Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐξελέσθαι [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐξελέσθαι


000-00-00 Serial Number=0466621280
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00095]  τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ Θεοῦ Σαμουήλ, ὅλας νύκτας πενθῶν καὶ δακρύων καὶ παρακαλῶν, οὐκ ἐξίσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκεν κατ' αὐτοῦ ὁ θεός, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, δέον ἀνελεῖν, ἔσωσεν παρὰ γνώμην θεοῦ.
000-00-00 Serial Number=0830952227
Ad populum Antiochenum Ante [Go Back]  
 [00398]  Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς·
 [01025]  οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου.
 [01212]  Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ γῆς ὁρῶντες ἄνθρωποι, ὀδυνῶνται μὲν, προσελθεῖν δὲ καὶ ἐξελέσθαι τοὺς καταποντιζομένους οὐκ ἔχουσιν·
 [01213]  οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρατιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν, ἀλλὰ καὶ δακρῦσαι ἔδεισαν.
 [02229]  Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου;
 [03753]  Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην, Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται·
 [03754]  οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον.
 [03756]  Εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐκ ἀδελφὴ, οὐ πατὴρ, οὐκ ἄλλος οὐδεὶς, καίτοι γε ἀνεύθυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν;
 [03758]  τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις;
000-00-00 Serial Number=0632185459
Adversus Judaeos Ante [Go Back]  
 [00197]  ∆ιὰ τοῦτο προλαβὼν λέγω νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι, κἂν βίαν ποιῆσαι, κἂν ὑβρίσαι, κἂν φιλονεικῆσαι, πάντα ποίησον, ὥστε ἐξελέσθαι αὐτὸν τῆς τοῦ διαβόλου παγίδος, καὶ τῆς κοινωνίας ἀπαλλάξαι τῶν Χριστοκτόνων.
 [00199]  Τὸν ἀδελφὸν νῦν ὁρᾷς τὸν σὸν, οὐχ ὑπὸ τοῦ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον ἀδίκως καὶ ἀνοσίως, καὶ οὐδὲ συμβολὴν προέσθαι ὑπομένοις, ὥστε αὐτὸν ἐξελέσθαι τῆς παρανομίας ἐκείνης;
 [01140]  ∆ιὰ τοῦτο ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν τῷ οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς·
000-00-00 Serial Number=0233307540
Contra ludos et theatra Ante [Go Back]  
 [00161]  Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ' ὑμῶν κολασθῆναι τότε.
000-00-00 Serial Number=0352975965
De Davide et Saule Ante [Go Back]  
 [00315]  Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ' ἐκείνων·
 [00752]  οὐκ ἔστιν ἴσον ἀπαλλάξαι θυμοῦ πνέοντος φόνον ἄδικον, ἐξελέσθαι σφαγῆς, καὶ ἐξελέσθαι παραπληξίας ἐπὶ τοσοῦτον ὁδευούσης κακόν.
000-00-00 Serial Number=0412366688
De sacerdotio Ante [Go Back]  
 [00149]  Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὑτῆς, ἀλλ' ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα·
 [00300]  Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας ὅτι συνεῖδες οὐκ ἀρκοῦσάν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοι βουλήν.
 [00853]  ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος ὀργῆς;
 [00884]  Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρών, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς, καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς.
000-00-00 Serial Number=0416506529
De sancta pentecoste Ante [Go Back]  
 [00462]  τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται;
000-00-00 Serial Number=0544650972
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01118]  Οὐ πρὸ βραχέος ἔλεγε, Καὶ τίς ἐστι Θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου;
 [01397]  Τὸν δὲ ἀδελφὸν ὁρῶν οὐχ ὑπὸ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον, οὐδὲ συμβουλὴν προέσθαι ὑπομένεις, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ χαλεποῦ τούτου θηρίου;
 [04698]  Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῶν χειρῶν σου·
 [05355]  καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι, εἰ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ἀλγοῦντα καὶ κοπτόμενον καὶ βασανιζόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς;
 [07000]  Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ' ἐκείνων·
 [09999]  Τὸ δὲ κρίνειν καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν, καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν, κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ παραινέσεως γενόμενον·
000-00-00 Serial Number=0676025748
Expositiones in Psalmos Ante [Go Back]  
 [06631]  Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται;
000-00-00 Serial Number=0921977103
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03375]  Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν λογίζεσθαι, ὅτι ἐκείνους μὲν εἰδωλολατρήσαντας, ἴσχυσεν ἐξελέσθαι ὁ Μωϋσῆς, καὶ ὁ Σαμουήλ·
 [03377]  Ἐὰν στῇ, φησὶ, Μωϋσῆς, καὶ Σαμουὴλ, τούτους οὐδὲ ἐκεῖνοι δυνήσονται ἐξελέσθαι.
 [03386]  καὶ οὔτε Μωϋσῆς, οὔτε Σαμουὴλ ἱκανοὶ αὐτοὺς ἐξελέσθαι·
000-00-00 Serial Number=0701395988
In Acta apostolorum Ante [Go Back]  
 [05337]  Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, φησὶ, τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς.
 [08999]  Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι' αὐτὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸν ἦν αὐτῷ μετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι.
 [09999]  Οὐκ ἔστιν οὕτω μέγα δαίμονος ἀπαλλάξαι, ὡς ἁμαρτίας ἐξελέσθαι.
 [09999]  Ἴδωμεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι με.
 [09999]  Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωμαίων·
000-00-00 Serial Number=0498820484
In Genesim sermones Ante [Go Back]  
 [00690]  Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς.
 [00699]  Ἵνα μὲν γὰρ μὴ καταγνῶσιν ἀσθένειαν τοῦ Θεοῦ οἱ τότε παρόντες, εἰ συμβαίη ἐμπεσόντας αὐτοὺς εἰς τὴν κάμινον ἀποθανεῖν, προλαβόντες ὡμολόγησαν αὐτοῦ τὴν δύναμιν, εἰπόντες, ὅτι Ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς δύναται ἐξελέσθαι ἡμᾶς·
000-00-00 Serial Number=0637003541
In Isaiam Ante [Go Back]  
 [00011]  Οὐδεὶς γάρ, οὐδείς ποτε φιλόπαις οὕτω τῶν ἐκγόνων περιεκαίετο, ὡς οὗτοι τῶν ἀρχομένων ὑπεραπέθνησκον, ὀδυρόμενοι, θρηνοῦντες, κακῶς πασχόντων αὐτῶν τὸν Θεὸν παρακαλοῦντες, συναπαγόμενοι, κοινωνοῦντες τῶν δεινῶν, πάντα καὶ ποιοῦντες καὶ πάσχοντες, ὥστε αὐτοὺς ἐξελέσθαι καὶ τῆς ἄνωθεν ὀργῆς, καὶ τῆς τῶν πραγμάτων ἐπιδρομῆς.
000-00-00 Serial Number=0818584740
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07772]  ὑμᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας.
000-00-00 Serial Number=0922950029
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05443]  Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡμᾶς.
 [05465]  Εἰ δὲ μὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι ∆υνατὸς μὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡμᾶς, ἐὰν δὲ μὴ ἐξέληται, διὰ τὰς ἁμαρτίας οὐκ ἐξελεῖται, μὴ θαυμάσῃς·
 [05474]  Καὶ ἐὰν μὴ θελήσῃ, φησὶν, ἡμᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύομεν·
 [06285]  ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυμαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡμᾶς·
000-00-00 Serial Number=0350027502
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02878]  Οὐ τοίνυν τὸν ἀποθανόντα ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου.
000-00-00 Serial Number=0785775065
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04240]  Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς.
000-00-00 Serial Number=0515092432
In epistulam ad Colossenses Ante [Go Back]  
 [02229]  Εἰπὲ γάρ μοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ τούτῳ εὐτελὴς καὶ κατάπτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου, τί ἂν τούτου χεῖρον ἦν;
000-00-00 Serial Number=0654960155
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03571]  καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι;
 [07888]  Ἤκουσα, φησὶ, τοῦ στεναγμοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς·
000-00-00 Serial Number=0939397514
In epistulam ad Philippenses Ante [Go Back]  
 [03420]  Θανάτου σε ἐξελέσθαι οὐ δύναται, νόσον [62.261] ἀπελάσαι οὐκ ἰσχύει, γῆρας κωλῦσαι, οὐδὲν τούτων τῶν ἀναγκαίων καὶ κατὰ τὸν τῆς φύσεως νόμον παραγινομένων·
000-00-00 Serial Number=0911463857
In epistulam ad Romanos Ante [Go Back]  
 [07955]  καὶ ἄλλος πάλιν, Μὴ δυνήσεται ὁ Θεὸς σῶσαι ὑμᾶς, ἢ ἐξελέσθαι ἐκ τῶν χειρῶν μου;
000-00-00 Serial Number=0706629574
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01304]  Τότε ὁ βασιλεὺς, ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ ∆ανιὴλ ἠγωνί σατο τοῦ ἐξελέσθαι αὐτόν·
 [01305]  καὶ ἕως πρὸς δυσμὰς ἡλίου ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν, καὶ ἦν ἀγω νιζόμενος περὶ αὐτοῦ.
 [01309]  Τάχα τινὲς ὑμῶν λέγουσιν, ὅτι Οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι;
000-00-00 Serial Number=0624538183
Interpretatio orationis Pater noster Ante [Go Back]  
 [00018]  Ναὶ, βασιλεύς ἐστι πάντων, ἀλλ' ὥσπερ πόλις κυκλωθεῖσα ὑπὸ ἐχθρῶν ζητεῖ ἐλθεῖν τὴν δύναμιν τοῦ βασιλέως, καὶ ἐξελέσθαι αὐτήν·
 [00019]  οὕτω δὴ καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ πονηρῶν λογισμῶν, ζητοῦμεν ἐλθεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, ἐξελέσθαι ἡμᾶς.
000-00-00 Serial Number=0648095071
Oratio secunda Ante [Go Back]  
 [00034]  φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείματα, φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὐκ ἔστιν ὁ ἐξελέσθαι δυνάμενος.
000-00-00 Serial Number=0183076262
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00387]  Ἔστιν γὰρ ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, ἱκανὸς ἐξελέσθαι ἡμᾶς ἐκ καμίνου τοῦ πυρὸς τῆς καιομένης·
000-00-00 Serial Number=0948677123
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00016]  Πόθεν γὰρ, εἰπέ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὐτὴ τὸ αὐτὸ ποιῇ ἐκείναις νέων ἐξάπτεσθαι καρδίας, ὅταν ἀνεπτερωμένη ᾖ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον;
000-00-00 Serial Number=0977741241
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00283]  συμβουλεύσαντος δὲ τοῦ Ῥουβὶμ εἰς λάκκον ἐμβαλεῖν (ἐβούλετο γὰρ αὐτὸν τέως ἐξελέσθαι τοῦ θανάτου), ἐπεὶ ἐνέβαλον, ἀπέδοντο ὕστερον τοῖς Μαδιαναίοις, τοῦ Ἰούδα τοῦτο εἰσηγησαμένου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»