλων οὖν ἄγεσθαι γυναῖκα, μὴ βίου κοινωνὸν ζήτει μόνον, ἀλλὰ καὶ ἀρετῆς·
000-00-00 Serial Number=0307339311
In Acta apostolorum Ante [Go Back]  
 [06173]  τὸν δὲ πρεσβύτερον ἴσως καὶ καλέσει, καὶ τραπέζης κοινωνὸν ποιήσει.
 [09999]  Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς διαλέγεται, ἀλλ' αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης·
 [09999]  Ὥστε οὐκ εὔπορον δεῖ ζητεῖν, ἀλλ' ὥστε κοινωνὸν βίου λάβωμεν εἰς κατάστασιν παιδοποιίας.
 [09999]  οὐ γὰρ ἂν, εἰ μὴ ἐπεθύμησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ' ἂν καὶ τὴν γυναῖκα κοινωνὸν ἐποιήσατο τῆς ἀκροάσεως, εἰ μὴ μεγάλα περὶ αὐτοῦ ἐφαντάζετο.
000-00-00 Serial Number=0637655556
In Genesim sermo 3 Ante [Go Back]  
 [00201]  πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότροπον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν;
000-00-00 Serial Number=0975503206
In Joannem Ante [Go Back]  
 [03009]  καὶ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ κοινωνὸν τῆς θέας οὐδένα ἔσχον·
000-00-00 Serial Number=0663071096
In Kalendas Ante [Go Back]  
 [00108]  Κάλεσον πένητα, κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστὸν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες.
000-00-00 Serial Number=0434534907
In Psalmum 092 Ante [Go Back]  
 [00101]  ∆ιὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά νων τῶν ἑαυτοῦ κτισμάτων.
 [00105]  Ἐξ ὧν καὶ ἐν τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων·
000-00-00 Serial Number=0805141032
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00148]  Τί γὰρ ἥδιον τοῦ τῷ Χριστῷ με γίνεσθαι κοινωνὸν, καὶ δι' αὐτὸν ταῦτα πάσχειν;
 [01167]  Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινομένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε.
 [01847]  Σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας.
 [05126]  Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι.
000-00-00 Serial Number=0075829983
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05961]  Ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ.
 [08242]  οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων.
 [08304]  Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν.
 [08353]  Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας.
 [08354]  Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης.
 [08472]  Ἀλλ' ὅμως καὶ αὐτὸς μετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν.
000-00-00 Serial Number=0803741157
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01108]  αὐτὸς δὲ οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν ὑπὲρ τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τιμόθεον καὶ κοινωνὸν καὶ συνεργὸν, τοῦτον ἐν αὐτοῖς τοῖς κινδύνοις πέμψαι πρὸς αὐτούς.
000-00-00 Serial Number=0937573552
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02010]  Εἰ δὲ κοινωνοὺς ἔχει τῆς ἀρχῆς ὁ τῆς Ἐκκλησίας προεστὼς, ἀλλ' ἔχει κἀκεῖ ὁ ἀνὴρ κοινωνὸν τὴν γυναῖκα.
000-00-00 Serial Number=0770878613
In epistulam ad Ephesios Ante [Go Back]  
 [00446]  τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην;
 [00915]  Καὶ οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ' ἐκείνων.
 [04280]  Κἂν μέθυσος ᾖ, κἂν λοίδορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου·
 [05440]  τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσμεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει.
 [05790]  Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤῥαν.
 [05862]  Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ.
000-00-00 Serial Number=0004056692
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00486]  Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ.
 [01741]  ἀλλ' οὐκ ἀφῆκε γενέσθαι κοινωνὸν τῶν ἡτοιμασμένων τῷ παιδὶ, δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς τοῦτο ἄνωθεν αὐτὸ διατετυπωμένον ἦν, οὐκ ἀπὸ τοῦ διωγμοῦ τὴν ἀρχὴν λαβὸν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ γνώμης.
000-00-00 Serial Number=0792742670
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06377]  Ὅταν γὰρ εὕρῃ τῶν αὐτῶν κοινωνὸν ἡ ψυχὴ, ἀναπαύεται καὶ ἀναπνεῖ.
000-00-00 Serial Number=0899524093
In epistulam ad Philemonem Ante [Go Back]  
 [00035]  Εἰ γὰρ ὁ κλέπτης, ὁ δραπέτης οὕτως ἐγένετο ἐνάρετος, ὡς θέλειν τὸν Παῦλον κοινωνὸν αὐτὸν καταστῆσαι, καὶ γράφων ἔλεγεν·
 [00477]  Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
000-00-00 Serial Number=0348161757
In epistulam ad Romanos Ante [Go Back]  
 [03309]  ἐλθὼν δὲ ἕτερος μὴ τοὺς δέκα ὀβολοὺς καταβάλοι μόνον, ἀλλὰ καὶ μυρία χρυσοῦ τάλαντα χαρίσαιτο, καὶ εἰς βασιλικὰς αὐλὰς εἰσαγάγοι τὸν δεσμώτην, καὶ εἰς θρόνον ἀρχῆς ὑψηλοτάτης, καὶ κοινωνὸν τῆς ἀνωτάτης τιμῆς ποιήσειε καὶ τῆς ἄλλης περιφανείας, οὐκ ἂν δύναιτο λοιπὸν μεμνῆσθαι τῶν δέκα ὀβολῶν ὁ δανείσας·
 [07203]  Τίνα γὰρ ἕξεις ἀπολογίαν, μηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ;
 [07245]  Τίνα γὰρ ἕξεις ἀπολογίαν, μηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ;
000-00-00 Serial Number=0132802963
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00508]  Σὺ δὲ εἰδὼς τὸ φιλάνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ ∆εσπό [51.290] του, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς;
000-00-00 Serial Number=0074716747
In illud Ne timueritis Ante [Go Back]  
 [00369]  μόσχον ἔθυσε, καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, καὶ κοινωνὸν ποιεῖ τῆς φιλοξενίας τὴν γυναῖκα, καὶ οὐκ ἐν θαλάμῳ κρυπτομένην, ἀλλ' ὑπὸ τὴν δρῦν ἑστηκυῖαν.
000-00-00 Serial Number=0298963189
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00200]  Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισ άγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπο ρον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον.
000-00-00 Serial Number=0663760483
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00123]  ∆ιὰ τοῦτο καὶ ὁ Ἀβραὰμ τριακοσίους ὀκτὼ καὶ δέκα οἰκογενεῖς ἔχων, αὐτὸς ἐπὶ τὴν ἀγέλην ἔτρεχε, καὶ τὸν μόσχον ἐβάσταζε, καὶ τὰ ἄλλα ἅπαντα διηκόνει, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῶν τῆς φιλοξενίας καρπῶν.
000-00-00 Serial Number=0894258738
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00285]  Ὡς φιλάνθρωπος κοινωνὸν ἐποιησάμην τῶν ἐμαυτοῦ.
000-00-00 Serial Number=0915593565
In illud Vidua eligatur Ante [Go Back]  
 [00336]  Εἰ γὰρ ποτήριον ψυχροῦ μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμωρόφιον ποιῆσαι, καὶ τραπέζης κοινωνὸν, καὶ ἀναπαῦσαι, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι;
000-00-00 Serial Number=0650600314
In sanctum Romanum Ante [Go Back]  
 [00028]  ἐνταῦθα δὲ ἐπὶ τῆς εὐπραγίας ὁ φθόνος καὶ ἡ βασκανία τὸν μὴ σφόδρα φιλοσοφοῦντα οὐκ ἀφίησι γενέσθαι κοινωνὸν τῆς ἡδονῆς.
000-00-00 Serial Number=0236046374
Post reditum a priore exsilio Ante [Go Back]  
 [00158]  Εἶτα καὶ παρεκάλει, καὶ τῶν γονάτων ἥπτετο τῶν βασιλικῶν, κοινωνὸν τὸν ἄνδρα ποιοῦσα τοῦ θηράματος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»