Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διηνεκοῦς [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διηνεκοῦς


000-00-00 Serial Number=0688742816
Ad populum Antiochenum Ante [Go Back]  
 [01412]  Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι·
 [01957]  Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων.
 [02072]  νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωὴν, ἐν τοσαύταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐτὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ ἐκ μέσου τῶν ὕπνων ἀναπηδῶντες ἀπὸ τῆς διηνεκοῦς ἀγωνίας·
 [03674]  Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥᾳθυμίαν περὶ πράγματος οὕτως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως.
 [05032]  Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα ἐδεξάμεθα πνευματικὰ, καὶ τὰς ἀκάνθας τῆς τρυφῆς ἀπετέμομεν.
 [05040]  Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον καὶ τῆς ψυχῆς ἐπιμελούμενον τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ' ἀπολαύσεται καθαρᾶς ἡδονῆς καὶ διηνεκοῦς·
 [05076]  Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν, καὶ δυναστείας ἐπειλῆφθαι, καὶ διέπειν ἀρχὰς καὶ παρὰ πολλῶν κολακεύεσθαι, διηνεκοῦς χαρᾶς ποιητικὸν εἶναί φασιν·
 [05088]  Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Χαίρετε πάντοτε, ἀλλὰ προσέθηκε τὴν αἰτίαν τῆς διηνεκοῦς ἡδονῆς, Χαίρετε ἐν Κυρίῳ πάντοτε, εἰπών·
 [05102]  ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πειράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον.
 [05206]  ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν.
 [05988]  Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;
000-00-00 Serial Number=0985205293
Catecheses ad illuminandos Ante [Go Back]  
 [00288]  [2.6] Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα καθ' ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν δι' ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν.
000-00-00 Serial Number=0020073235
De Anna i Ante [Go Back]  
 [00670]  Καὶ ὥσπερ δένδρον διηνεκοῦς ἀπολαῦον ἀρδείας, πρὸς ὕψος ἀνατρέχει μέγα·
000-00-00 Serial Number=0580203295
De Davide et Saule Ante [Go Back]  
 [00496]  Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνεκοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴν [54.695] ἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν·
000-00-00 Serial Number=0593111455
De Lazaro Ante [Go Back]  
 [00238]  Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον.
 [00432]  ἀλλ' ὡς ἐν καμίνῳ κείμενος, καθάπερ δρόσου διηνεκοῦς ἀπολαύων, οὕτως ἐφιλοσόφει.
 [00852]  ἡμεῖς δὲ οἱ καθάπερ ἐν μέσῳ πελάγει σαλεύοντες, καὶ μυρίων ἁμαρτημάτων ἀνάγκας ἔχοντες, συνεχοῦς καὶ διηνεκοῦς ἀεὶ δεόμεθα τῆς ἀπὸ τῶν Γραφῶν παρακλήσεως.
 [00868]  ἀλλ' ὄντως ἀγαπητὸν, εἰ καὶ διηνεκοῦς ταύτης ἀπολαύοντες τῆς θεραπείας, δυνηθείημεν σωθῆναί ποτε.
 [01083]  Ὥστε εἴ τις βούλοιτο στεφανωθῆναι, τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον, διηνεκοῦς ἀπολαύσῃ τιμῆς ἐκεῖ.
 [01113]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.
 [01326]  τούτους δὲ παρακαλοῦσα, μὴ ταῖς ἑτέρων εὐπραγίαις θορυβεῖσθαι, μηδὲ νομίζειν ἀπρονόητα εἶναι τὰ καθ' ἡμᾶς, ὅταν δίκαιος μὲν ἐνταῦθα πάσχῃ κακῶς, πονηρὸς δὲ καὶ μιαρὸς ἄνθρωπος εὐημερίας ἀπολαύῃ διηνεκοῦς.
 [02646]  διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων.
000-00-00 Serial Number=0411991954
De consubstantiali Ante [Go Back]  
 [00316]  εὐχὴ λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμὴ, φιλοσοφίας μήτηρ.
000-00-00 Serial Number=0570035517
De fato et providentia Ante [Go Back]  
 [00428]  Εἰ γὰρ ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον·
000-00-00 Serial Number=0689349651
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00089]  καὶ ὅσα ἐκεῖνοι πόρναις καὶ μίμοις καὶ τοῖς ὀρχουμένοις παρέχουσιν ὑπὲρ μιᾶς φωνῆς, ταῦτα οὗτοι ὑπὲρ βασιλείας διηνεκοῦς οὐ διδόασιν.
000-00-00 Serial Number=0238572776
De incomprehensibili dei natura Ante [Go Back]  
 [01434]  οὕτω γὰρ καὶ διηνεκοῦς ἀπολαυσόμεθα τῆς ὑγιείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0806906819
De libello repudii Ante [Go Back]  
 [00183]  παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει.
000-00-00 Serial Number=0641394436
De prophetiarum obscuritate Ante [Go Back]  
 [00168]  Εἰ δὲ προσκαίρου αἰχμαλωσίας ἀκοὴν οὐκ ἤνεγκαν, πῶς τὴν πρόῤῥησιν τῆς διηνεκοῦς δουλείας ἔμελλον εἰσακούειν;
000-00-00 Serial Number=0956962347
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03190]  Ἄρα τί τῶν πλεονεκτῶν γένοιτ' ἂν χαλεπώτερον, ὅτι καὶ τὴν ζωὴν αὐτῶν θανάτου παντὸς χαλεπωτέραν ἐργάζονται, τῆς φροντίδος καὶ τῆς ἀθυμίας καὶ τῆς διηνεκοῦς ἀγρυπνίας κατεσθιούσης αὐτὴν καὶ κατὰ μικρὸν δαπανώσης, καὶ πᾶσαν ἡδονὴν καὶ ἀρετῆς καὶ κακίας ἐντεῦθεν ἐλαύνοντες;
 [06775]  Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας.
000-00-00 Serial Number=0240666330
Epistula ad Cyriacum Ante [Go Back]  
 [00410]  Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον οὐκ ἀθυμίας ἀπαλλάξαι μόνον, ἀλλὰ καὶ εὐφροσύνης ἐμπλῆσαι διηνεκοῦς καὶ πολλῆς.
000-00-00 Serial Number=0635831237
Epistula ad monachos Ante [Go Back]  
 [00091]  Τοῦτο δὲ ποιήσαντας πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ, φαντασίαις τῶν ματαίων καταρρυπαίνειν, ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ἔχειν ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν.
000-00-00 Serial Number=0899005949
Epistulae Ante [Go Back]  
 [03060]  Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν.
000-00-00 Serial Number=0200973511
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00749]  Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον οὐκ ἀθυμίας σε ἀπαλλάξαι μόνον, ἀλλὰ καὶ εὐφροσύνης ἐμπλῆσαι πολλῆς καὶ διηνεκοῦς.
 [01160]  ἀλλὰ καὶ πῦρ ἀνακαίων καὶ καπνοῦ χαλεπωτάτου ἀνεχόμενος καὶ ἐν ἑνὶ δωματίῳ καθειργμένος καὶ μυρία ἐπιβλήματα ἔχων καὶ μηδὲ τὸν οὐδὸν ὑπερβῆναι τολμῶν τὰ ἔσχατα ἔπασχον, ἐμέτων τε συνεχῶς ἐπιγινομένων, κεφαλαλγίας, ἀνορεξίας, ἀγρυπνίας διηνεκοῦς.
000-00-00 Serial Number=0708095729
Expositiones in Psalmos Ante [Go Back]  
 [06196]  Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον·
000-00-00 Serial Number=0885154366
Fragmenta in Proverbia Ante [Go Back]  
 [00748]  Συνεχῶς λέγει καὶ τὰ καλὰ καὶ τὰ ἐναντία κεῖσθαι ἐν ταῖς γυναιξὶν, ἐπειδὴ διηνεκοῦς ἰατρείας δεῖται.
000-00-00 Serial Number=0446202576
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00113]  καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά.
000-00-00 Serial Number=0923885584
In Acta apostolorum Ante [Go Back]  
 [09999]  καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι;
000-00-00 Serial Number=0695853651
In Genesim sermones Ante [Go Back]  
 [00849]  Ὁρᾷς πῶς καὶ τὴν προσηγορίαν διὰ τοῦτο ἐπιτίθησιν, ἵνα ἡ προσηγορία διδάσκῃ τὴν κοινωνίαν τῆς φύσεως, καὶ ἡ διδασκαλία τῆς κατὰ τὴν φύσιν κοινωνίας, καὶ ὁ τῆς δημιουργίας τρόπος ὑπόθεσις ἀγάπης ᾖ διηνεκοῦς, καὶ σύνδεσμος [54.607] ὁμονοίας;
000-00-00 Serial Number=0702398181
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00045]  Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς.
000-00-00 Serial Number=0902918398
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07001]  ὁ τὴν βασιλείαν οὐδὲν εἶναι νομίζων, οὐδὲ τὴν γέενναν πρὸς τὸν πόθον τοῦ Χριστοῦ, τὴν παρὰ τῶν πολλῶν ἐνόμιζέ τι εἶναι τιμὴν, ὥστε καὶ ἐπαρθῆναι, καὶ διηνεκοῦς δεῖσθαι τοῦ χαλινοῦ;
000-00-00 Serial Number=0078396320
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04629]  Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει·
 [04906]  Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς·
000-00-00 Serial Number=0908346832
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01054]  ∆ηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφείλομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον.
000-00-00 Serial Number=0286842465
In epistulam ad Colossenses Ante [Go Back]  
 [00078]  Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ.
 [00716]  καὶ ἡ ἐν βραχεῖ γενομένη σοι παραμυθία ψυχρὰ ἔσται σοι διηνεκοῦς κολάσεως ὑπόθεσις.
000-00-00 Serial Number=0733814061
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09874]  Ὥσπερ γὰρ τὴν ἐξ οὐρίων πλέουσαν ναῦν οὐκ ἔστιν οὔτε ἐμποδισθῆναι, οὔτε βαπτισθῆναι, ἕως ἂν ἀπολαύῃ δεξιοῦ τοῦ πνεύματος καὶ διηνεκοῦς, ἀλλὰ καὶ πολλὴν μετὰ τὴν κάθοδον ἐπιδόσεως δόξαν παρέχεται τοῖς τε ναύταις, τοῖς τε ἐπιβάταις, τοὺς μὲν διαναπαύουσα, καὶ οὐκ ἐῶσα ταῖς κώπαις προσταλαιπωρεῖν, τοὺς δὲ παντὸς ἀπαλλάττουσα δέους, καὶ θέαμα ἥδιστον τὸν αὑτῆς παρεχομένη δρόμον·
000-00-00 Serial Number=0083023787
In epistulam ad Romanos Ante [Go Back]  
 [00346]  Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων.
 [04312]  Ἀντίστησον τοίνυν τῇ μικρᾷ ἡδονῇ τὰ πολλὰ κύματα τῶν φόβων τούτων, καὶ τῷ βραχεῖ πόνῳ τῆς ἐγκρατείας τὴν γαλήνην τῆς διηνεκοῦς ζωῆς, καὶ ὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω.
000-00-00 Serial Number=0652521074
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00089]  Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύλου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ τὰ ὑποδήματα, οὐκ ἂν ἤρκεσεν αὐτοῖς εἰς ὑπόθεσιν κατανύξεως διηνεκοῦς;
000-00-00 Serial Number=0030149817
In illud Vidi dominum Ante [Go Back]  
 [00013]  Ἐκ τῆς παρούσης δηλονότι συνδρομῆς, ἐκ τοῦ τὴν μητέρα πάντων τὴν ἐκκλησίαν μετὰ σπουδῆς ὑμᾶς καταλαβεῖν, ἐκ τῆς παννύχου ταύτης καὶ διηνεκοῦς στάσεως, ἐκ τοῦ τὴν ἀγγελικὴν χοροστασίαν μιμουμένους ἀκατάπαυστον τῷ κτίστῃ τὴν ὑμνολογίαν προσφέρειν.
 [01451]  προσεθήκαμεν τὴν αἰτίαν τῆς κραυγῆς καὶ τοῦ διηνεκοῦς θαύματος καὶ πῶς ἐν ἀκαταπαύστῳ θεωρίᾳ ἀκατάπαυστος καὶ ἡ δοξολογία τῶν Σεραφίμ·
000-00-00 Serial Number=0826401770
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00043]  Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς·
000-00-00 Serial Number=0087731361
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00024]  περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ [9] γίνεται.
000-00-00 Serial Number=0040986240
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00066]  τίς τολμήσει λέγειν, ὅτι οὐ δεῖται διορθώσεως καὶ θεραπείας καὶ διηνεκοῦς ἀγρυπνίας;
000-00-00 Serial Number=0906990647
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00156]  Καὶ μυρίων γέμων κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων καὶ φόνων καὶ φόβων καὶ τρόμων καὶ φθόνου καὶ βασκανίας καὶ ἐπιβουλῆς καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ' ἢ κόλασιν καὶ τιμωρίαν καὶ τὸ διηνεκῶς βασανίζεσθαι, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»