Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπεδείξαντο [80]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπεδείξαντο


000-00-00 Serial Number=0742431581
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00340]  ἀλλ' ὅτι πολιτείαν ἐπεδείξαντο ἀγγελικήν·
000-00-00 Serial Number=0797527671
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00311]  [6.19] Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν·
000-00-00 Serial Number=0412940085
Ad populum Antiochenum Ante [Go Back]  
 [00237]  ∆ιὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ τὸν χωλὸν ὤρθωσαν, καὶ πάντες ἦσαν κεχηνότες πρὸς αὐτοὺς, καταστέλλοντες αὐτοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ' ἑαυτῶν, οὐδὲ οἴκοθεν ἐπεδείξαντο, λέγουσι·
 [04828]  Ὅτε οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων ἐξέτασιν, τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικαστήριον, καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρῶν κατοικοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν.
 [04880]  Ἐπειδὴ γὰρ τὴν ἐκείνων εὐσέβειαν διεδέξαντο, διὰ τοῦτο καὶ τὴν αὐτῶν παῤῥησίαν ἐπεδείξαντο·
 [04884]  Οὐχ οἱ μοναχοὶ δὲ μόνον ἀλλὰ καὶ οἱ ἱερεῖς τὴν αὐτὴν ἐπεδείξαντο μεγαλοψυχίαν, καὶ τὴν ἡμετέραν διενείμαντο σωτηρίαν.
 [04888]  ἐπειδὴ δὲ εἶδον ἐπινεύσαντας, ποδῶν ἁψάμενοι καὶ γονάτων, καὶ χεῖρας καταφιλήσαντες, ἑκατέραν τὴν ἀρετὴν μεθ' ὑπερβολῆς ἐπεδείξαντο, τήν τε ἐλευθερίαν, τήν τε ἐπιείκειαν.
000-00-00 Serial Number=0662100792
Adversus Judaeos Ante [Go Back]  
 [00711]  Ὅτι δὲ καὶ σοφίαν πολλὴν καὶ ἀνδρείαν ἐπεδείξαντο τότε, τὰ γεγενημένα ἅπαντα δηλοῖ.
 [01136]  τί δὲ τῶν τριῶν παίδων, οἳ τὸ μέγιστον ἐν τοῖς Εὐαγγελίοις παράγγελμα, καὶ τῶν ἀγαθῶν ἁπάντων κεφάλαιον προλαβόντες, ἤδη διὰ τῶν ἔργων ἐπεδείξαντο;
000-00-00 Serial Number=0315924823
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01652]  εἰ δὲ καὶ τοὺς ἐν ταῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μοναχοὶ, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν ἐπεδείξαντο ταύτην.
000-00-00 Serial Number=0088034272
Catecheses ad illuminandos Ante [Go Back]  
 [01167]  Φέρε δὴ σήμερον λοιπὸν ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο.
000-00-00 Serial Number=0758461297
De Anna i Ante [Go Back]  
 [00310]  Μαρτυροῦσι δὲ γυναῖκες, ὅσαι πᾶσαν μὲν ἐπεδείξαντο φιλοσοφίαν, ταύτην δὲ τὴν δυσκληρίαν οὐκ ἤνεγκαν·
000-00-00 Serial Number=0224414110
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00004]  Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως οὐδεὶς οὐδέποτε ἐκείνων τοιοῦτον οὐδὲν οὔτε εἰς νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν.
000-00-00 Serial Number=0082354009
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00067]  Ὅτι μὲν οὖν πολλὴν ἀνδρείαν ἐπεδείξαντο ἐν τοῖς καιροῖς ἀγωνισάμενοι τοῖς τοιούτοις, παντί που δῆλόν ἐστιν·
 [00071]  Ἂν τοίνυν φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ νομοθέτου τὴν καρτερίαν ἐπεδείξαντο πᾶσαν ἐκείνην;
000-00-00 Serial Number=0678639293
De Maccabeis Ante [Go Back]  
 [00128]  Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων.
000-00-00 Serial Number=0566968501
De diabolo tentatore Ante [Go Back]  
 [00424]  ἂν δὲ ἀνέλῃς τὸν ἀνταγωνιστὴν, οἱ σπουδαιότεροι διὰ τοὺς ῥᾳθύμους ἐπεβουλεύθησαν, καὶ τὴν οἰκείαν οὐκ ἐπεδείξαντο δύναμιν, οὐδὲ τῶν στεφάνων ἐπέτυχον.
000-00-00 Serial Number=0307925701
De paenitentia sermo 1 Ante [Go Back]  
 [00320]  πάντα γὰρ ταῦτα κατώρθωσαν ἐν πολλῷ ἀγῶνι, καὶ κόπους πολλοὺς ἐπεδείξαντο, καὶ τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα ἐβάστασαν·
000-00-00 Serial Number=0554719627
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00011]  Καὶ γὰρ τοσαύτην ἡμῖν οἱ ἀκροαταὶ τὴν προθυμίαν ἐπεδείξαντο, ὡς πάντα λαβόντες οἴκαδε ἀναχωρῆσαι, καὶ μηδὲν ἀφεῖναι [48.769] διαῤῥυῆναι τῶν εἰρημένων.
000-00-00 Serial Number=0342841268
De resurrectione mortuorum Ante [Go Back]  
 [00299]  Οἵ τε γὰρ ἅγιοι πάντες μετὰ τούτου ζῶντες, τὴν ἀγγελικὴν ἐκείνην ἐπεδείξαντο πολιτείαν, καὶ οὐδεμία τις αὐτοῖς ἐντεῦθεν ἐγίνετο βλάβη πρὸς τὸν τῆς ἀρετῆς δρόμον·
000-00-00 Serial Number=0580466092
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00012]  ὃ ἀνθρώπων οὐδεὶς οὐδέποτε τοιοῦτον οὐδὲν ἐπεχείρησεν, ἀλλ' ἠκολούθησαν ἅπαντες εἰς τὸ δικαστήριον, κἀκεῖ τὴν ἀνδρείαν ἐπεδείξαντο·
000-00-00 Serial Number=0499122381
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00195]  καὶ γὰρ ἐν γυναικείῳ σώματι ἀνδρῶν ἐπεδείξαντο φρόνημα, μᾶλλον δὲ οὐκ ἀνδρῶν ἐπεδείξαντο φρόνημα μόνον, ἀλλὰ καὶ αὐτὴν ὑπερέβησαν τὴν φύσιν, καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἔθεντο·
000-00-00 Serial Number=0536061227
De sanctis martyribus [2] Ante [Go Back]  
 [00033]  καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ' ἡδονῆς, καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο, καὶ τῶν ἐναντίων ἐκράτησαν.
 [00100]  Ἐπειδὴ οὖν τὴν μεγίστην ἀγάπην ἐπεδείξαντο, δεξιοῦται τούτους, καὶ ἀπολαύουσι τῆς δόξης ἐκείνης, κοινωνοῦσι τῶν χορῶν, καὶ μετέχουσι τῶν μελῶν τῶν μυστικῶν.
000-00-00 Serial Number=0984021544
De siccitate Ante [Go Back]  
 [00076]  Ἐκεῖνοι ἐθνικοὶ ὄντες καὶ ἄπιστοι, ἐπειδὴ παρὰ τοῦ προφήτου τὴν καταστροφὴν τῆς πόλεως ἔμαθον, τοσαύτην ἐπεδείξαντο μετάνοιαν, ὡς καὶ τὰ νήπια καὶ τὰ κτήνη νηστεύειν ἠνάγκασαν, καὶ σποδὸν καὶ σάκκον περιεβάλοντο, καὶ οὕτω τῆς δικαίας ὀργῆς τοῦ Θεοῦ ἀπηλλάγησαν.
000-00-00 Serial Number=0151310027
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02944]  Ἀκούσατε, ἄνδρες, ἀκούσατε, γυναῖκες, φιλοστοργίαν συζύγων, ἣν πρὸς ἀλλήλους μέχρι κινδύνων αὐτῶν ἐπεδείξαντο.
 [05051]  Καὶ γὰρ οἱ τοῦ Ἠλία πόδες εἰς τὴν οἰκίαν τῆς χήρας εἰσελθόντες καινόν τινα καὶ παράδοξον εὐεργεσίας ἐπεδείξαντο τρόπον·
000-00-00 Serial Number=0553436279
Expositiones in Psalmos Ante [Go Back]  
 [00135]  Ἢ οὐχὶ ἐκεῖνα φιλοσοφούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν παθῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν ῥοπήν;
000-00-00 Serial Number=0322582424
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01637]  καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, οὐδὲ πατέρων ἐπεδείξαντο φιλοστοργίαν.
000-00-00 Serial Number=0026069283
In Acta apostolorum Ante [Go Back]  
 [01348]  ∆ιὰ τοῦτο τότε τὸ Πνεῦμα λαμβάνουσιν, ὅτε τὴν οἰκείαν ἀρετὴν ἐπεδείξαντο.
 [03717]  χωρὶς γὰρ τούτων, εἰ μυρίαν ἐπεδείξαντο προθυμίαν, εἰκῆ πάντα ἐποίουν.
 [05243]  Ἐντεῦθεν μανθάνομεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο μεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ' ὡς ἐχθροὶ καὶ τύραννοι.
 [05523]  Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὐναντίον ἐπεδείξαντο·
 [09910]  Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν.
 [09999]  Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί·
 [09999]  Ἐκ τοῦ εὐθέως λαλῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν.
000-00-00 Serial Number=0070332825
In Genesim sermo 3 Ante [Go Back]  
 [00526]  Ἴδε μοι τὴν Σάῤῥαν καὶ τὴν Ῥεβέκκαν, τὴν καθαρὰν καὶ ἀμίαντον αὐτῶν συνοίκησιν, ἣν ἐπεδείξαντο τοῖς πατριάρχαις.
000-00-00 Serial Number=0910869837
In Heliam et viduam Ante [Go Back]  
 [00024]  [51.339] τὴν ἔφθασαν τῆς φιλοσοφίας ἀρετὴν, καὶ τὴν αὐτὴν ἐπεδείξαντο φιλοφροσύνην, τῇ τῶν κατορθωμάτων ὁμοιότητι τὴν συγγένειαν ἡμῖν τῶν ∆ιαθηκῶν ἐνδεικνύμεναι.
000-00-00 Serial Number=0156775892
In Isaiam Ante [Go Back]  
 [00027]  Οἱ δὲ ἐν τῇ Καινῇ καὶ μείζονα ἐπεδείξαντο ταύτης τὴν ἀρετήν, ἅτε καὶ πλείονος ἀπολελαυκότες χάριτος καὶ πρὸς μακρότερα κληθέντες σκάμματα.
 [00329]  Ἐν γὰρ τοῖς λόγοις οὐδὲν χρηστὸν ὑποσχόμενος, ἀλλὰ γυμνὴν ἐπὶ τῆς ἀπειλῆς κεῖσθαι τὴν τιμωρίαν ἀφείς, ἐπειδὴ τὰ παρ' ἑαυτῶν ἐπεδείξαντο πάντες οἱ βάρβαροι, ταχέως ἔλυσε τὴν ὀργήν.
 [01503]  Ἐκεῖνοι δὲ οὐδὲ μετὰ ταῦτα ἀξίους ἑαυτοὺς τῆς εὐεργεσίας ἔδειξαν, ἀλλὰ τἀναντία ἐπεδείξαντο ἅπαντα.
 [01608]  αὐτοὶ δὲ τὰ ἐναντία ἐπεδείξαντο ἀνομίαν <καὶ> ἀδικίαν καὶ κραυγήν.
000-00-00 Serial Number=0054006457
In Joannem Ante [Go Back]  
 [00740]  διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν.
 [01927]  καὶ μετ' αὐτοὺς ὁ ∆ανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν·
 [02795]  Πᾶσαν ἐκεῖνοι περιεργίαν ἐπεδείξαντο, πάντα ἠρεύνησαν, καὶ οὓς ὑπωπτεύετε πάντας εἶπον·
 [04201]  Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
000-00-00 Serial Number=0644968569
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00021]  Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ' ἀνδρείαν ἐπιζητεῖτε, καὶ ψυχῆς εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο.
000-00-00 Serial Number=0461620808
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00225]  Ὅτι γὰρ οἰκειοῦνται τὰ ἡμετέρα, μάθε ὅσην χαρὰν ἐπεδείξαντο, ὅτε εἶδον ἡμῖν καταλλαγέντα τὸν ∆εσπότην.
000-00-00 Serial Number=0930548370
In decem virgines Ante [Go Back]  
 [00038]  πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο;
000-00-00 Serial Number=0704612851
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00058]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην·
000-00-00 Serial Number=0027377903
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01261]  ∆έδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ [61.419] καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο·
 [04636]  Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, ὅτι τιμῆς ἀπήλαυσε τοσαύτης, ὡς δι' αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωμοσύνην.
 [04696]  ∆ιὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν.
 [04700]  μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας.
 [04731]  Ἀνέθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπουδήν.
 [07088]  ὅτε δὲ ὑπὸ τοῦ κηρύγματος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν.
000-00-00 Serial Number=0561707258
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02170]  καίτοι καὶ δαίμονας ἐξέβαλον, καὶ νεκροὺς ἀνέστησαν, καὶ προφητείας ἐπεδείξαντο.
 [07141]  ἀλλ' ὅμως, ἐπειδὴ τῆς δωρεᾶς ταύτης οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ' ἀπώλεσεν ἅπαντας.
000-00-00 Serial Number=0138345659
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00104]  Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν αὐτοὺς ἐῤῥώννυε μόνον, ἀλλὰ καὶ τὸ ὑπομιμνήσκειν, ὅτι καὶ αὐτοὶ τῆς ἐκείνων προθυμίας ἀντίῤῥοπον ἀνδρείαν ἐπεδείξαντο.
 [00322]  Εἶτα δηλῶν ὅτι οὕτω τὴν πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει·
 [00670]  τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο, ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ;
000-00-00 Serial Number=0807051063
In epistulam ad Ephesios Ante [Go Back]  
 [03398]  τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν.
000-00-00 Serial Number=0792573035
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09440]  Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠμφισβήτουν περὶ τῶν μελλόντων, εἴ γε ἀμφέβαλλον.
000-00-00 Serial Number=0298592567
In epistulam ad Philippenses Ante [Go Back]  
 [04694]  Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης.
000-00-00 Serial Number=0080277622
In epistulam ad Romanos Ante [Go Back]  
 [01362]  ∆ιὰ τοῦτο γὰρ, φησὶν, εἰσὶ θαυμαστοὶ, ὅτι νόμου οὐκ ἐδεήθησαν, καὶ τὰ τοῦ νόμου πάντα ἐπεδείξαντο, τὰ ἔργα, οὐ τὰ γράμματα, ταῖς διανοίαις αὐτῶν ἐγκολάψαντες.
 [07473]  Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν μυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε.
 [09999]  καὶ οὔτε ἡ τέχνη οὔτε ἡ συζυγία αὐτοὺς παρέβλαψεν, ἀλλὰ τὴν ἀγάπην, ἣν ὁ Χριστὸς ἀπῄτησε, ταύτην ἐπεδείξαντο.
 [09999]  Οἱ γὰρ ὑπὲρ τοῦ Παύλου τοῦτο [60.665] ποιοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τοῦ Χριστοῦ ταύτην ἐπεδείξαντο τὴν ἀνδρείαν.
 [09999]  Εἰ γὰρ οἱ ἀπὸ τῶν χειρῶν ζῶντες καὶ ἐργαστηρίου προεστηκότες τοσαύτην ἐπεδείξαντο δαψίλειαν, ὡς Ἐκκλησίαις πολλαῖς γενέσθαι χρήσιμοι·
000-00-00 Serial Number=0773491502
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00060]  Μετὰ γὰρ τὴν τοσαύτην θαυματουργίαν καὶ τὴν εὐεργεσίαν, [51.168] ἣν ἐπεδείξαντο ἀπελάσαντες τὸν ἀναίσχυντον ἐκεῖνον δαίμονα, συνεχώρησε καὶ μαστιχθῆναι καὶ εἰς δεσμωτήριον ἐμβληθῆναι.
000-00-00 Serial Number=0766542733
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00151]  φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις·
 [00162]  Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδείξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς·
000-00-00 Serial Number=0006810427
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00063]  Ἰδοὺ καὶ ἐνταῦθα ἀνὴρ ἦν καὶ γυνὴ, καὶ ἐργαστηρίων προειστήκεσαν, καὶ τέχνην μετεχειρίζοντο, καὶ τῶν ἐν μοναστηρίοις ζώντων ἀκριβεστέραν ἐπεδείξαντο πολλῷ τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0315243185
In illud Vidua eligatur Ante [Go Back]  
 [00067]  Τί οὖν, οὐχὶ πολλαὶ, φησὶ, καὶ μετὰ εἰκοστὸν ἔτος ἀρξάμεναι μέχρι τέλους διέλαμψαν, καὶ τὸν ζυγὸν ἤνεγκαν, καὶ ἀποστολικὸν ἐπεδείξαντο βίον;
 [00279]  εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ' ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν.
 [00374]  Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσ [51.334] ελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον.
000-00-00 Serial Number=0239737391
In principium indictionis [2] Ante [Go Back]  
 [00038]  οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην.
000-00-00 Serial Number=0104377329
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00095]  Ἀνεμνήσθη καὶ τῆς τρα πέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσο φίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν.
 [00098]  Εἰ τοίνυν οἱ αἰχμάλωτοι, καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»