Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπανελθεῖν [106]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπανελθεῖν


000-00-00 Serial Number=0455378473
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00019]  δεύτερον δὲ τὸ πολλοὺς μὲν καὶ τρυφῶντας τῶν τὰ αὐτὰ σοὶ νενοσηκότων, μικρὸν καρτερήσαντας χρόνον, ταύτης ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, καὶ οὕτως εἰς τελείαν ὑγίειαν ἐπανελθεῖν, ὡς καὶ ὁμιλῆσαι γάμοις, καὶ πατέρας γενέσθαι παίδων πολλῶν, καὶ τῶν ἡδέων τοῦ παρόντος ἀπολαῦσαι βίου, καὶ μηδὲν τοιοῦτο πάλιν παθεῖν·
000-00-00 Serial Number=0575679183
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00026]  Καὶ τοῦτ' ἔστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον.
 [00218]  Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον·
 [00467]  Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ τοσοῦτον ἀξιοῦμεν μόνον, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν.
 [00545]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέν ποτε·
 [00615]  Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσίν, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσεν τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν.
000-00-00 Serial Number=0327508986
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00042]  Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στεφάνων καὶ τῆς παρρησίας, σ' ἀναμιμνῄσκων παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους·
000-00-00 Serial Number=0171323776
Ad populum Antiochenum Ante [Go Back]  
 [00917]  οὐ γὰρ παρόψεται τοσαύτην προθυμίαν καὶ σπουδὴν ὁ Θεὸς, οὐδὲ ἐάσει τὸν ἑαυτοῦ θεράποντα ἄπρακτον ἐπανελθεῖν.
 [04537]  ἀλλ' οὐδὲ νῦν δεδύνημαι εἰς ἐμαυτὸν ἐπανελθεῖν·
 [05003]  Τοῦτο καὶ ἐπὶ πόλεως [49.180] καὶ ἀνδρῶν λέγωμεν, καὶ πρὸς ἀλλήλους φιλοσοφῶμεν, καὶ τῷ Θεῷ χάριν ἔχωμεν διηνεκῶς καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν παρελθόντων, καὶ παρακαλῶμεν αὐτὸν κοινῇ μετὰ ἐκτενείας πάσης, ὥστε καὶ τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, καὶ τοὺς εἰς τὴν ἀλλοτρίαν μετοικίζεσθαι μέλλοντας, τοὺς μὲν ἀφεθῆναι, τοὺς δὲ ἐπανελθεῖν.
000-00-00 Serial Number=0029466808
Adversus Judaeos Ante [Go Back]  
 [00230]  Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν.
 [00575]  Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν;
 [00884]  ∆ιόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλήν τινα καὶ μεγάλην λαβεῖν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01560]  δεῖ γὰρ ἐπὶ τὸ προκείμενον πάλιν ἐπανελθεῖν·
 [01721]  πότε τὸ χρῖσμα κατελύθη, ὡς μηκέτι πάλιν ἐπανελθεῖν;
 [01768]  μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οὗτοι οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν, οὐκ εἰδότες ὅτι ψήφῳ Θεοῦ πολεμοῦσι, κελευούσῃ διὰ παντὸς ἐρημοῦσθαι τὴν πόλιν·
 [02278]  Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος.
 [02376]  νῦν δὲ εἰπὼν, Σῶμα δὲ κατηρτίσω μοι, καὶ δείξας ἑτέραν εἰσενηνεχθεῖσαν θυσίαν, οὐδεμίαν λοιπὸν ἐλπίδα ἔδωκε τοῦ πάλιν ἐκείνην ἐπανελθεῖν.
 [02558]  προαίρεσιν δὲ ἀποθανοῦσαν δυνατὸν ἀναστῆσαι πάλιν, καὶ ψυχὴν νεκρωθεῖσαν πεῖσαι [48.929] πρὸς τὴν οἰκείαν ζωὴν ἐπανελθεῖν, καὶ τὸν αὐτῆς ἐπιγνῶναι ∆εσπότην.
 [02626]  Ἀλλ' ὅπερ ἔλεγον δεῖ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν ἱκανῶς ἡμῖν ἐντεῦθεν ἀπέδειξεν ὁ λόγος, ὅτι πιπτόντων οὐ χρὴ τῶν ἀδελφῶν ἀμελεῖν, οὐδὲ καταφρονεῖν, ἀλλ' ἀσφαλίζεσθαι μὲν αὐτοὺς πρὸ τῆς ἁμαρτίας, πολλὴν δὲ καὶ μετὰ τὴν ἁμαρτίαν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν.
000-00-00 Serial Number=0223775506
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00296]  μᾶλλον δὲ πρὸς ἐκείνους μὲν οὔτε ἀηδῶς ἔχουσιν, οὔτε ἐγκαλοῦσί ποτε, τούτων δὲ κἂν ἀπογεύσαιντο ἡδέως μονονουχὶ βοῶντες καὶ δι' ὧν λέγουσι καὶ δι' ὧν ποιοῦσιν, ὅτι δεῖ τῆς κακίας ἀπρὶξ ἔχεσθαι, καὶ μηδέποτε ἐπανελθεῖν πρὸς ἀρετὴν, ὡς οὐ μόνον τοὺς μετιόντας αὐτὴν, ἀλλὰ καὶ τοὺς φωνὴν ὑπὲρ ταύτης ῥῆξαι τολμῶντας ἀμύνεσθαι δέον.
 [00354]  Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν·
 [00752]  καὶ οὗτος ὁ πατὴρ τὸ μὲν πρῶτον καὶ ἄρχοντας ἐκίνησε, καὶ δεσμὰ ἠπείλησε, καὶ πάντων αὐτὸν ἀποδύσας ἐπὶ τῆς ἀλλοτρίας εἴασε γῆς, καὶ τῆς ἀναγκαίας δεόμενον τροφῆς, ὡς ταύτῃ πείσων πρὸς τὴν βιωτικωτέραν ζωὴν ἐπανελθεῖν·
 [01162]  ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν·
 [01604]  Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχομαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελθεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβὰς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας·
 [01623]  ἄν τε πρὸ τούτου παραγένωνται, οὐ τοσαύτην ἀπὸ τῆς ἐπιδημίας λαμβάνομεν τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μάτην ἐπανελθεῖν τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0522136033
Catecheses ad illuminandos Ante [Go Back]  
 [00049]  διὸ καὶ δυνατὸν καὶ τὴν ἄμορφον καὶ σφόδρα δυσειδῆ ἀθρόον βουληθεῖσαν μεταβαλέσθαι καὶ εἰς τὴν ἄκραν εὐμορφίαν ἐπανελθεῖν καὶ εὔμορφον πάλιν γενέσθαι καὶ εὐειδῆ, ὥσπερ πάλιν ῥᾳθυμήσασαν εἰς τὴν ἐσχάτην δυσείδειαν κατενεχθῆναι.
 [00286]  Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω·
 [00870]  Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν καὶ φαιδρότητα ἐὰν μόνον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν.
 [00871]  [5.25] Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν.
 [00872]  Φύσεως γάρ ἐστι τὸ πάθος καὶ διὰ τοῦτο ἀδύνατον πρὸς τὴν προτέραν ἐπανελθεῖν τῆς εὐμορφίας φαιδρότητα.
 [00873]  Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
 [00963]  ∆υνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς μετὰ ἀκριβείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ διαβόλου τὸ δέλεαρ, ἐπανελθεῖν δὲ ἐπὶ τὴν τροφὴν τὴν πνευματικήν.
 [01040]  καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;
 [01043]  Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.
000-00-00 Serial Number=0420694590
Commentarius in Job Ante [Go Back]  
 [01025]  μὴ τοὺς ἀπελθόντας ἐπανελθεῖν ἔνι λοιπόν, μὴ τοὺς ἀφανισθέντας ζωοποιηθῆναι;» τὰ γὰρ παιδία καὶ [44] διὰ τοῦτο μάλιστα ποθεινά, ἐπειδὴ τὴν μνήμην ἡμῖν ἀθάνατον καταλιμπάνει, καὶ τούτου μάλιστα ἄνθρωποι πάντες ἐφίενται ὥστε μνημόσυνον καταλιπεῖν.
 [01212]  μὴ γὰρ δυνατὸν αὐτὴν ἐπανελθεῖν πάλιν καὶ γενέσθαι ἄνωθεν, ὡς περί τινος ἀνυποστάτου διαλέγεται πράγματος.
 [02625]  πανταχοῦ τὸ ὀλιγοχρόνιον αἰτιᾶται καὶ τὸ μηκέτι ἔχειν ἀναστρέψαι μηδὲ ἐπανελθεῖν ἐνταῦθα.
000-00-00 Serial Number=0031598508
Contra ludos et theatra Ante [Go Back]  
 [00165]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν, τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης·
000-00-00 Serial Number=0216647983
Contra theatra Ante [Go Back]  
 [00012]  κἂν γὰρ θέλωσι διορθώσασθαι τὰ παραπτώματα, [56.543] διὰ τῆς Ἐκκλησίας, ἧς ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ τοῦ συνειδότος πάλιν ἐπανελθεῖν.
 [00242]  ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ θρηνῶ τοῦτον, ὑφ' οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευσον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα.
000-00-00 Serial Number=0795715868
De Anna i Ante [Go Back]  
 [00447]  Ἀλλ' ὅπερ ἔλεγον πάλιν γὰρ ἐπὶ τὴν γυναῖκα ταύτην ἐπανελθεῖν ἀναγκαῖον, καὶ ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας πολλῶν ἡμῖν ἀγαθῶν αἴτιον γίνεται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ συνέβη.
000-00-00 Serial Number=0093363285
De Christi precibus Ante [Go Back]  
 [00307]  οὕτω δὴ καὶ ἡμεῖς, ἂν μὲν εὐθέως τοῖς ἐχθροῖς καταλλαγῶμεν, εὐθέτως τε τοῦτο ποιοῦμεν, καὶ οὐ πολλῆς δεόμεθα σπουδῆς, ὥστε εἰς τὴν ἀρχαίαν φιλίαν ἐπανελθεῖν·
000-00-00 Serial Number=0783367813
De Davide et Saule Ante [Go Back]  
 [00404]  Ὁ γὰρ ταῦτα ἀκούων δυνήσεται μικρὸν ἀπὸ τῆς κακίας διαβλέψας εὐκολώτερον πρὸς ἀρετὴν ἐπανελθεῖν, αἰσχυνόμενος καὶ ἐρυθριῶν ἀνάξιος τῆς περὶ αὐτοῦ δόξης φανῆναι.
 [00512]  κἂν γὰρ ἐθέλωσι διορθώσασθαι τὰ παραπτώματα, δι' ἃ τῆς Ἐκκλησίας ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ συνειδότος πάλιν ἐπανελθεῖν.
 [00835]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
000-00-00 Serial Number=0902013898
De diabolo tentatore Ante [Go Back]  
 [00806]  ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ.
000-00-00 Serial Number=0167596638
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00388]  καὶ γὰρ ἐδύνατο πάλιν ἐπανελθεῖν, ὅθεν ἐξέβη.
000-00-00 Serial Number=0943785429
De mutatione nominum Ante [Go Back]  
 [00065]  Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐτοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐτῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώττης, μᾶλλον δὲ ἐπανήξουσι πάντως.
000-00-00 Serial Number=0583908021
De paenitentia [1] Ante [Go Back]  
 [00020]  Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην.
000-00-00 Serial Number=0694973350
De regressu Ante [Go Back]  
 [00013]  [389)] ποτε καὶ ἀναγκασθῇ ἀποδημῆσαι, ἐπείγεται ταχέως ἐπανελθεῖν, καθάπερ κέντρῳ τινὶ τῇ ὑποψίᾳ νυττόμενος.
000-00-00 Serial Number=0454978049
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00806]  κἂν ὀργιζομένῳ, κἂν ἀγανακτοῦντι προσέλθῃς, θέλησον μόνον ἐπανελθεῖν, καὶ πάντα ἀπολήψῃ, καὶ τὴν ὀργὴν καὶ τὴν καταδίκην σβέσεις εὐθέως.
 [01950]  οὕτως ἀφισταμένου καὶ ἐπιλανθανομένου καὶ ψυχὴ διακόπτεται καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσιν, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους, σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον.
 [01963]  Ἐκεῖνοι μὲν γὰρ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσιν ἐλπίδας, κἂν ἐθέλωσι τὰ παραπτώματα διορθῶσαι, διὰ τῆς Ἐκκλησίας ἧς ἐξέπεσον δυνήσονται μετὰ καθαροῦ τοῦ συνειδότος πάλιν ἐπανελθεῖν·
 [03570]  Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται·
 [07100]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
 [09057]  καὶ γὰρ ἠδύνατο πάλιν ἐπανελθεῖν, ὅθεν ἐξέβη.
000-00-00 Serial Number=0332861900
Epistula ad Cyriacum Ante [Go Back]  
 [00407]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.
000-00-00 Serial Number=0913016498
Epistulae Ante [Go Back]  
 [00367]  Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας.
000-00-00 Serial Number=0468634248
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00738]  Ἐπεὶ οὖν πολλὰ ὠφελεῖ ἡ παρουσία αὐτοῦ καὶ γὰρ εὐλαβής ἐστι καὶ ἀνὴρ ἀπερίτρεπτος καὶ ζέων , παρεκάλεσα αὐτὸν ἀπελθόντα ταχέως ἐπανελθεῖν.
 [00745]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν·
 [00746]  τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων παυσαμένων, ἐπιπολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν γαλήνην.
 [01197]  Πῶς γὰρ οὐκ ἂν καλέσῃς μῦθον, εἰπέ μοι, θνητὸν σῶμα λαχοῦσα καὶ θανάτου οὕτω καταφρονοῦσα ὡς οἱ τὴν ἀλλοτρίαν ἐπειγόμενοι καταλιπεῖν καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν πατρίδα;
000-00-00 Serial Number=0101036370
Expositiones in Psalmos Ante [Go Back]  
 [00349]  τὸ δὲ διὰ τὴν ἐκείνων ὠφέλειαν, τὸ μετὰ παραδοξοποιίας ἐκεῖθεν ἐπανελθεῖν.
 [01768]  διὸ καὶ ἐπαρᾶται αὐτῷ πολλὰ καὶ χαλεπὰ, οἷον τὸ ἄπρακτον ἐπανελθεῖν, τὸ τοὺς ἐχθροὺς κρατῆσαι μετὰ πολλῆς τῆς παρουσίας αὐτοῦ, τὸ ἀνώνυμον ἀποθανεῖν, τὸ παρὰ πολεμίων τοῦτο παθεῖν, ὃ πολὺ τοῦ θανεῖν χαλεπώτερον εἶναι δοκεῖ·
 [06096]  Συγχωρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον.
000-00-00 Serial Number=0743563890
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00773]  Πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη πρὸς τὸν ἄνδρα τὸν ἕτερον ἐπανελθεῖν οὐ δύναται, τοῦ νόμου τοῦτο κωλύοντος·
 [00881]  Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες ἐπανελθεῖν πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν.
 [04393]  Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά.
 [04623]  Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται.
 [04819]  Τουτέστιν, ὡς ἐν τῇ ἑορτῇ τοῦ Φασὲκ, οὕτως ἅπαντας ἐπανελθεῖν προθύμως ποιήσω.
000-00-00 Serial Number=0884279668
Fragmenta in Job Ante [Go Back]  
 [00728]  μὴ τοὺς ἀφανισθέντας ἐπανελθεῖν ἔνι λοιπόν;
000-00-00 Serial Number=0194737315
In Heliam et viduam Ante [Go Back]  
 [00137]  Ἀλλὰ καιρὸς λοιπὸν πρὸς τὴν χήραν ἐπανελθεῖν.
000-00-00 Serial Number=0253049433
In Joannem Ante [Go Back]  
 [01363]  ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι.
000-00-00 Serial Number=0546557903
In Psalmum 050 Ante [Go Back]  
 [00100]  Βούλομαι αὐτὴν ἐπανελθεῖν.
000-00-00 Serial Number=0948198020
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00653]  καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν.
000-00-00 Serial Number=0834281087
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00324]  Ἔξεστι γὰρ καὶ τὸν ἐν κακίᾳ, μεταστάντα τῆς πονηρίας, πρὸς ἀρετὴν ἐπανελθεῖν, καὶ δυνηθῆναι γενέσθαι τῶν ἐξ ἀρχῆς εὖ βεβιωκότων ἴσον·
000-00-00 Serial Number=0090521634
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03537]  Τὸ γὰρ ἀπαλλαγέντα ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον.
 [03940]  Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ μέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν.
000-00-00 Serial Number=0015830755
In epistulam ad Colossenses Ante [Go Back]  
 [01128]  οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχομένων μὴ βουλομένων ἐπανελθεῖν.
 [01136]  οὐδὲ ἠλλοτριωμένους, ἀλλὰ μηδὲ προσδοκῶντας ἐπανελθεῖν.
 [02016]  οὐκ ἔνι ἐκπεσόντα τοῦ παραδείσου ἀπέναντι οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν ἐξεπέσομεν.
000-00-00 Serial Number=0845311105
In epistulam ad Ephesios Ante [Go Back]  
 [01316]  Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγματευσαμένου, ἵνα καταλλαγῶμεν, καὶ ἀνύσαντος, πάλιν ἡμᾶς εἰς ἔχθραν ἐπανελθεῖν.
000-00-00 Serial Number=0478146911
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01511]  κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην.
000-00-00 Serial Number=0403308928
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00916]  Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη.
 [05208]  Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν·
 [06990]  Βαβαὶ, πόση διαφορά! ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν·
 [07429]  Καίτοι γε ἐξῆν, εἴ γε ἐβούλετο, ἐπανελθεῖν, καὶ μὴ πενθῆσαι μηδὲ δυσχερᾶναι.
000-00-00 Serial Number=0594314575
In epistulam ad Philippenses Ante [Go Back]  
 [03419]  Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστε γενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λαβεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα μετὰ πλούτου πολλοῦ πολὺ πνευματικωτέραν, μηδὲ μικρὸν βούλεσθαι προέσθαι, ἀλλὰ κατέχειν τὰ μηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα;
 [03805]  ἱκανὴ γὰρ ἀπολογία τὸ ἐπανελθεῖν.
000-00-00 Serial Number=0809322536
In epistulam ad Romanos Ante [Go Back]  
 [02029]  Καὶ οὐχ ἁπλῶς εἶπε, Λυτρώσεως, ἀλλ', Ἀπολυτρώσεως, ὡς μηκέτι ἡμᾶς ἐπανελθεῖν πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν.
 [04345]  Ἂν γὰρ ἐμπέσῃς κατὰ μικρὸν εἰς τὸ πέλαγος εἰσιὼν τῆς μανίας ἐκείνης, δυσκόλως ἐπανελθεῖν δυνήσῃ·
 [07573]  ∆ιὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν·
 [07599]  οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν.
000-00-00 Serial Number=0737723947
In illud Domine non est in homine Ante [Go Back]  
 [00109]  τὰς μέντοι ἐπιβαλλομένας ἤδη καὶ ἀπογραψαμένας εἰς τὴν τῆς χηρείας ὑπομονὴν, καὶ πρὸς τὸν Θεὸν θεμένας συνθήκας, οὔ φησι λοιπὸν εἶναι κυρίας τοῦ πρὸς δεύτερον γάμον ἐπανελθεῖν.
000-00-00 Serial Number=0419743836
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00080]  καὶ γὰρ εἰς αὐτὸ πάλιν ἐπανελθεῖν ἀναγκαῖον τὸ ῥῆμα.
000-00-00 Serial Number=0409511805
In illud In faciem ei restiti Ante [Go Back]  
 [00235]  ἀλλ' [51.379] ὅμως οὕτως ᾐδεῖτο τὸν Πέτρον, ὥστε καὶ τοσαύτης ἀνάγκης ἐπικειμένης καὶ κατεπειγούσης, ἐκδραμεῖν δι' ἐκεῖνον εἰς Ἱεροσόλυμα, καὶ μεῖναι πρὸς αὐτὸν ἡμέρας δεκαπέντε, καὶ τότε ἐπανελθεῖν.
000-00-00 Serial Number=0020224988
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00013]  διόπερ οὐδ' ἂν μυρία γένηται, πρὸς ὑγίειαν ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα·
000-00-00 Serial Number=0385534167
In principium Actorum Ante [Go Back]  
 [01025]  τὸν γὰρ Φίλιππον, ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ πρὸς τὴν ἱερὰν μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ τῆς ἐρήμου.
000-00-00 Serial Number=0884760439
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00021]  Ἑκουσίως γὰρ εἰς Θεὸν ἐπανελθεῖν δεῖ τοὺς ἑκου σίως ἀποπηδήσαντας.
000-00-00 Serial Number=0039120197
In venerandum crucem Ante [Go Back]  
 [00039]  Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν.
000-00-00 Serial Number=0307425201
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00057]  Ἀλλ' ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι·
000-00-00 Serial Number=0245857358
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00472]  ὃ καὶ νῦν ἔσται, ἂν μὴ βουληθῆτε διορθώσασθαι καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν εὐγένειαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»