Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁμαρτάνοντες [73]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁμαρτάνοντες


000-00-00 Serial Number=0303153157
Ad Eudoxiam i Ante [Go Back]  
 [00048]  Πρὸς μέντοι τὸ πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, τοὐναντίον ἐγώ γε φαίην ἄν, ὡς οὐδείς ἐστι κυρίως σοφός, εἰ μὴ μόνος ὁ χάριν σοφίας παρὰ Θεοῦ εἰληφώς, πῶς δὲ καὶ ἁμαρτάνοντες οὐ γινώσκομεν, ἀπαραλογίστου πᾶσι τοῦ τῆς συνειδήσεως κριτηρίου τυγχάνοντος;
000-00-00 Serial Number=0808905423
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00109]  Εἰ γὰρ καὶ τούτων ἐπικειμένων οὐ διαλιμπάνομεν ἁμαρτάνοντες, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ πρὸς τρυφὴν καὶ ἀργίαν ἀνῆκεν ἡμᾶς ὁ Θεός;
 [00205]  εἶδες πῶς ἅπαντα πράττει καὶ πραγματεύεται ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνοντες δυνηθῶμεν πραοτέραν τῆς ὀφειλομένης ὑποστῆναι τὴν κόλασιν, ἢ καὶ ἀπαλλαγῆναι τέλεον;
000-00-00 Serial Number=0485679388
Ad populum Antiochenum Ante [Go Back]  
 [01236]  οὕτω καὶ οἱ ἁμαρτάνοντες, ἂν μὴ διαπαντὸς σωφρονῶσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον ἀπὸ τῆς διορθώσεως τῶν δύο καὶ τριῶν ἡμερῶν.
 [02306]  Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφελοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων·
 [02566]  Πολλοὺς γοῦν πολλάκις ἰδόντες ἐφ' ἑτέραν τρέχοντας διακονίαν, ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν οἱ ἁμαρτάνοντες, καὶ ἄλλων ἄλλα πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι.
 [03783]  τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν ἐπιεικεστέρων τινὰ οἰκετῶν ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ.
 [03846]  κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν·
000-00-00 Serial Number=0560765207
Adversus Judaeos Ante [Go Back]  
 [02698]  Μὴ τοίνυν μηδὲ ἐπὶ τούτῳ, μηδὲ ἐπ' ἄλλῳ πονηρεύματι συγχαίρωμεν, κἂν πολλοὶ ὦσιν οἱ ἁμαρτάνοντες, ὥστε ἐκπομπεύειν αὐτοὺς καὶ λέγειν, ὅτι πολλοὶ, ἀλλ' ἐπιστομίζωμεν καὶ κατέχωμεν.
000-00-00 Serial Number=0956784606
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01462]  Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις.
000-00-00 Serial Number=0092395842
De Lazaro Ante [Go Back]  
 [01007]  Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα ὑπὸ τοῦ Θεοῦ, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται.
 [01014]  Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθῃ διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ τῇ φαντασίᾳ καὶ περιφανείᾳ, καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντας δεινὸν, δι' αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται.
 [01175]  Τί δήποτε τὰ αὐτὰ ἁμαρτάνοντες, οὐ τὰ αὐτὰ πεπόνθασιν;
000-00-00 Serial Number=0152053833
De libello repudii Ante [Go Back]  
 [00221]  Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων.
000-00-00 Serial Number=0261104763
De mutatione nominum Ante [Go Back]  
 [00585]  Καὶ γὰρ μεγάλα ὀνίνησι τοῦτο τὴν ζωὴν τὴν ἡμετέραν, εἰ γίνοιτο παρὰ πάντων, εἰ καὶ ἐλέγχοιμεν τοὺς ἁμαρτάνοντας, καὶ ἁμαρτάνοντες φέροιμεν τοὺς ἐλέγχους εὐκόλως·
000-00-00 Serial Number=0007377267
De paenitentia [1] Ante [Go Back]  
 [00107]  διὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες.
 [00263]  ὅτι οὐ μόνον οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ εἰς ἐπιζήτησιν τῶν πεπλανημένων ἔρχεται καὶ τῶν διασεσωσμένων μᾶλλον ἐπὶ τῇ τούτων εὑρέσει χαίρει, μήτε ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτε ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν, ἀλλὰ καὶ κατορθοῦντες, φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν.
 [00271]  δεικνὺς ὅτι οὐχ οὕτως οἱ ἁμαρτάνοντες ὡς οἱ μὴ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασίν εἰσι θρήνων ἄξιοι.
 [00928]  ∆ιὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα, ἵνα οἵ τε κατορθοῦντες, οἵ τε ἁμαρτάνοντες τὰ μέγιστα ἐκ τούτων κερδάνωσιν.
 [01669]  οὕτω τῶν ἐν τῷ νόμῳ πταισάντων οἱ ἐπὶ τῆς χάριτος ἁμαρτάνοντες ἀφορητοτέραν ὑποστήσονται τὴν κόλασιν.
000-00-00 Serial Number=0735783875
De prophetiarum obscuritate Ante [Go Back]  
 [00634]  Ἀλλ' ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν.
000-00-00 Serial Number=0086391687
De sacerdotio Ante [Go Back]  
 [00777]  Κἂν γὰρ μηδὲν αὐτοὶ ζημιωθῶσιν, ἀλλ' ἀκεραίαν μείνωσι τὴν ἁγιωσύνην φυλάττοντες, οὐκ ἐλάττονα δώσουσι λόγον ὑπὲρ ὧν ἐσκανδάλισαν ψυχῶν ἢ εἰ εἰς ἀλλήλους ἁμαρτάνοντες ἔτυχον.
000-00-00 Serial Number=0114585340
De virginitate Ante [Go Back]  
 [00472]  [23] ∆ιὰ τί οἱ τὰ αὐτὰ ἁμαρτάνοντες οὐ τὰ αὐτὰ κολάζονται.
 [00483]  Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαρρῶμεν ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα.
000-00-00 Serial Number=0727453113
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05512]  Εἰ μὲν γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι, μὴ ἐγενόμεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν ὁ Θεός·
 [05682]  ὡς, ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ὄφελος ἡμῖν ἔσται τῶν καθαρσίων.
 [05765]  Ναὶ, φησὶ, πόσοι εἰσὶν ἁμαρτάνοντες καὶ παῤῥησιαζόμενοι;
 [05849]  Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς ὅσας φέρομεν ἁμαρτάνοντες;
 [05919]  Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς·
 [05975]  Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα παρὰ τοῦ Θεοῦ, ἀνθ' ὧν τιμωρεῖσθαι ὠφείλομεν, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται.
 [06619]  κἂν ἐκείνων διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν·
 [08947]  ∆ιὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες.
 [09999]  Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν.
000-00-00 Serial Number=0984003603
Expositiones in Psalmos Ante [Go Back]  
 [02695]  Τίνος ἕνεκεν ἀεὶ ἁμαρτάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες;
 [04458]  Τίνος ἕνεκεν ἀεὶ ἁμαρτάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες;
000-00-00 Serial Number=0366390705
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00603]  Οὐ γὰρ οὕτω πρὸς τὸ ἁμαρτεῖν σφοδρὸς ὁ διάβολος, ὡς πρὸς τὸ μὴ συνιδεῖν τὸ ἁμάρτημα, ἵνα ἐπιμένωμεν ἁμαρτάνοντες Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου.
 [02512]  καὶ ὡς οὐδὲ ἐκ τῆς περιτομῆς ὄφελός τι ἕξουσιν ἁμαρτάνοντες εἰς Θεόν.
000-00-00 Serial Number=0450613678
In Acta apostolorum Ante [Go Back]  
 [00346]  Πλὴν ὥσπερ οἱ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες, τῶν κατηχουμένων κατὰ τοῦτο μᾶλλον κολάζονται, οὕτως οἱ εἰδότες, ὅτι μετανοίας ἐστὶ φάρμακα, καὶ μὴ θέλοντες αὐτοῖς κεχρῆσθαι, χαλεπώτερα ὑποστήσονται.
 [04082]  εἰ δὲ ἁμαρτάνοντες οὐ κολαζόμεθα, μᾶλλον τρέμειν ὀφείλομεν.
 [09999]  Ἄρα πολλῷ τῶν δαιμονώντων χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες.
000-00-00 Serial Number=0441291928
In Isaiam Ante [Go Back]  
 [00458]  Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ' ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα.
000-00-00 Serial Number=0926715672
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00370]  Πόσοι εἰσὶν ἁμαρτάνοντες, καὶ παῤ ῥησιαζόμενοι;
000-00-00 Serial Number=0535568953
In Psalmum 118 Ante [Go Back]  
 [00437]  ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ.
000-00-00 Serial Number=0201135576
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01416]  Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ ἁμαρτάνοντες ἀναισθήτως ἐπλημμέλησαν.
 [01491]  Ταῦτ' οὖν καὶ ἡμεῖς ἐννοοῦντες, μηδέποτε μηδενὸς καταφρονῶμεν, μηδέποτε ἁμαρτάνοντες ἀπογινώσκωμεν·
 [03475]  Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, ἑαυτοὺς τιμωρησόμεθα ἁμαρτάνοντες.
 [07862]  Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν, τιμωρεῖσθαι, πηροῦν ὑμῶν τὰ σώματα·
000-00-00 Serial Number=0665556312
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02464]  καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες δίκην τίσουσι ὄλεθρον αἰώνιον·
 [02499]  Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον ἡμεῖς οἱ πλείονα ἁμαρτάνοντες καὶ ἐπὶ μείζοσι κεκλημένοι, τὰ ἀνήκεστα ὑπομενοῦμεν.
 [06211]  Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.
 [09999]  Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ-έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ-νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ-61.275 ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ-νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;
000-00-00 Serial Number=0076432288
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02815]  Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες·
000-00-00 Serial Number=0868889809
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00834]  Μᾶλλον ἐμοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες.
 [03541]  Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς·
000-00-00 Serial Number=0103760898
In epistulam ad Colossenses Ante [Go Back]  
 [00787]  Οὕτω δὴ καὶ οἱ ἁμαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁμαρτάνειν κακὸν, καὶ καθ' ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούμενοι, οὐ θέλουσιν εἰδέναι, καίτοι τοῦ συνειδότος αὐτῶν ἐπιλαμβανομένου.
000-00-00 Serial Number=0499916673
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02962]  εἰ ᾔδειμεν ὅτι πάλιν ἔστιν ἀπολούσασθαι τὰ ἁμαρτήματα, ἆρα ἂν ἐπαυσάμεθα ἁμαρτάνοντες;
 [04790]  Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν.
 [05926]  οὕτω καὶ οἱ ἁμαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥμαρτον.
000-00-00 Serial Number=0196642220
In epistulam ad Romanos Ante [Go Back]  
 [01270]  Ὥστε ὅσῳ ἂν συνετώτεροι ὦμεν ἢ δυνατώτεροι, τοσοῦτον κολαζόμεθα μᾶλλον ἁμαρτάνοντες.
 [01311]  Ὅταν μὲν γὰρ λέγῃ, ὅτι κολάζεται καὶ ὁ Ἰουδαῖος καὶ ὁ Ἕλλην ἁμαρτάνοντες, οὐ δεῖται λογισμῶν·
 [01954]  Ὅταν δὲ λέγῃ Παῦλος, Ἵνα πᾶν στόμα φραγῇ, οὐ τοῦτό φησιν, ὅτι διὰ τοῦτο ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα, ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτάνοντες τοῦτο αὐτό.
 [03389]  Εἰ γὰρ διὰ τοῦτο μείζων ἐφάνη ἡ χάρις, φησὶν, ἐπειδὴ μεγάλα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δειχθῇ·
 [04454]  οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἀλλ' ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς·
 [04593]  Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες;
000-00-00 Serial Number=0888386965
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00476]  Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα δὲ ἕτερον καὶ περιφανῆ πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικάζοντες, οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν, πῶς ἐκπεσούμεθα πάσης συγγνώμης.
000-00-00 Serial Number=0154888570
In illud Vidi dominum Ante [Go Back]  
 [01148]  Ἐπειδὴ γὰρ οὐδένα τῶν ἀνθρώπων οὕτως ἀποστρέφονται καὶ μισοῦσιν οἱ ἁμαρτάνοντες ὡς τὸν ἐλέγχειν μέλλοντα, καὶ προφάσεως ἐπιλαβέσθαι ἐπιθυμοῦσιν ὥστε ἀποπηδῆσαι καὶ τὴν ἐπιτίμησιν διαφυγεῖν, δεῖ οὖν κατέχειν αὐτοὺς τῇ πραότητι καὶ τῇ ἐπιεικείᾳ.
000-00-00 Serial Number=0267676234
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00191]  Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεὺς, ἀλλ' ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες.
000-00-00 Serial Number=0379935801
In secundum domini adventum Ante [Go Back]  
 [00087]  Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾶτε, ὅσας ὑποφέρομεν ἁμαρτάνοντες;
 [00105]  ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καίτοι χείρονα ἁμαρτάνοντες, πῶς ἂν ἔχοι τοῦτο λόγον μὴ τῶν αὐτῶν πλημμελημάτων τὰς αὐτὰς εἶναι δίκας;
000-00-00 Serial Number=0128789425
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00247]  Εἰ γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι μὴ ἐγινόμεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν·
000-00-00 Serial Number=0312831581
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00237]  Οὕτω γὰρ ἁμαρτάνοντες, φησίν, εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»