Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔσχατον [128]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔσχατον


000-00-00 Serial Number=0277815819
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01482]  Οἱ δὲ παῖδες αὐτοῦ ἄδικοι ὄντες καὶ μοχθηροὶ, καὶ εἰς ἔσχατον πονηρίας ἐλαύνοντες, τούτῳ τε ἐλύπουν αὐτὸν καὶ τῷ μὴ δύνασθαι κληρονομῆσαι τῆς ἐκείνῳ παρασχεθείσης τιμῆς.
 [01661]  Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαὸν τοῦτον, καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν;
000-00-00 Serial Number=0335967243
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00141]  τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάντων ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγεν·
000-00-00 Serial Number=0426344514
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00073]  οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυτοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας.
 [00245]  Ἐγὼ μὲν γὰρ οὐκ οἶμαί σοι πλέον ἢ πεντήκοντα ἔτη λείπεσθαι, ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν·
000-00-00 Serial Number=0548218071
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00010]  ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν ἔσχατον ἀριστεὺς ἀπεδείχθη, καὶ τῶν πολεμίων ἐπεκράτησεν.
 [00117]  καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον ἐλάσαντες ἠγνόησαν τοῦτο.
000-00-00 Serial Number=0441081285
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00477]  [10.2] Ὁ δὲ, τοιούτων κωλυμάτων ὄντων, τῆς ἡλικίας ἤδη εἰς ἔσχατον γῆρας κατενεχθείσης καὶ τῆς γυναικὸς ἀπό τε τῆς ἡλικίας, ἀπό τε τῆς φύσεως πεπηρωμένης·
 [00859]  ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντες.
 [00916]  Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις καὶ φυγὰς καὶ μετανάστης καὶ δοῦλος γενόμενος καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς;
000-00-00 Serial Number=0674539983
Ad populum Antiochenum Ante [Go Back]  
 [00904]  καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη·
 [01646]  Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος.
 [01924]  καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον·
 [04693]  Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ' ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον.
 [05838]  Καίτοι γε εἰς ἔσχατον ἦσαν κἀκεῖνοι πρότερον κακίας ἐληλακότες·
000-00-00 Serial Number=0175518870
Adversus Judaeos Ante [Go Back]  
 [01667]  τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα [48.897] τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ.
000-00-00 Serial Number=0256017268
Adversus catharos Ante [Go Back]  
 [00011]  Μετὰ τούτων τῶν ὅπλων τοὺς τυράννους κατέλυσε, τόν τε πρότερον καὶ τὸν ἔσχατον.
 [00032]  ἔκτρωμα ἑαυτὸν ἐκάλει, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ οὐδὲ
000-00-00 Serial Number=0701716900
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00680]  Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε πρὸς τὸ γῆρας;
 [00879]  Πρῶτον μὲν γὰρ, ἐπειδὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτὸν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς·
 [00991]  Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός.
 [00993]  περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο;
 [01434]  Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ᾐνίξατο εἰπών·
 [01520]  καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομολογήσαιεν ἂν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κακίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ' ἄν.
 [01560]  Καὶ τίς ἡμῖν ἐγγυήσεται, πρῶτον μὲν, ὅτι εἰς ἔσχατον ἥξομεν γῆρας, δεύτερον δὲ, ὅτι ἐλθόντες πάντως ταύτην διατηροῦμεν τὴν γνώμην;
000-00-00 Serial Number=0990533531
Commentarius in Job Ante [Go Back]  
 [02131]  ὃν βούλει, φησίν, ἄνθρωπον εἰς μέσον ἄγε, εἴτε ἐκ τῆς παλαιᾶς εἴτε ἐκ τῆς καινῆς, βούλει Παῦλον, οὗ ἴσον οὐδὲν ἂν γένοιτο, τὸ ἔσχατον τῆς ἀρετῆς μέρος, τοῦτον οὐκ ὄντα ἐποίησεν, γενομένῳ νόμον ἔδωκεν, δι' αὐτὸν οὐρανὸν ἐποίησεν.
 [02265]  οὐ διὰ τὴν τιμωρίαν ἀπεστράφη, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρόν, ὡς ἀκάθαρτον καὶ πάντων ἔσχατον, οὕτως ἀπεστράφησάν με.
 [03160]  τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ.
000-00-00 Serial Number=0183837056
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00006]  Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι, οὔτε ἐξ ἀκολασίας λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν·
000-00-00 Serial Number=0612166226
De Anna i Ante [Go Back]  
 [00103]  Πάλιν εἰ τὸ πᾶν ἐπέτρεψε τῇ τυραννίδι τῆς φύσεως, καὶ μηδὲ πονηροὺς ὄντας μισεῖν ἀφῆκεν, ἀλλὰ καὶ ὑβριζόμενοι καὶ μυρία πάσχοντες παρ' αὐτῶν οἱ πατέρες δεινὰ, διὰ τὴν τῆς φύσεως ἀνάγκην ἔμενον θεραπεύοντες ὑβρίζοντας καὶ ἐμπαροινοῦντας αὐτοῖς τοὺς παῖδας, εἰς ἔσχατον ἂν κακίας τὸ γένος ἡμῖν ἐξώλισθεν.
 [00918]  Ἄλλοι στρατιῶται γενναῖοι τὸν ἐπίδοξον καὶ περιφανῆ βίον διώκοντες, ῥιψοκινδύνως ἑαυτοὺς τοῖς πολεμίοις ἐνδόντες, πολλὰ πολλάκις ἔλαβον τραύματα, καὶ ἔσχατον ἄωρον ὑπέστησαν θάνατον·
000-00-00 Serial Number=0739959478
De Lazaro Ante [Go Back]  
 [00397]  νυνὶ δὲ καὶ πονηρίᾳ συζῶν, καὶ πρὸς ἔσχατον κακίας ἐληλακὼς, καὶ τοσαύτην ἀπανθρωπίαν ἐπιδεικνύμενος, καὶ τὰ τῶν ἐχθρῶν αὐτῶν διατιθεὶς, καὶ ὥσπερ λίθον αὐτὸν παρατρέχων ἀναισχύντως καὶ ἀνιλέως, καὶ μετὰ ταῦτα πάντα τοσαύτης ἀπολαύων εὐπορίας·
 [00969]  Ὅτι κἂν μιαροί τινες ὦσι καὶ εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά.
 [00982]  Ἐπεὶ οὖν εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθὸν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρὸν, ὅρα πῶς ἀμφότερα ταῦτα ᾐνίξατο ὁ πατριάρχης, εἰπὼν, ὅτι Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά.
000-00-00 Serial Number=0805737436
De Maccabeis Ante [Go Back]  
 [00037]  κατάμαθε τῆς πίστεως αὐτῶν τὴν ἰσχὺν, ἵνα μάθῃς ὅτι ὁ δαίμοσι πυκτεύων οὐ σώματος ἰσχυρᾶς δεῖται περιβολῆς, οὐδὲ ἡλικίας ἀκμαζούσης, ἀλλὰ κἂν κομιδῇ νέος ᾖ, κἂν εἰς ἔσχατον γῆρας ἐληλακὼς, ψυχὴν δὲ ἔχῃ γενναίαν καὶ ἐῤῥωμένην, οὐδὲν ἀπὸ τῆς ἡλικίας εἰς τὰ ἀγωνίσματα παραβλάπτεται.
 [00098]  Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμβουλῇ.
 [00160]  Ἆρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον;
 [00163]  ἀλλ' ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον, τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν.
 [00166]  Ἀπολάβωμεν οὖν τὸν ἔσχατον τῇ ἡλικίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμήλικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι.
000-00-00 Serial Number=0198430419
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00060]  καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον·
000-00-00 Serial Number=0437770903
De baptismo Christi Ante [Go Back]  
 [00239]  Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον ὁ Ἰούδας τὸ κατὰ τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη.
000-00-00 Serial Number=0904991150
De decem millium talentorum debitore Ante [Go Back]  
 [00267]  ὥσπερ οὖν δίκαιος γίνεται ὁ πείσας ἑαυτὸν πάντων ἔσχατον εἶναι.
000-00-00 Serial Number=0635105312
De diabolo tentatore Ante [Go Back]  
 [00066]  Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν·
000-00-00 Serial Number=0986938119
De fato et providentia Ante [Go Back]  
 [00268]  Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων.
000-00-00 Serial Number=0492413819
De incomprehensibili dei natura Ante [Go Back]  
 [01398]  Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμονήσας μόνον, τὰ ἁμαρτήματα εἰπὼν καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν;
000-00-00 Serial Number=0730564356
De jejunio de Davide Ante [Go Back]  
 [00222]  Μόνον γὰρ ἐθεάσατο τούτους, καὶ τὸν ὁμομήτριον ἀδελφὸν Βενιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς ἀμπέλου βότρυν, τὸν ἄγευστον τῆς μισαδελφίας, τὸν ἀδελφὸν καὶ τῇ φύσει καὶ τῇ γνώμῃ, εὐθέως περιχαρέσι δάκρυσι τὰς παρειὰς νοτίσας, ἀνεβόησε λέγων·
000-00-00 Serial Number=0439879835
De paenitentia [2] Ante [Go Back]  
 [00169]  Οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
 [00172]  Τί ἐστι, Τὸν ἔσχατον κοδράντην;
000-00-00 Serial Number=0978132129
De patientia sermo 2 Ante [Go Back]  
 [00145]  Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆αυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ·
000-00-00 Serial Number=0552279055
De sacerdotio Ante [Go Back]  
 [00083]  Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν ἐν τοῖς ἀρχομένοις εἰσίν·
 [00660]  Ἀλλ' οὐδὲ εἴ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω.
 [00822]  Πόσας οὖν χρὴ προσδοκᾶν τιμωρίας ὅταν μὴ μόνον ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἐπλημμέλησεν ἀπαιτῆται λόγον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτηθέντων εἰς τὸν ἔσχατον καθίσταται κίνδυνον;
 [01152]  Εἰ γὰρ καὶ αὐτὸς ἕστηκεν ἐν ἀσφαλείᾳ, μηδὲν ὑπὸ τῶν ἀντιλεγόντων βλαπτόμενος, ἀλλὰ τὸ τῶν ἀφελεστέρων πλῆθος τὸ ταττόμενον ὑπ' ἐκείνῳ, ὅταν ἴδῃ τὸν ἡγούμενον ἡττηθέντα καὶ οὐδὲν ἔχοντα πρὸς τοὺς ἀντιλέγοντας εἰπεῖν, οὐ τὴν ἀσθένειαν τὴν ἐκείνου τῆς ἥττης ἀλλὰ τὴν τοῦ δόγματος αἰτιῶνται σαθρότητα, καὶ διὰ τὴν τοῦ ἑνὸς ἀπειρίαν ὁ πολὺς λεὼς εἰς ἔσχατον ὄλεθρον καταφέρεται·
 [01280]  καὶ γὰρ καὶ ἠμελημένη ὄψις καὶ αὐχμῶσα κόμη καὶ ῥυπῶσα στολὴ καὶ σχῆμα ἀνεπίπλαστον καὶ ἦθος ἁπλοῦν καὶ ῥῆμα ἀφελὲς καὶ βάδισις ἀνεπιτήδευτος καὶ ἀσχημάτιστος φωνὴ καὶ τὸ πενίᾳ συζῆν καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ ἀπροστάτευτον καὶ ἡ μόνωσις πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ' ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον.
000-00-00 Serial Number=0700626850
De studio praesentium Ante [Go Back]  
 [00086]  καὶ γὰρ μήτηρ ἦν, καὶ χήρα, καὶ εἰς ἔσχατον ἐληλακυῖα γῆρας·
000-00-00 Serial Number=0330717742
De virginitate Ante [Go Back]  
 [00202]  Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν.
000-00-00 Serial Number=0152542233
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00949]  Ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν, ἔσχατον ἀριστεὺς ἀνεδείχθη, καὶ τῶν πολεμίων ἐκράτησε.
 [02233]  Ὁ δὲ πένης ἐκεῖνος, ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τὸ τῆς πενίας ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ προσεπάλαιε.
 [02779]  Καὶ τὸν μὲν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιῶσδε κατέχειν τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίας φερομένης τῆς νηὸς, ἀλλὰ καὶ τὸν ἔσχατον κίνδυνον ἀπειλούσης·
 [03007]  Καὶ ἐγένετο, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν Ἀβραὰμ, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι·
 [03329]  Καὶ ὁ μὲν κίων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κίονα καὶ τὰ εἰρημένα ἅπαντα εἰς ἔσχατον κατακλείεται λιμόν.
 [04115]  ∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα.
 [09999]  Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον Ἰούδας τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων πάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη.
000-00-00 Serial Number=0738277256
Epistula ad Cyriacum Ante [Go Back]  
 [00055]  Οὐ γὰρ προλαμβάνεται ἡμῶν ὁ δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ.
000-00-00 Serial Number=0264946699
Epistulae Ante [Go Back]  
 [02638]  Καὶ τοῖς ἀδικουμένοις πᾶσι συνηδόμεθα, τὸν πλατύν σου λιμένα τῆς ψυχῆς ὁρῶντες, μυρία δυνάμενον λῦσαι ναυάγια, καὶ τοὺς εἰς ἔσχατον κλυδωνίου κατενεχθέντας παρασκευάσαι ἐξουρίας πλεῖν.
000-00-00 Serial Number=0520814836
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00167]  Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ ∆εσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ.
 [01114]  ἀλλ' ἐπειδὴ οὐδὲν ὑπελείπετο ἕτερον αὐτῷ μηχάνημα τοιοῦτον ὡς γὰρ ἔσχατον ὅρον συμφορῶν, οὕτως τὴν νόσον ἐπήγαγεν ἐκείνην , καὶ ἕτερα πάλιν ἐκίνει μηχανήματα, γυναῖκα ὁπλίζων, τοὺς φίλους παροξύνων, τοὺς οἰκέτας διεγείρων καὶ θηριώδεις ποιῶν καὶ διὰ πάντων τὰ τραύματα ἀναξαίνων.
 [01199]  τοῦτο δὴ τὸ μυρίων πολλοῖς αἴτιον γενόμενον κακῶν οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες καὶ πρὸς ἔσχατον γῆρας ἐλάσαντες καὶ βαθυτάτην πολιὰν ἐντεῦθεν ὤλισθον καὶ κοινὸν πρόκεινται τοῖς βουλομένοις κωμῳδεῖν θέατρον;
000-00-00 Serial Number=0183081031
Expositiones in Psalmos Ante [Go Back]  
 [06119]  Ὄντως ἐσχάτη μέθη, καὶ κακὸν ἔσχατον ἡ ἁμαρτία.
000-00-00 Serial Number=0094170630
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02236]  Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν;
000-00-00 Serial Number=0104737282
Fragmenta in Job Ante [Go Back]  
 [00650]  Οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν, ὁ θάνατος·
 [01563]  Ὁ μέντοι Θεοδοτίων ἐκδοὺς, Ὁ ἀγχιστεύς μου ζῇ, καὶ ἔσχατον ἐπὶ χώματος ἀναστήσει, πείθει συνάπτειν τοὺς δύο στίχους, καὶ οὕτως ἀναγινώσκειν·
 [01618]  τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ, καὶ θείας ἔτυχεν ὁμιλίας καὶ ἀποκρίσεως.
000-00-00 Serial Number=0529030979
Fragmenta in Proverbia Ante [Go Back]  
 [00955]  τοῦτο γὰρ ἔσχατον ἀρὰ, ἀλλὰ τοὐναντίον ὅτι παραπέμψει τὸν πλοῦτον τοῖς ἐξ αὐτοῦ, καὶ καταλείψει πρὸς διαδοχήν·
000-00-00 Serial Number=0825668931
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00081]  οὐ γὰρ ἀπολέσαι, ἀλλὰ σῶσαι ἐβούλετο, οὐκ ἐκπλῆξαι, ἀλλὰ διορθῶσαι, καὶ ἐκ προοιμίων τὸν τῦφον καταπατῆσαι τὸν ἀνθρώπινον καὶ τὴν ἀπόνοιαν κατενεγκεῖν, ∆ιὰ δὴ τοῦτο οὐκ ἄνθρωπος γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος.
000-00-00 Serial Number=0414697945
In Acta apostolorum Ante [Go Back]  
 [06876]  Ὥστε ὅσῳ ἔσχατον ἦλθε, τοσούτῳ μᾶλλον ἠγάπησεν.
 [09999]  Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλλάγημεν τότε τῶν κινδύνων.
000-00-00 Serial Number=0648282290
In Genesim sermones Ante [Go Back]  
 [00580]  καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐτούς·
000-00-00 Serial Number=0633015096
In Heliam et viduam Ante [Go Back]  
 [00195]  ὡς γὰρ ἔσχατον κακίας [51.345] ὑπόδειγμα, τὴν πόλιν ἐκείνην ἐν τοῖς Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός.
000-00-00 Serial Number=0559859157
In Isaiam Ante [Go Back]  
 [00745]  Καὶ γὰρ οἱ ἐκ γειτόνων οἰκοῦντες, μᾶλλον δὲ καὶ οἱ ἐν αὐτῇ τῇ Παλαιστίνῃ χαλεπὰ πράγματα παρέσχον αὐτοῖς πολλάκις καὶ [περὶ] τὸν ἔσχατον ἐπεκρέμασαν κίνδυνον.
 [01138]  ∆ιὸ καὶ ὁ προφήτης ἰδὼν εἰς ἔσχατον ἐξοκείλαντας, ἀπὸ θρήνων ἄρχεται πάλιν, οὐκ ἀπὸ κατηγορίας καὶ ἐγκλημάτων, λέγων·
000-00-00 Serial Number=0323699534
In Joannem Ante [Go Back]  
 [00096]  οὐχὶ τὸ ἔσχατον τοῦτο τῆς κακίας εἶδός ἐστιν;
 [04959]  Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο.
000-00-00 Serial Number=0836560726
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00070]  κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν παραχωρήσομεν.
000-00-00 Serial Number=0572330177
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00546]  Οὐ προτιμῶν ἑαυτὸν τοῦ Πέτρου τέθεικεν ἔσχατον ἐκεῖνον, ἀλλὰ καὶ σφόδρα τὸν Πέτρον ἑαυτοῦ προτιθείς.
 [00767]  Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν·
 [00953]  Οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν τοῦ μὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς·
 [03343]  ∆ιὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν.
 [07248]  μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν.
 [09822]  ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ.
 [09999]  Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συν-ετοὺς εἶναι χρὴ, ἀλλ' ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα·
 [09999]  ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί.
 [09999]  ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη·
000-00-00 Serial Number=0479462743
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01016]  Ἀλλ' ἡμεῖς πρὸς ἔσχατον ῥᾳθυμίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέμεθα·
 [01916]  Ἂν δὲ πονηρὸς ᾖ, κἂν μυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλακότων χείρονα ἐποίησας.
000-00-00 Serial Number=0602242291
In epistulam ad Ephesios Ante [Go Back]  
 [00719]  ∆ύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε.
 [00884]  Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)·
 [05172]  Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις·
 [05505]  πόσοι δὲ οὐ σφόδρα εὐμόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν;
 [06239]  ἀλλ' ἔρχεται μὲν ἔσχατον ἐπ' αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι.
 [07047]  Ἐν πάσῃ, φησὶ, προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἑαυτὸν ἔσχατον τιθείς.
 [07048]  Τί ποιεῖς, ὦ μακάριε Παῦλε, ἑαυτὸν ἔσχατον τιθείς;
000-00-00 Serial Number=0138871908
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00551]  Καὶ γὰρ ἔκτρωμα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον·
 [01376]  Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν.
000-00-00 Serial Number=0501578271
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01098]  Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώμεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωμεν, κἂν μικρὸν ᾖ, κἂν ἔσχατον, καὶ πάντως εὐδοκιμήσομεν·
000-00-00 Serial Number=0433173537
In epistulam ad Romanos Ante [Go Back]  
 [03835]  Καὶ ὁ μὲν κύων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κύνα καὶ πάντα τὰ εἰρημένα εἰς ἔσχατον κατακλείεται λιμόν.
 [07377]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν παχυτέρων τοῖς μέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς μὲν ἐξ ἐθνῶν πιστεύσαντας ἐπάρας ὑπὲρ τὸν οὐρανὸν, τοὺς δὲ ἐξ Ἰουδαίων ἀπιστήσαντας εἰς ἔσχατον ἐρημίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς.
 [09645]  ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον.
000-00-00 Serial Number=0766744673
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00248]  Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρα νῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν, καὶ διορθῶσαι ταύτην, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0818460464
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00124]  Ὁρᾷς πῶς οὐ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ ἁπλῶς τῶν πιστῶν ἁπάντων ἔσχατον ἑαυτὸν καλεῖ, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, εἰπὼν, πάν των τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη;
 [00131]  ἀλλ' ἵνα μηδεὶς ἀπογνῷ τῶν ἐν κακίᾳ βεβιω κότων, μηδὲ τῶν τῷ Χριστῷ πολεμησάντων, τὸν πάντων ἔσχατον, καὶ μεθ' ὃν οὐδεὶς ἦν ἕτερος οὕτω πολέμιος τῷ Χριστῷ, σωθέντα ὁρῶν.
000-00-00 Serial Number=0193525493
In illud Vidi dominum Ante [Go Back]  
 [01160]  Ὦ μιαρὲ καὶ παμμίαρε, πάντα ἀνέτρεψας καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας·
000-00-00 Serial Number=0415193200
In illud Vidua eligatur Ante [Go Back]  
 [00213]  Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας·
000-00-00 Serial Number=0897101700
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00202]  τοσού τους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν;
000-00-00 Serial Number=0448141336
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00021]  Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον.
 [00023]  Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχατον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
 [00035]  Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον;
 [00039]  Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων
 [00045]  τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν.
 [00091]  ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ κηρύγματος, πρῶτον δὲ πάντων·
 [00092]  ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασιλείᾳ·
 [00093]  ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι;
000-00-00 Serial Number=0492227018
Non esse desperandum Ante [Go Back]  
 [00245]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, κἂν εἰς ἔσχατον κακίας πυθμένα κατενεχθῶμεν, μηδὲ οὕτως ἀπογνῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ μετὰ ἀγαθῆς ἐλπίδος προσίωμεν, πείσαντες ἑαυτοὺς ὅτι πάντως ληψόμεθα ἅπερ αἰτοῦμεν, ἂν κατὰ τοὺς ὑπ' αὐτοῦ κειμένους νόμους αἰτῶμεν.
000-00-00 Serial Number=0205856204
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00013]  Τὸ δὲ αἴτιον τῶν κακῶν ἁπάντων, ὅτι μέχρι προσηγορίας τὸ πρᾶγμα ἕστηκε, καὶ ἐν τῷ σώματι τὸ πᾶν περιγέγραπται, ὅπερ ἔσχατον μέρος παρθενίας ἐστί·
 [00076]  Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδὼν, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀρρωστίας, ἐδάκρυσε, καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπὸν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τὸ Οὐαὶ συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ καὶ ἐπὶ τῶν ψυχορραγούντων, ποιοῦμεν ἡμεῖς.
000-00-00 Serial Number=0714809954
Sermo catecheticus in pascha Ante [Go Back]  
 [00011]  Φιλότιμος γὰρ ὢν ὁ ∆εσπότης δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»