Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐξαρπάσαι [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐξαρπάσαι


000-00-00 Serial Number=0473125815
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00750]  ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ὀρθὴν ὥδευσεν ὁδὸν καὶ τὴν ἀρετὴν διετήρησε καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτόν τε διασωθῆναι καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων;
 [01161]  [22.16] Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα·
 [01201]  [24.6] Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς κολάσεως οὐ δυνήσονται·
000-00-00 Serial Number=0198645651
Ad populum Antiochenum Ante [Go Back]  
 [00213]  Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταῦτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυνάμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς.
 [00899]  χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν ὀργῆς ἐξαρπάσαι βασιλικῆς.
 [04833]  Οὐ τοῦτο δὲ μόνον ἦν τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ τοῖς ἄρχουσιν αὐτοῖς προσελθόντες μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων, καὶ τὸ αἷμα παρεσκευάσαντο πάντες ἐκχεῖν, καὶ τὰς κεφαλὰς ἀποθέσθαι, ὥστε τοὺς ἁλόντας τῶν προσδοκωμένων ἐξαρπάσαι δεινῶν, καὶ οὐκ ἔφησαν ἀποστήσεσθαι πρότερον, ἕως ἂν ἢ φείσωνται τοῦ δήμου τῆς πόλεως οἱ δικάζοντες, ἢ κοινῇ μετὰ τῶν ὑπευθύνων αὐτοὺς πρὸς βασιλέα πέμψωσι.
 [04852]  Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρπάσαι τῶν δημίων παρεσκευασμένοι.
 [05013]  Παρακαλῶμεν τοίνυν αὐτὸν κοινῇ καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων, ὥστε κἀκείνης ἡμᾶς ἐξαρπάσαι τῆς κολάσεως.
 [05556]  Ἀλλ' ὅμως οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη ἠδύνατο ἐξαρπάσαι ἡ ἐντολή·
000-00-00 Serial Number=0867484093
Adversus Judaeos Ante [Go Back]  
 [00465]  Καὶ γὰρ πυρετοῦ προσδοκωμένου, ἢ καὶ ἑτέρου τινὸς νοσήματος, προλαμβάνοντες τὸ τοῦ μέλλοντος ἁλώσεσθαι σῶμα πολλαῖς ἀσφαλίζονται θεραπείαις, ἐπειγόμενοι πρὸ τῆς πείρας τῆς ἐφόδου τῶν μελλόντων αὐτὸ ἐξαρπάσαι δεινῶν.
000-00-00 Serial Number=0012274921
Catecheses ad illuminandos Ante [Go Back]  
 [00974]  Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται.
000-00-00 Serial Number=0061483979
Comparatio regis et monachi Ante [Go Back]  
 [00029]  Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώμας ἐκ τῆς πλάνης ἐξαρπάσαι ποθῶν·
000-00-00 Serial Number=0650612175
De Davide et Saule Ante [Go Back]  
 [00030]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας, καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι, καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
000-00-00 Serial Number=0110461473
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0736711919
De decem millium talentorum debitore Ante [Go Back]  
 [00291]  Ἀλλ' ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρπάσαι δύναμις.
000-00-00 Serial Number=0778065562
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00031]  Εἰ δὲ καὶ τὴν μέχρι τῆς πείρας αὐτῆς προελθοῦσαν βούλει μαθεῖν σφαγήν, ἐκεῖνος μὲν ὑπὸ τοῦ ἀδελφοῦ μήτε ἀδικηθέντος μήτε εὐεργετηθέντος κατέπεσεν, οὗτος δὲ ὑπὸ τούτων ἀνῃρεῖτο, οὓς ἐξαρπάσαι τῶν μυρίων ἠπείγετο κακῶν, καὶ δι' οὓς πάντα ἔπασχεν ἅπερ ἔπαθεν.
 [01043]  [7.8] Ὥστε ὅταν ἀκούσῃς ὅτι τὸν ἀδελφιδοῦν πέμπει πρὸς τὸν χιλίαρχον, βουλόμενος ἑαυτὸν ἐξαρπάσαι τῶν κινδύνων, καὶ ὅταν ἐπικαλῆται Καίσαρα, καὶ ὅταν εἰς τὴν Ῥώμην σπεύδῃ, μὴ νομίσῃς ἀνανδρείας εἶναι τὰ ῥήματα.
000-00-00 Serial Number=0081189692
De paenitentia [1] Ante [Go Back]  
 [00201]  Τοῦτο τοίνυν καὶ ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0327762127
De profectu evangelii Ante [Go Back]  
 [00320]  ὃν τρόπον καὶ αὕτη ἡ Χαναναία οὐ μόνον αὐτὴ παῤῥησίας ἀπέλαυσε καὶ μυρίων ἐγκωμίων, ἀλλὰ καὶ τὸ θυγάτριον τῶν ἀφορήτων ἴσχυσεν ἐξαρπάσαι δεινῶν.
000-00-00 Serial Number=0807710350
De sacerdotio Ante [Go Back]  
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0646369100
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00043]  διόπερ ἀμφότερα ποιῆσαι πειράσομαι, καὶ τοῦ θανάτου δεῖξαι τὴν ἀσθένειαν, καὶ τοῦτον τῆς κατηγορίας ἐξαρπάσαι ταύτης.
000-00-00 Serial Number=0482382596
De sanctis martyribus [1] Ante [Go Back]  
 [00125]  Εἶτα δεικνὺς ὅτι οἱ τὰς εὐθύνας τῶν ἁμαρτημάτων ἑαυτοὺς ἀπαιτοῦντες ἐνταῦθα, δικάζοντες αὐτῶν τοῖς πλημμελήμασι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπίπτοντες, δυνήσονται ἐξαρπάσαι τῆς μελλούσης ἑαυτοὺς ψήφου τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαραιτήτου, προσέθηκε λέγων·
000-00-00 Serial Number=0355872869
De studio praesentium Ante [Go Back]  
 [00122]  ∆εδεμένῳ παρεκάθισεν, ἐν ἁλύσει παρεμυθήσατο, τὴν ἀπὸ τῶν ἀναγκαίων χρειῶν παραμυθίαν εἰσήγαγε, τοὺς ἐπιβουλεύοντας ἀνέστειλεν, εἰς θάνατον ἑαυτὴν ἐξέδωκεν, ὥστε τὸν ἅγιον ἐκεῖνον ἀπαγόμενον ἐξαρπάσαι περιστάσεων.
000-00-00 Serial Number=0278309762
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [01277]  Εἰ γὰρ αὐτὸς Θεὸς ὢν, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, καὶ σταυρὸν κατεδέξατο, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινε δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς χειραγωγῆσαι ὁδόν;
 [01395]  Εἰπὲ δή μοι, εἴ τινα εἶδες ἀπαγόμενον δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἐξαρπάσαι τῶν τοῦ δημίου χειρῶν·
 [03787]  Ἀλλ' ὅμως, οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη δύναται ἐξαρπάσαι ἡ ἐντολή.
 [05520]  Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ' ἡμῶν πληγὰς διαφυγεῖν.
 [06295]  Καὶ εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν, δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ·
 [06939]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
 [09000]  Τοῦτο τοίνυν ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον.
 [09151]  οὗτος δὲ ὑπὸ τούτων ἀνῄρητο, οὓς ἐξαρπάσαι τῶν μυρίων ἠπείγετο κακῶν, καὶ δι' οὓς πάντα ἔπασχεν, ἅπερ ἔπαθεν.
 [09999]  οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι;
 [09999]  Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος ἴσασιν ἐξαρπάσαι θανάτου.
000-00-00 Serial Number=0819775939
Epistulae Ante [Go Back]  
 [00205]  Καταμαθὼν τοίνυν, δέσποτά μου τιμιώτατε, τοῦ νοσήματος τὴν φύσιν, ἐξαρπάσαι αὐτὸν τοῦ κλυδωνίου πειράθητι, τῇ τῆς ἀῤῥωστίας βλάβῃ τὴν ἀπὸ τῆς ἐπιστήμης τῆς σῆς ἐπιτειχίσας δύναμιν, δι' ἧς πολλοὺς πολλάκις κινδυνεύσαντας ὑπὸ τοιούτων κυμάτων ὑποβρυχίους γενέσθαι τοῦ ναυαγίου ταχέως ἀπήλλαξας.
 [02347]  τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν δαιμόνων ὁπλιζομένων, στῆναι γενναίως, καὶ ἐξαρπάσαι τοὺς μετ' ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς, καὶ διεγηγερμένης, τοῦτο μυρίων στεφάνων ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα.
000-00-00 Serial Number=0456546843
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
000-00-00 Serial Number=0200225830
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05631]  Μίαν πόλιν ὅλην ἐξαρπάσαι κινδύνων προσκρουσασάν μοι ζητεῖς.
000-00-00 Serial Number=0694713771
In Acta apostolorum Ante [Go Back]  
 [07249]  οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι;
 [07273]  Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος δύνανται ἐξαρπάσαι θανάτου.
 [09999]  Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο.
000-00-00 Serial Number=0972175241
In Eutropium Ante [Go Back]  
 [00049]  ἡ δὲ Ἐκκλησία ἡ τῆς ὀργῆς τῆς σῆς ἀπολαύσασα τῆς ἀκαίρου, πανταχοῦ παρατρέχει, τῶν δικτύων σε ἐξαρπάσαι βουλομένη.
 [00135]  Μὴ τοίνυν φλεγμαινέτω τις, μηδὲ δυσχεραινέτω, ἀλλὰ μᾶλλον δεηθῶμεν τοῦ φιλανθρώπου Θεοῦ, δοῦναι αὐτῷ προθεσμίαν ζωῆς, καὶ τῆς ἀπειλουμένης ἐξαρπάσαι σφαγῆς, ὥστε αὐτὸν ἀποδύσασθαι τὰ πεπλημμελημένα, καὶ κοινῇ προσέλθωμεν τῷ φιλανθρώπῳ βασιλεῖ, ὑπὲρ τῆς Ἐκκλησίας, ὑπὲρ τοῦ θυσιαστηρίου, ἕνα ἄνδρα τῇ τραπέζῃ τῇ ἱερᾷ χαρισθῆναι παρακαλοῦντες.
000-00-00 Serial Number=0044514954
In Isaiam Ante [Go Back]  
 [02136]  οὐδὲ γὰρ ἐτόλμα ὁλοκλήρου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι, διὰ τὸ προλαβόντα τὸν Θεὸν δεῖξαι ἀσύγγνωστα ἁμαρτάνοντας.
000-00-00 Serial Number=0550823450
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02982]  Πρῶτον μὲν γὰρ οὐ δι' ἑαυτὸν ταῦτά φησιν, ἀλλ' ἑτέρους ἐξαρπάσαι βουλόμενος τῆς παρ' ἐκείνων ἐπαχθείας·
 [05446]  Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰκὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ' ἱκανὸς καὶ ἐκ μέσης καμίνου τῆς καιομένης ἐξαρπάσαι.
 [05448]  Οὕτως ἐστὶ δυνατὸς, ὥστε μετὰ τὸ ἐμπεσεῖν πάλιν ἡμᾶς ἐξαρπάσαι τῆς φλογός·
 [09999]  μετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν, ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε.
000-00-00 Serial Number=0549415052
In illud Vidua eligatur Ante [Go Back]  
 [00038]  πόσην δύναται καταλῦσαι ὀργὴν, καταλλάξαι τὸν ∆εσπότην τοῖς ἀνίατα νενοσηκόσιν, ἐξαρπάσαι τιμωρίας ἀφορήτου, ψυχὴν βαφεῖσαν τῷ τῶν ἁμαρτημάτων ῥύπῳ τῆς κηλῖδος ἐκπλῦναι ἐκείνης, καὶ πρὸς τὴν ἄκραν ἀγαγεῖν καθαρότητα;
 [00075]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι·
000-00-00 Serial Number=0938588977
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00965]  δὸς χρήματα, καὶ πολλά κις, δυνάμεθα ἐξαρπάσαι σε τῶν ἐπικειμένων κακῶν.
000-00-00 Serial Number=0803721011
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00256]  Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ' ἡμῶν πληγὰς διαφυγεῖν.
 [00269]  ἀλλ' εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»