Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διορθούμενος [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διορθούμενος


000-00-00 Serial Number=0374898791
Adversus Judaeos Ante [Go Back]  
 [02860]  Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ ἅγιος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθούμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ ὁ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασιν;
000-00-00 Serial Number=0776041567
Contra theatra Ante [Go Back]  
 [00293]  σχήματι πεύσεως λήθης διορθούμενος σφάλμα.
000-00-00 Serial Number=0787151814
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00005]  ἀλλ' οὐ ῥᾳθυμίᾳ [52.414] τινὶ καὶ ὄκνῳ σώματος, ἀλλὰ τὰς ταραχὰς καταστέλλων, τὰ κύματα κοιμίζων, τὸν χειμῶνα διορθούμενος, [52.415] τοὺς ναυαγοῦντας ἀνιμώμενος, τοὺς γινομένους ὑποβρυχίους πρὸς λιμένα καὶ γαλήνην χειραγωγῆσαι σπεύδων.
000-00-00 Serial Number=0797705352
De Christi precibus Ante [Go Back]  
 [00100]  Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον.
 [00135]  ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις;
000-00-00 Serial Number=0571891904
De Lazaro Ante [Go Back]  
 [00135]  ὁ δὲ Χριστὸς ταῦτα ἀμφότερα εἰδὼς σαφῶς, οὐ διέλιπε τὸν οὐκ ἀκουσόμενον αὐτοῦ διορθούμενος μέχρι τέλους.
 [02216]  χρήσιμος γὰρ ὁ περὶ τούτων λόγος, φοβῶν μὲν, καθαίρων δὲ, ὀδυνῶν μὲν, διορθούμενος δέ.
000-00-00 Serial Number=0019290745
De consubstantiali Ante [Go Back]  
 [00287]  Ἐβουλόμην καὶ ταῖς λοιπαῖς αἰτίαις ἐπεξελθεῖν, καὶ δεῖξαι ἐπ' αὐτῶν τῶν πραγμάτων, ὅτι ὥσπερ ἐνταῦθα τὴν ἀσθένειαν τῆς σαρκὸς ἐλέγχων ηὔξατο, οὕτω καὶ ἀλλαχοῦ πάλιν τὴν ἀσθένειαν τῶν ἀκουόντων διορθούμενος·
000-00-00 Serial Number=0804718733
De incomprehensibili dei natura Ante [Go Back]  
 [01216]  ∆ιὰ τοῦτο καὶ τὸ «εἷς» προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι βουλόμενος λαβήν.
000-00-00 Serial Number=0753061235
De jejunio et eleemosyna Ante [Go Back]  
 [00043]  Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ' ὑμῶν χάριν λαμβάνω·
000-00-00 Serial Number=0931654334
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00073]  Ἃ γὰρ ἐκεῖνος περὶ τοὺς τὴν σάρκα πεπηρωμένους ἐπεδείκνυτο, ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχημονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ·
 [00095]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιρρεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
 [00858]  ὡς ὅ γε τὴν παρ' αὐτῆς ἐπήρειαν τῇ τῆς προαιρέσεως ἀνδρείᾳ διορθούμενος, μέγας καὶ θαυμαστός.
000-00-00 Serial Number=0512513220
De mutatione nominum Ante [Go Back]  
 [00682]  Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν.
000-00-00 Serial Number=0857522011
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00028]  Ὅπερ αὐτὸς ὁ ἄγγελος διορθούμενος ἔφη·
000-00-00 Serial Number=0247239292
De perfecta caritate Ante [Go Back]  
 [00087]  Ἀλλ' ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων.
000-00-00 Serial Number=0741356492
De resurrectione mortuorum Ante [Go Back]  
 [00381]  Ὁ γὰρ νεκροὺς ἀνιστὰς, ὁ τυφλοὺς θεραπεύων, ὁ δαίμονας ἀπελαύνων, ὁ λεπροὺς καθαίρων, ὁ νοσήματα διορθούμενος, ὁ θάνατον λύων, ὁ τοσαῦτα καὶ τηλικαῦτα δυνάμενος ἐν ἐπικήρῳ καὶ θνητῷ σώματι, ποίας τεύξῃ συγγνώμης ἀμφιβάλλων περὶ τῆς ἀναστάσεως;
000-00-00 Serial Number=0456697762
De sancta Droside martyre Ante [Go Back]  
 [00164]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ διὰ τοῦτο προεῖπε περὶ τῶν ὀστῶν αὐτοῦ, οὐχ ὑπὲρ ταφῆς φροντίζων, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν διορθούμενος, ἄκουσον τί φησιν ὁ Παῦλος·
000-00-00 Serial Number=0155095339
De studio praesentium Ante [Go Back]  
 [00109]  τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν·
000-00-00 Serial Number=0214138448
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01715]  Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ' ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος.
 [03222]  καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς.
 [05514]  ∆ιὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ μόνον τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα διορθούμενος.
 [08582]  Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ ∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιὼν, λῃσταῖς παῤῥησίαν διδοὺς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν.
 [09188]  ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχημονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ.
 [09210]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιῤῥεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
000-00-00 Serial Number=0511801600
Epistula ad Cyriacum Ante [Go Back]  
 [00526]  Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις, ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὑτοῦ τὴν κηδεμονίαν τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος.
000-00-00 Serial Number=0381934702
Epistulae Ante [Go Back]  
 [01220]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [02178]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [03427]  Ἐπειδὴ γὰρ σφόδρα διάκειμαι περὶ τὴν εὐλάβειαν ὑμῶν, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν εἶ κοινὸς τῶν ἐν ἀνάγκαις ὄντων, πενίαν λύων, χηρείαν διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας δέχεσθαι ἐπιθυμῶ.
000-00-00 Serial Number=0919667721
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00872]  Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὐτοῦ τὴν κηδεμονίαν, τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος.
000-00-00 Serial Number=0549571693
Expositiones in Psalmos Ante [Go Back]  
 [00419]  Ἐπειδὴ καὶ ὁ Θεὸς, ἐπὰν λέγηται ὀργίζεσθαι, οὐχ ἑαυτῷ ἀμύνων ὀργίζεται, ἀλλ' ἡμᾶς διορθούμενος.
 [01381]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐδάκρυε τριετίαν νύκτα καὶ ἡμέραν, τὰ ἀλλότρια διορθούμενος πάθη·
000-00-00 Serial Number=0868050694
Fragmenta in Proverbia Ante [Go Back]  
 [00483]  καὶ προσθήσει, ἀντὶ τοῦ ἀγαπήσει σε, τὰ ἐξ ἀπροσεξίας ἁμαρτήματα, διὰ τοῦ ἐλέγχου διορθούμενος.
000-00-00 Serial Number=0475540936
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00049]  ἀμφότερα γὰρ ταῦτα διορθούμενος ὁ Παῦλος, καὶ ἐναγωνίους ποιεῖ, ἵνα μὴ ῥᾳθυμήσωσι, τὴν φάλαγγα τῶν πολεμίων ὑπογράφων καὶ θαῤῥεῖν πάλιν παρασκευάζει, ἵνα μὴ καταπέσωσι, τὴν δύναμιν τοῦ στρατηγοῦντος ἐν τοῖς τοιούτοις πολέμοις Χριστοῦ φέρων εἰς μέσον.
000-00-00 Serial Number=0401788473
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00250]  ἀλλ' ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος, καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων.
000-00-00 Serial Number=0064391077
In Isaiam Ante [Go Back]  
 [02445]  Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ ∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν.
000-00-00 Serial Number=0690047622
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00211]  Ὅπερ οὖν καὶ αὐτὸ διορθούμενος ἔλεγεν.
000-00-00 Serial Number=0160184920
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02140]  Εἶδες πῶς διορθούμενος τὴν [61.443] Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωμένη;
 [02332]  Ἵνα γὰρ μὴ ἀκούσας τις Πνεῦμα, εἶτα λογισάμενος, εἰ Μωϋσῆς πρὸς Κύριον ἐπέστρεψεν, αὐτὸς δὲ πρὸς Πνεῦμα, ἔλαττον ἔχειν νομίσῃ, διορθούμενος τὴν τοιαύτην ὑπόνοιαν, φησὶν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.
000-00-00 Serial Number=0145952225
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00017]  Ταῦτα δὴ πάντα διορθούμενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασμῶν, καί φησι·
000-00-00 Serial Number=0687612712
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03971]  Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ μέλλων ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυμοῦ γέμοντας λόγους ἀφίησιν, οὐκ αὐτὸς ταῦτα πάσχων, ἀλλ' ἐκείνους διορθούμενος·
 [05985]  Ἐπειδὴ γὰρ ταῦτα πάντα ἀπὸ τούτου συνέβαινε τὰ κακὰ, καὶ οὐκ ἀπὸ τελείας γνώσεως, ἀλλ' ἀπὸ τοῦ μὴ σφόδρα φιλεῖν μηδὲ φείδεσθαι τῶν πλησίον, ὅθεν καὶ τὸ διασπασθῆναι αὐτοὺς γέγονε καὶ τὸ ἐπαίρεσθαι, καὶ τὰ ἄλλα πάντα ἅπερ αὐτοῖς ἐνεκάλεσε, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα, συνεχῶς αὐτῆς ἐπιμελεῖται, τὴν πηγὴν τῶν ἀγαθῶν διορθούμενος.
 [07193]  ∆ιὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν·
 [08374]  ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούμενος ἔλεγεν·
 [09999]  Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι βασκαίνων αὐ-τοῖς καθαιρεῖ τὰς γλώσσας (καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισμα τοῦτο), διορθούμενος αὐτῶν τὴν ὑπόνοιάν φησι·
 [09999]  Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων·
000-00-00 Serial Number=0503244042
In epistulam ad Ephesios Ante [Go Back]  
 [01593]  Μυρία ἐντεῦθεν τίκτεται κακὰ, καὶ οὐδεὶς ὁ διορθούμενος, οὐδεὶς ὁ ἐπιτιμῶν·
000-00-00 Serial Number=0922011673
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00974]  Οὐ τοίνυν Πέτρον διορθούμενος ταῦτα λέγει·
000-00-00 Serial Number=0506223917
In epistulam ad Romanos Ante [Go Back]  
 [01817]  διορθούμενος γοῦν αὐτὸ, φησί·
 [01838]  διορθούμενος γοῦν αὐτὸ, φησί·
 [02414]  ἵνα μάθῃς, ὅτι οὐ χρείαν ἔχων ἀπαιτεῖ, ἀλλὰ τὴν σὴν διορθούμενος χρείαν.
 [04111]  Ἐπεὶ οὖν ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι καὶ ἀντίθεσιν, καί φησι·
 [04431]  ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα.
 [05347]  Τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει·
 [05488]  Ἐπειδὴ γὰρ αὐτοὶ οὐκ ἠκολούθησαν αὐτῷ καλοῦντι, αὐτὸς αὐτοῖς ἕπεται λοιπὸν διορθούμενος, καὶ κωλύων προσωτέρω φέρεσθαι τῆς κακίας καθάπερ πατὴρ φιλόστοργος παιδίῳ δυστυχῶς ἔχοντι πρὸς ἅπαντα, πανταχοῦ συμπεριάγων καὶ συμπεριακολουθῶν.
 [05608]  Αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους, σὺ δὲ παραχθέντας καὶ γενομένους οὐκ εἴασας διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ θεραπεύων καὶ διορθούμενος, καὶ πανταχόθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν·
 [07584]  Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος.
 [08075]  τὴν δὲ γνώμην διορθούμενος, προσετίθει·
 [08261]  Μὴ τοίνυν μοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά μοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον τί ἐποίησεν ὁ Χριστὸς πρὸς αὐτῷ τῷ σταυρῷ διὰ τοῦ φιλήματος, ᾧ προδίδοσθαι ἔμελλε, τὸν προδότην διορθούμενος.
 [09761]  ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀῤῥώστου διορθούμενος.
 [09999]  Ὡσανεὶ ἔλεγεν, ὅτι Εἰ καὶ οὗτοι ἥμαρτον, ἐγὼ ὑπεύθυνος ἤμην τῇ τιμωρίᾳ ὁ μὴ διορθούμενος·
000-00-00 Serial Number=0919541776
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00345]  ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος·
000-00-00 Serial Number=0119224429
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00166]  ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας.
000-00-00 Serial Number=0388767779
In illud Ne timueritis Ante [Go Back]  
 [00234]  Ὑμεῖς οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας, καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς.
 [00666]  ∆ιά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε·
000-00-00 Serial Number=0411863804
In sanctum Romanum Ante [Go Back]  
 [00101]  Ἐπειδὴ γὰρ τοῦτο ἐκράτησε, καλεῖται λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον διαφθείρων·
000-00-00 Serial Number=0534897506
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00249]  ∆ιὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ τὰ μέλλοντα διορθούμενος.
000-00-00 Serial Number=0526331067
Quales ducendae sint uxores Ante [Go Back]  
 [00077]  ἀλλ' ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ' ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»