Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δοξολογίαν [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δοξολογίαν


000-00-00 Serial Number=0484538257
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00058]  «Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» καὶ θαυμάσας καὶ ἐκπλαγείς, εἰς δοξολογίαν τὸν λόγον κατέπαυσεν, οὕτως ἐπάγων καὶ λέγων·
000-00-00 Serial Number=0054850221
Catecheses ad illuminandos Ante [Go Back]  
 [00643]  Καὶ ὃν τρόπον νῦν ἡ τῆς ἐσθῆτος ὑμῶν περιβολὴ καὶ τὸ φαιδρὸν τῶν ἱματίων πάντων ἐπισπᾶται τὰς ὄψεις, οὕτω καὶ εἰς τὸ διηνεκές, εἰ βουληθείητε, δυνήσεσθε τὴν φαιδρότητα τοῦ ἐνδύματος τοῦ βασιλικοῦ διατηροῦντες, ἀκριβέστερον ἢ νῦν διὰ τῆς κατὰ Θεὸν πολιτείας καὶ τῆς πολλῆς ἀκριβείας τοὺς ὁρῶντας ἅπαντας εἰς τὸν ὅμοιον ἐπισπάσεσθαι ζῆλον καὶ εἰς τὴν τοῦ δεσπότου δοξολογίαν.
 [00657]  Ἡ ἀρετή, φησίν, ἡ ὑμετέρα καὶ ἡ περὶ τὴν πολιτείαν ἀκρίβεια καὶ ἡ τῶν καλῶν ἔργων κατόρθωσις εἰς δοξολογίαν διεγειρέτω τοὺς ὁρῶντας τοῦ κοινοῦ πάντων δεσπότου.
 [00675]  Τὴν γλῶτταν εἰς ὕμνους μόνον καὶ δοξολογίαν καὶ ἀνάγνωσιν τῶν θείων λογίων καὶ διαλέξεις πνευματικὰς ἀπασχολεῖν·
 [00701]  ∆ιό, παρακαλῶ, ἄξια τῆς πολιτείας ἐκείνης τὰ ἔργα ἐπιδειξώμεθα ἵνα καὶ δι' ὧν αὐτοὶ τὴν ἀρετὴν μέτιμεν καὶ δι' ὧν ἑτέρους εἰς τὴν τοῦ δεσπότου δοξολογίαν ἐκκαλούμεθα, πολλὴν τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα.
 [00830]  ποιεῖν καὶ τὴν δοξολογίαν σπουδαιότερον ἀναφέρειν τῷ δεσπότῃ καὶ εὐγνώμονας γίνεσθαι περὶ τὸν τοσαύτας εὐεργεσίας εἰς αὐτοὺς καταθέμενον.
 [00935]  Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας.
 [00936]  Πάντα τοίνυν ἅπερ ἂν πράττωμεν, οὕτως αὐτὰ πράττωμεν ὡς εἰς δοξολογίαν κινεῖν ἕκαστον τῶν ὁρώντων·
000-00-00 Serial Number=0440044701
De incomprehensibili dei natura Ante [Go Back]  
 [00647]  Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον.
 [00650]  ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν.
 [00663]  Ὥσπερ γὰρ τῷ Πατρί, οὕτω καὶ τῷ μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδούς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου·
000-00-00 Serial Number=0433570147
De paenitentia sermo 2 Ante [Go Back]  
 [00005]  βασιλέως δὲ τοῦ ἐπουρανίου Ἰησοῦ Χριστοῦ στρατιώτας διεγείρει πρὸς δοξολογίαν καὶ φόβον Θεοῦ ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις·
000-00-00 Serial Number=0693167150
De pseudoprophetis Ante [Go Back]  
 [00662]  οὐκ εἰς αἰσχρολογίαν, ἀλλ' εἰς δοξολογίαν·
000-00-00 Serial Number=0131356120
De sacerdotio lib 7 Ante [Go Back]  
 [00012]  λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἡσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν·
000-00-00 Serial Number=0353349268
De sancta pentecoste Ante [Go Back]  
 [00483]  Ἀλλ' εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0515189648
De sancta trinitate Ante [Go Back]  
 [00049]  ∆ηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
 [00054]  Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμει, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν·
 [00065]  ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος.
 [00283]  Οὐκ ἰσχὺν, ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου·
000-00-00 Serial Number=0233709037
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07749]  κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος.
000-00-00 Serial Number=0403529286
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01226]  Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα, τὰ δὲ πείσεσθαι προσδοκῶσα οὐκ ἐπαύσω τῷ συγχωροῦντι Θεῷ ταῦτα γίνεσθαι τὴν ὑπὲρ αὐτῶν ἀναφέρουσα δοξολογίαν καὶ καιρίαν τῷ διαβόλῳ διδοῦσα πληγήν.
000-00-00 Serial Number=0105433285
Expositiones in Psalmos Ante [Go Back]  
 [02602]  Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας.
 [04365]  Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας.
000-00-00 Serial Number=0803127050
In Bassum martyrem Ante [Go Back]  
 [00008]  Ἄφθονα γὰρ, [50.720] κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ τοῦ ∆εσπότου χαρίσματα, καὶ πάλαι τοῖς ἐπικαλουμένοις γνησίως αὐτὸν τὰς τῶν μαρτύρων δωρεὰς πρυτανεύων, καὶ μάλιστα νῦν, ὅταν ἡμᾶς ἡ δι' ἐνιαυτοῦ μετὰ μικρὸν τῶν φόβων περιμένῃ ἀνάμνησις, καὶ τῆς φοβερᾶς ἐκείνης ἀπειλῆς ἡ φιλάνθρωπος ὀργὴ πρὸς δοξολογίαν καλῇ.
000-00-00 Serial Number=0987328470
In Genesim sermo 3 Ante [Go Back]  
 [00194]  ποίαν δοξολογίαν ἤνεγκε τῷ ποιήσαντι, ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε;
000-00-00 Serial Number=0540376067
In Isaiam Ante [Go Back]  
 [00337]  αἴνεσιν λέγων τὴν διὰ τῶν ἔργων δοξολογίαν καὶ τὴν ἐπίγνωσιν τὴν εἰς αὐτόν.
 [02003]  τουτέστιν ἀπὸ τοῦ παραγενέσθαι τὴν δοξολογίαν ταύτην καὶ λάμψαι τὴν χάριν καὶ τὴν δόξαν ἐκχυθῆναι πανταχοῦ τῆς οἰκουμένης, τὰ τῆς σκιᾶς ἐκποδὼν γέγονε.
000-00-00 Serial Number=0751777709
In Lazarum i Ante [Go Back]  
 [00051]  Ἀνέπεμψε τὴν δόξαν τῷ Θεῷ, μίαν εἶναι Πατρὸς καὶ Υἱοῦ δεικνὺς δοξολογίαν·
000-00-00 Serial Number=0943439484
In Psalmos 101-107 Ante [Go Back]  
 [00429]  Καὶ πᾶν δὲ ἄψυχον, καὶ ἄλογον, κἂν δοκῇ βλαπτικὸν, ὡς δι' ἀῤῥήτου σοφίας λυσιτελεῖ τῷ παντὶ, πρὸς δοξολογίαν συντείνει Θεοῦ, ὡς ἕκαστον κατ' ἀξίαν τοῦ ἐν ᾧ ἐστι τόπου τὸν Θεὸν εὐλογεῖν.
 [00843]  Πρὸς δοξολογίαν γὰρ Θεοῦ τείνει τὰ ἐν αὐτῷ, ὥσπερ οὖν γενόμενα, οὕτω δὴ καὶ λεγόμενα.
 [01757]  Ὠδὴν δὲ ψαλ μοῦ τὴν ἐν συνέσει δοξολογίαν λέγει·
000-00-00 Serial Number=0578354061
In Psalmum 118 Ante [Go Back]  
 [00004]  Μέγα θησαύρισμα καὶ πλοῦτον πνευματικὸν καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός τε τὴν τοῦ Θεοῦ αἴνεσιν καὶ δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν.
000-00-00 Serial Number=0981410623
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00118]  Αἱ οὖν δυνάμεις ὡς ἤκουσαν, Κύριος τῶν δυνάμεων, ὁμοφώνως τὴν συνήθη δοξολογίαν ἐκβοῶντες, ἐδέχοντο μετὰ χαρᾶς τὸν Κύριον, καὶ ἔπεμπον ἕως τοῦ ὑψηλοῦ θρόνου καὶ ἐπηρμένου.
000-00-00 Serial Number=0036340058
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00246]  Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυμαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος.
000-00-00 Serial Number=0516754389
In epistulam ad Ephesios Ante [Go Back]  
 [01774]  Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν.
000-00-00 Serial Number=0827403486
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00238]  Ἀναμνήσας γὰρ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν τὸν λόγον κατέκλεισεν.
 [00240]  ἅπερ τῷ λόγῳ παραστῆσαι μὴ δυνάμενος, εἰς δοξολογίαν κατέλυσεν, οὐ τὴν ἀξίαν, ἀλλὰ τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης.
000-00-00 Serial Number=0577279925
In epistulam ad Romanos Ante [Go Back]  
 [06511]  Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς τε οἱ λέγοντες, ὑμεῖς τε οἱ ἀκούοντες, ἀναπέμψωμεν αὐτῷ δόξαν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
 [09747]  Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως·
 [09822]  Εἶδες πῶς τὸ σῶμα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν;
000-00-00 Serial Number=0469679415
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00034]  Ὡσεὶ] γάρ τις [φθόγγος τοῦ πνεύ ματος] ἐκ διαφόρων φθόγγων συγκείμενος μίαν ἔχει μελῳδίαν, τὴν εἰς τὸν ποιήσαντα δοξολογίαν·
000-00-00 Serial Number=0803894520
In illud Ne timueritis Ante [Go Back]  
 [00647]  Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς γεωργίας ἐδήλωσεν, ὕμνους τε συνθεὶς αὐτῷ, καὶ εὐχαριστήσας κατὰ τὸν ἀποστολικὸν νόμον, εἰς δοξολογίαν τὸν λόγον κατέλυσεν.
000-00-00 Serial Number=0454508483
In illud Vidi dominum Ante [Go Back]  
 [00016]  κάτω ἐν ἐκκλησίαις χοροστατοῦντες ἄνθρωποι τὴν αὐτὴν ἐκείνοις ἐκμιμοῦνται δοξολογίαν.
 [00048]  Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι·
 [00081]  [1.3] Ἀλλ' εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ μετ' εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς·
 [00121]  Οὕτω δεῖ καὶ ἡμᾶς παρίστασθαι τὴν τοιαύτην αὐτῷ δοξολογίαν προσφέροντας, δεδοικότας καὶ τρέμοντας καὶ ὡς αὐτὸν ἐκεῖνον τοῖς τῆς διανοίας ἐνορῶντας ὀφθαλμοῖς.
 [00125]  Ἀλλ' ὁ προφήτης, φησίν, ἀλαλαγμῷ ποιεῖσθαι τὴν δοξολογίαν προτρέπεται·
 [00154]  Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ' οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον·
 [00233]  Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξολογίαν.
 [00243]  Ὕβριν γὰρ οἰκείαν καὶ οὐ δοξολογίαν τὸ τοιοῦτον ἡγεῖται.
000-00-00 Serial Number=0480388761
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00103]  Ἐπειδὴ ἦν περὶ αὐτοῦ γεγραμμένον τὸ, Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἐν ταῖς προσφοραῖς προετύπουν τὸ μέλλον, ἐν τῷ χρυσῷ δηλοῦντες τὴν τῶν οὐρανίων ἀγγέλων δοξολογίαν, ἐν τῷ λιβάνῳ τὴν τῶν ἐπιγείων ἀνθρώπων γονυκλισίαν, ἐν τῇ σμύρνῃ, τῶν ἐν ᾅδου ψυχῶν κατεχομένων τὴν ἱκεσίαν.
000-00-00 Serial Number=0657081425
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00040]  ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ ∆εσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς·
000-00-00 Serial Number=0801502943
Oratio de epiphania Ante [Go Back]  
 [00059]  ἄωρόν μοι νῦν δοξολογίαν προσφέρεις·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»