Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀσφάλειαν [140]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀσφάλειαν


000-00-00 Serial Number=0675616205
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00068]  [47.397] Ὅταν γὰρ τὴν ἐκτῆς ὑπακοῆς ἀσφάλειαν μὴ ἐθελήσωμεν ἑαυτοῖς πορίσασθαι, μηδὲ τὰ προστεταγμένα ποιεῖν, ὥστε ἀπαλλάξαι τοῦ φόβου τῶν μελλόντων τὸν λογισμὸν, βαρυνόμενοι τῷ συνειδότι καὶ ἀγχόμενοι, καὶ τὸν πολὺν τῶν κειμένων κολάσεων φόβον ἀποῤῥῖψαι σπουδάζοντες, εἰς ἕτερον ἑαυτοὺς καταβάλλομεν βάραθρον, ἀπιστοῦντες τοῖς κολαστηρίοις ἐκείνοις.
000-00-00 Serial Number=0313403487
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00686]  [47.449] οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμοὺς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πληγαῖς.
 [00931]  Μετὰ δὲ τούτων καὶ ἑτέραν πάλιν τούτων ἀκριβεστέραν ἀσφάλειαν ἐπενόησαν.
000-00-00 Serial Number=0919023573
Ad populum Antiochenum Ante [Go Back]  
 [01893]  μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ' ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν.
 [02345]  οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν.
 [04168]  τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν.
 [04474]  Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι.
 [04598]  ∆ιάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν.
 [04944]  ἡ δὲ καλύβη τοῦ Ἀβραὰμ εὐτελὴς καὶ μικρὰ, καὶ οὐδεμίαν ἔχουσα ἀσφάλειαν·
 [05798]  Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς γινόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐ [49.208] μενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0982717514
Ad viduam juniorem Ante [Go Back]  
 [00088]  Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ συνήθειαν ἐπιζητεῖς καὶ δόξαν τὴν δι' αὐτὸν καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά σε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ.
 [00180]  Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι' ἐκεῖνόν σοι γεγενημένην καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς, «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.».
000-00-00 Serial Number=0837473094
Adversus Judaeos Ante [Go Back]  
 [00900]  ∆ιὰ τοῦτο φθάνουσιν αὐτοῦ τὰς ἐπιβολὰς πρὸ πολλοῦ τοῦ χρόνου, πᾶσαν πανταχόθεν ἐπινοοῦντες ἀσφάλειαν.
 [01199]  Σήμερον γὰρ ἠκροβολισάμεθα πρὸς αὐτοὺς, μόνον τοσοῦτον εἰπόντες, ὅσον ἤρκει πρὸς ἀσφάλειαν τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις, μᾶλλον δὲ καὶ πολλῷ πλέον.
000-00-00 Serial Number=0073194146
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01179]  οἱ δὲ ὥσπερ ἐν σκότῳ βαθεῖ λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφάλειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ' ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα;
000-00-00 Serial Number=0153567612
Catecheses ad illuminandos Ante [Go Back]  
 [00182]  «Ὁ γὰρ ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι' αὐτῶν θάνατος ἀναβῇ.
 [00641]  [4.17] Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
000-00-00 Serial Number=0987337351
Commentarius in Job Ante [Go Back]  
 [04259]  πῶς οὖν τὰ παιδία καίτοι οὐκ ἔχοντα τὴν ἀπὸ τῶν ποδῶν ἀσφάλειαν ἄνευ φόβου ἐστίν;
000-00-00 Serial Number=0948857725
De Anna i Ante [Go Back]  
 [01042]  καὶ ὅτι χρησιμώτατον ἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει πανταχοῦ καὶ ἀσφάλειαν·
 [01242]  Καὶ γὰρ ἡδονὴν καὶ ἀσφάλειαν, καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ χρηστὰς ἐλπίδας, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν παρὰ τοῖς πένησιν εὑρήσει τις μᾶλλον, ἢ παρὰ τοῖς πλουτοῦσι.
000-00-00 Serial Number=0613307834
De Davide et Saule Ante [Go Back]  
 [00697]  Ἡ τὸν Γολιὰθ κατενεγκοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαντας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανάγουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά.
000-00-00 Serial Number=0160423815
De Lazaro Ante [Go Back]  
 [02426]  Ὅσον οὖν καταβῇς, πλείονα ἀσφάλειαν εὑρίσκεις.
000-00-00 Serial Number=0335176945
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00042]  Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης.
000-00-00 Serial Number=0050114334
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00154]  Τοῖς μὲν οὖν ἄκροις τὴν ἀρετὴν ἀπὸ τῆς ταπεινοφροσύνης ἀσφάλειαν διὰ τούτων τῶν λόγων ἐμηχανήσατο·
000-00-00 Serial Number=0125211835
De cruce et latrone i Ante [Go Back]  
 [00297]  Ὁρᾷς ἕκαστον τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον;
000-00-00 Serial Number=0427690327
De cruce et latrone ii Ante [Go Back]  
 [00370]  Ὁρᾷς ἕκαστον τῶν δικαίων τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον;
000-00-00 Serial Number=0374441862
De diabolo tentatore Ante [Go Back]  
 [00585]  Ὅταν δὲ λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος.
000-00-00 Serial Number=0659126222
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00006]  Τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ πατέρες συνεχέστερον ἡμᾶς διδάσκειν ἐπιτρέπουσιν, ἵνα τὴν ἐν τῷ διδάσκειν ἀσφάλειαν ἐκ τῆς τοῦ λόγου μελέτης ταχεῖαν ἡμῖν προσποιησώμεθα.
000-00-00 Serial Number=0367756248
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00677]  Καὶ λοιπὸν τὰ διηγήματα καὶ ὁ φόβος ὁ τοῦ πατρὸς καὶ αἱ ἐπαγγελίαι, καὶ μετὰ τούτων ὁ παρὰ τοῦ Θεοῦ κείμενος μισθὸς καὶ ὅσων ἀπολαύσονται οἱ σώφρονες ἀγαθῶν, πολλὴν αὐτῷ παρέξει τὴν ἀσφάλειαν.
000-00-00 Serial Number=0741316855
De jejunio [1] Ante [Go Back]  
 [00040]  Μνημόσυνον ἡμῖν καταλέλοιπε πρὸς ἀσφάλειαν βίου καὶ πολιτείας, τάχα διὰ τούτου γινομένου καὶ μυστήριόν τι ἐντεινόμενος.
000-00-00 Serial Number=0559782982
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00051]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην πᾶσαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῆς τῶν δαιμόνων ἐξήρπασε χειρός, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
 [00811]  Οὐδὲν γὰρ ἄλλο κατασκευάζων τοῦτο ἐποίει ἢ ἀσφάλειαν ἑαυτῷ καὶ τὸ μὴ ταχέως τοῖς αὐτοῖς περιπεσεῖν.
 [00965]  Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω βασιλέως, ἀλλὰ τὸν σταυρὸν τοῦ ἄνω Χριστοῦ, καὶ προηγοῦνται οὐκ ἄνθρωποι, ἀλλ' ἄγγελοι, καὶ εἰς τιμὴν τοῦ βασταζομένου καὶ εἰς ἀσφάλειαν τοῦ φέροντος.
000-00-00 Serial Number=0974440753
De mutatione nominum Ante [Go Back]  
 [00473]  Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν.
 [01005]  καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων.
000-00-00 Serial Number=0057798982
De paenitentia [1] Ante [Go Back]  
 [00931]  Ὅταν γὰρ τῶν αὑτοῦ πολὺ βελτιόνων πολλοὺς καταπεσόντας ἴδῃ, τῷ φόβῳ τῆς ἐκείνων πτώσεως σωφρονιζόμενος, ἐναγώνιος ἔσται πάντοτε, καὶ πολλὴν περὶ ἑαυτὸν ἐπιδείξεται τὴν ἀσφάλειαν·
 [01098]  οὐ μόνον δὲ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ ἐλπίδας χρηστὰς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν, ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν.
 [01867]  κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν.
000-00-00 Serial Number=0013229668
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00041]  παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων·
000-00-00 Serial Number=0967921495
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00023]  Τὴν βοήθειαν, τὴν ἀσφάλειαν, τὴν σκέπην, τὴν συμμαχίαν, τὸ ἀχείρωτον τῆς βοηθείας.
000-00-00 Serial Number=0328394353
De prophetiarum obscuritate Ante [Go Back]  
 [00120]  Ἵν' οὖν οἱ Ἰουδαῖοι μὴ σαφῶς ἀκούσαντες παρὰ τὴν ἀρχὴν, διαχειρίσωνται τοὺς λέγοντας ταῦτα, τῇ δυσκολίᾳ τῆς ἑρμηνείας ἀπέκρυψαν τὰς προῤῥήσεις, καὶ πολλὴν ἀσάφειαν κατέχεαν τῶν πραγμάτων, τῇ ἀσαφείᾳ τῶν λεγομένων τοῖς λέγουσι παρασκευάζοντες ἀσφάλειαν.
000-00-00 Serial Number=0510830760
De pseudoprophetis Ante [Go Back]  
 [00120]  Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους.
000-00-00 Serial Number=0359456599
De regressu Ante [Go Back]  
 [00139]  [22] Ταύτην αἰτοῦμαι παρ' ὑμῶν τὴν ἀσφάλειαν, ὑπὲρ ταύτης χάριν αἰτῶ, ἵνα ὁ Θεὸς τὰς εὐχὰς τὰς ὑμετέρας δεξάμενος καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν τὴν ἀφθονίαν ὑμῖν χαρίσηται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0063273907
De sacerdotio Ante [Go Back]  
 [00673]  Ὥσπερ γὰρ δέον ἀμφοτέρωθεν λυμήνασθαι τῆς Ἐκκλησίας τὴν ἀσφάλειαν ἢ ὥσπερ οὐκ ἀρκούσης τῆς προτέρας προφάσεως ἐκκαῦσαι τοῦ Θεοῦ τὴν ὀργήν, οὕτω τὴν δευτέραν συνῆψαν, οὐχ ἧττον οὖσαν χαλεπήν·
 [00902]  Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογία δέδεικται καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν.
 [00943]  Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείω τῶν σαρκικῶν περὶ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι, νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα παρεχόμενοι.
 [00981]  ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους.
 [01102]  Οὐ πρὸς δογμάτων δὲ μόνον νόθων τε ἀνατροπὴν καὶ γνησίων ἀσφάλειαν ἐπιτήδεια ἡμῖν αὐτοῦ τὰ γράμματα, ἀλλὰ καὶ πρὸς τὸ βιοῦν εὖ οὐκ ἐλάχιστον ἡμῖν συντελεῖ μέρος·
 [01246]  Μεγίστην δὲ ἐν ἅπασι τούτοις ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παρρησίαν καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδὴν καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων.
000-00-00 Serial Number=0890237510
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00019]  Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον·
000-00-00 Serial Number=0531600118
De virginitate Ante [Go Back]  
 [00627]  Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος, ἂν διακεχυμένην λάβῃ ψυχὴν καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὖν ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναρριπίζων ὀφθαλμούς;
 [01414]  οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφίενται κἀν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κινδύνῳ, μεριμνῶσι μή τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται.
000-00-00 Serial Number=0428252041
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00132]  πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονὴν, πόσην δὲ ὠφέλειαν, πόσην δὲ ἀσφάλειαν;
 [01040]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινὸς, οὕτως οὐδὲ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρων διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὔτε παρὰ ἀνθρώποις, οὔτε παρὰ Θεῷ, κἂν μυριάκις τὴν τῆς φύσεως ἐπιθυμίαν προβάλληται.
 [06834]  Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν τὴν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι.
 [09167]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῶν δαιμόνων ἥρπα [63.844] σε τῆς χειρὸς, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
000-00-00 Serial Number=0713577032
Epistula ad abbatem Ante [Go Back]  
 [00174]  οἶδε γὰρ τὸ μέρος τοῦτο παιδεῦσαι τὴν ψυχὴν πρὸς ἀσφάλειαν καὶ ὁδηγῆσαι πρὸς σωτηρίαν, ἵνα μὴ τὰ τῆς αὔριον μεριμνᾷ καὶ φαντάζηται ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς , ἵνα, ὅταν ἔλθῃ ὁ Κύριος ἐπὶ τὴν ψυχὴν ἡμῶν ἐν ὥρᾳ ᾗ οὐκ οἴδαμεν, ἑτοίμους ἡμᾶς εὕρῃ πρὸς τὴν αἰώνιον ἐκείνην καὶ ἀπέραντον ὁδόν.
000-00-00 Serial Number=0619259775
Epistulae Ante [Go Back]  
 [01208]  Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο.
 [02166]  Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο.
 [02449]  Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων.
 [03248]  Τὴν γὰρ ὑγείαν τὴν ὑμετέραν καὶ τὴν ἀσφάλειαν ἡμέτερον εἶναι νομίζομεν πλοῦτον, καὶ εὐφροσύνην, καὶ πολλὴν ἡδονήν.
000-00-00 Serial Number=0554738402
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00638]  Ὅπου γὰρ ἂν ἐμπέσῃς, εἰς ἀσφάλειαν ἐμπίπτεις, ἂν τὰς ἡμετέρας διαφύγοις χεῖρας.».
 [01191]  Στρατιώταις μὲν γὰρ καὶ ὅπλα καὶ τείχη καὶ πύργοι, πρὸς σώματος ἀσφάλειαν χρήσιμα μόνον, καὶ τοῦτο οὐκ ἀεὶ οὐδὲ διὰ παντός, ἀλλ' ἔστιν ὅτε καὶ ἡττᾶται ἅπαντα ταῦτα καὶ ἐρήμους τῆς αὐτῶν προστασίας τοὺς καταφεύγοντας ἀφίησιν.
000-00-00 Serial Number=0978221953
Expositiones in Psalmos Ante [Go Back]  
 [00711]  Οὕτω γὰρ πλείονα καρπώσῃ τῶν ἐν ταῖς ἐρήμοις ἀσφάλειαν, οὐκ ἐν τῇ τῶν βλαπτόντων φυγῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν ὠφελούντων κοινωνίᾳ.
 [03926]  καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν;
 [05689]  καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν;
 [06251]  Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἐν συμποσίοις ὁ διάβολος ἐφεδρεύει μέθην καὶ ἀδηφαγίαν ἔχων αὐτῷ συμμαχοῦσαν, καὶ γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην, μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν ἀσφάλειαν, καὶ κοινῇ μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἀναστάντας ἀπὸ τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ.
000-00-00 Serial Number=0455513000
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00749]  ὅτι οὐκ ἐπ' ἀσφάλειαν ἤλπισαν, Ἐπικατάρατος ἄνθρωπος ὁ ἐλπίζων ἐπ' ἄνθρωπον.
 [03529]  ἢ ἀσφάλειαν ἐπαγγέλλεται τὸ πρόσωπόν μου.
 [03536]  Περιττὰ γὰρ ἦν τὰ τῆς τιμῆς ἐπαγγελλόμενα, εἰ μὴ καὶ τὴν ἐνταῦθα ἀσφάλειαν ὑπέσχετο·
 [03697]  Οὐ γὰρ ἔχουσιν ἀσφάλειαν.
 [05122]  Ὃν γὰρ τρόπον ἐκτήσω σὺ νῦν ἀσφάλειαν τῇ τῆς νομῆς παραδόσει ποιησάμενος, οὕτως ἔσται καὶ μετὰ τὴν ἐπάνοδον.
 [05683]  Τουτέστι, τὴν δύναμίν σου, ἢ τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0467914760
Fragmenta in Job Ante [Go Back]  
 [00333]  καὶ καθάπερ τις μηχανὰς τείχεσι προσάγων, τὸν πολεμούμενον παρακρούεται, κλέπτων πολυτρόποις ἐπιβουλαῖς τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0035384774
In Acta apostolorum Ante [Go Back]  
 [00111]  Ἵνα γὰρ ἔχῃς, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
 [03728]  Ὥστε οὐ τὴν ἀσφάλειαν ἐζήτουν τὴν αὐτῶν μόνον, ἀλλὰ [καὶ] τὸ μὴ καταισχυνθῆναι, ἀλλὰ τὸ ἐν παῤῥησίᾳ φθέγγεσθαι.
 [06127]  Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο.
 [06940]  ἐπεὶ ἐκεῖνα καὶ πρὸς οἰκοδομὴν καὶ πρὸς ἀσφάλειαν τῶν ἔνδον.
 [09999]  Οὐκ ἔχει τὴν ἀμεριμνίαν τῆς τροφῆς ὁ πένης, ἀλλ' ἔχει τὴν ἑτέραν ἀμεριμνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν, τὴν ἄδειαν.
 [09999]  Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται.
000-00-00 Serial Number=0706448853
In Eutropium Ante [Go Back]  
 [00040]  Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν.
000-00-00 Serial Number=0010334253
In Heliam et viduam Ante [Go Back]  
 [00025]  Καθάπερ γὰρ σκόπελοί τινες ὑψηλοὶ περιβεβλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς πεπλανημένους κατὰ τὸ πέλαγος τῇ λαμπηδόνι τοῦ φωτὸς πρὸς τὴν τοῦ λιμένος χειραγωγοῦσιν ἀσφάλειαν·
 [00028]  τοὺς οὖν ἐν τῇ βαθυτάτῃ νυκτὶ κατὰ τὸ πέλαγος τῆς φιλαργυρίας πλανωμένους, καὶ γίνεσθαι μέλλοντας ὑποβρυχίους, πρὸς τὴν παρ' ἑαυτῶν καλοῦσιν ἀσφάλειαν, τὸ τῆς φιλανθρωπίας διαπαντὸς καιόμενον ἔχουσαι πῦρ, καὶ διασώζουσαι τὸ τῆς ἐλεημοσύνης ἄσβεστον φῶς.
 [00112]  ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν ἑαυτῶν ἀσφάλειαν προδιδόασιν.
000-00-00 Serial Number=0834945142
In Isaiam Ante [Go Back]  
 [00215]  Ὅταν γὰρ μηδεὶς ὁ βοηθῶν ᾖ, τότε ἀνάγκη συγκεκλεῖσθαι, τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν μόνην ἐκδεχομένους.
 [01023]  Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἑτέραν μεγάλην ἀσφάλειαν ἀναιρήσειν ἀπειλεῖ, τοὺς τὰ ἄριστα βουλεύειν εἰδότας, οἳ τῶν ὅπλων οὐκ ἐλάττονα εἰσφέρουσιν εὐεργεσίαν ταῖς πόλεσιν.
 [01528]  Καὶ ἐχαράκωσα, τουτέστιν, ἰσχυρὰν τὴν ἀσφάλειαν ἐποιησάμην.
 [01613]  [5.4] Ταῦτα δὲ καὶ νῦν τολμώμενα ἴδοι τις ἂν παρὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων, οἳ τὰς γειτνιάσεις ἐπινοοῦσιν οὐκ εἰς ἀσφάλειαν, ἀλλ' εἰς ἐπιβουλὴν τῶν πλησίον, καθάπερ πῦρ ὁδῷ βαδίζον, οὕτω τοὺς ἐκ γειτόνων πάντας ἐπινεμόμενοι.
 [01963]  Καὶ πάλιν τὴν βοήθειαν αὐτοῦ βουλόμενος καὶ τὴν ἐκ ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων·
 [02596]  οὕτως, ὅταν εἰρήνην καὶ ἀσφάλειαν, τὰ χειροήθη καὶ τιθασσὰ τῶν ζώων καὶ συνεφαπτόμενα τῶν γεωργικῶν ἔργων ἡμῖν ταῦτα πανταχοῦ δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν διακονίαν.
000-00-00 Serial Number=0089811206
In Psalmos 101-107 Ante [Go Back]  
 [00521]  Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐ τῆς.
 [00523]  Ποίαν ἀσφάλειαν, ὦ προφῆτα, ὅπου τοσοῦτον ὕδωρ ὑπόκειται καὶ πέλαγος ἀχανὲς τὸ φέρον ὑπὲρ τῶν νώτων αὐτήν;
 [00526]  Ἐπειδὴ γὰρ ὁ θεμέλιος οὐκ ἀσφαλὴς, ἀλλὰ σφόδρα σαθρὸς ἦν, ἐν αὐτῇ τὴν ἀσφάλειαν ἔθηκεν ὁ ποιήσας.
 [00531]  Τοῦτον τοίνυν ἐπὶ τὴν ἀσφάλειαν θεμελιοῖ τῆς πίστεως, ὅστις οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, δηλαδὴ ἐν τῷ μέλλοντι.
000-00-00 Serial Number=0326616824
In Psalmum 100 Ante [Go Back]  
 [00008]  Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σω τηρίας.
000-00-00 Serial Number=0049488544
In Psalmum 118 Ante [Go Back]  
 [00004]  Μέγα θησαύρισμα καὶ πλοῦτον πνευματικὸν καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός τε τὴν τοῦ Θεοῦ αἴνεσιν καὶ δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν.
000-00-00 Serial Number=0268507659
In catechumenos Ante [Go Back]  
 [00061]  ∆ιὰ τί τοίνυν, ὦ κατηχούμενε, παρορᾷς τῆς ἑαυτοῦ ψυχῆς τὴν ἀσφάλειαν, καὶ τὸν φόβον τοῦ θανάτου παραπεμψάμενος, τὸν χρόνον ὡς ἰσχυρὸν ἀγωνιστὴν ἐπαγγέλλῃ μοι;
000-00-00 Serial Number=0386047482
In catenas sancti Petri Ante [Go Back]  
 [00153]  [166] ρο] μηδὲν περὶ τὴν φυλακὴν καὶ ἀσφάλειαν κατοκλάσαντας·
000-00-00 Serial Number=0897136509
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02122]  Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μηδεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν.
 [02754]  Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα·
 [05103]  ἐπιδιορθούμενος αὐτούς φησι, πολλὰ τὰ χρήματα τὰ ὑφ' ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρημάτων, ἱκανὸν τοῖς πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπεδειξάμεθα τὴν ἀσφάλειαν.
 [05178]  Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει·
 [06371]  Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀποδέχομαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδομένους συμφοραῖς, ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν.
000-00-00 Serial Number=0210243940
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03603]  κρόκη δὲ καὶ στήμων καὶ [61.106] τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν.
 [03623]  καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα·
 [07865]  καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα·
 [09999]  Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατα-σκευάσαι·
 [09999]  Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν.
 [09999]  Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν μόνον καὶ ἀσφάλειαν·
000-00-00 Serial Number=0419298112
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00475]  πόσην δὲ ἀσφάλειαν;
000-00-00 Serial Number=0284506202
In epistulam ad Colossenses Ante [Go Back]  
 [00824]  ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν, καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον [62.318] κάτω.
 [03472]  ∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω·
000-00-00 Serial Number=0399270117
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00226]  τῷ δὲ προσθεῖναι, Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν.
 [00508]  ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν.
 [01422]  Τὸ γὰρ, Ἐφρουρούμεθα, καὶ, Συγκεκλεισμένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν.
000-00-00 Serial Number=0361313820
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01204]  Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν, ἡμῖν εἴρηται, ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῆς ἀκολουθίας.
000-00-00 Serial Number=0243676364
In epistulam ad Philippenses Ante [Go Back]  
 [00049]  Εἶτα καὶ περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων μεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺς εὐκόλως δύνασθαι περιγενέσθαι.
 [00355]  Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἕξεις πολλὴν ἀσφάλειαν.
 [01490]  Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν;
000-00-00 Serial Number=0228607774
In epistulam ad Romanos Ante [Go Back]  
 [07271]  Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον;
 [09999]  κἂν δίκαιος ᾖς, πολλὴν ἀσφάλειαν ἐκεῖθεν καρπώσῃ·
000-00-00 Serial Number=0565256417
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00163]  Παιδευθῶμεν τοίνυν ἀπὸ τῆς χάριτος καὶ εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ διὰ τὴν γενομένην εἰς ἡμᾶς δωρεὰν καὶ διὰ τὴν ἐκ τῆς χάριτος διδασκαλίαν, ὅτι καὶ τῶν προτέρων ἁμαρτημάτων ἀπηλλάγημεν καὶ πρὸς τὰ μέλλοντα κατορθώματα μεγίστην ἔχομεν ἀσφάλειαν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.
000-00-00 Serial Number=0118481874
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00506]  Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐτοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰσήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρονόμους ἐποίησαν, δι' ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφάλειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων;
000-00-00 Serial Number=0456791341
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00174]  Πάντα τοίνυν ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0385405421
In illud Memor fui dei Ante [Go Back]  
 [00203]  Θέλεις γνῶναι καλῆς ἱστορίας ἀσφάλειαν;
000-00-00 Serial Number=0956435740
In illud Ne timueritis Ante [Go Back]  
 [00256]  ἐλθὲ, καὶ μεταβάλλω σε, μεταβάλλω τὴν ἔχθραν εἰς φιλίαν, τὸν κίνδυνον εἰς ἀσφάλειαν·
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0610227108
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00327]  τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων.
000-00-00 Serial Number=0235706031
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00252]  Ἀλλ' ὅμως ὁ Παῦλος καὶ ἀνάγκην οὖσαν ὁρῶν, ἀπώκνει, καὶ τὸ πρᾶγμα ἀφροσύνην ἐκάλει, ἵνα μάθῃς αὐτοῦ τὴν σύνεσιν καὶ τὴν σοφίαν καὶ τὴν πολλὴν ἀσφάλειαν.
000-00-00 Serial Number=0536210179
In illud Vidi dominum Ante [Go Back]  
 [00517]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν.
000-00-00 Serial Number=0291374981
In illud Vidua eligatur Ante [Go Back]  
 [00115]  Ποιείτω μὲν τὰ τῆς χήρας ἔργα, τῆς δὲ τιμῆς ἀξιούσθω τότε, ὅταν πάντα ἐπιδειξαμένη καὶ τὴν ἀπὸ τοῦ χρόνου λοιπὸν ἀσφάλειαν ἔχῃ, καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ τὴν ἔξωθεν μαρτυρίαν.
 [00117]  Καὶ γὰρ καὶ ἀνδράσιν ἐστὶ χρήσιμος, ἵνα καὶ αὐτοὶ στέργωσι τὰς ἑαυτῶν καὶ ἀπελθούσας, καὶ μὴ λεαίνας συγκατοικίζωσι τοῖς παιδίοις, μητρυιὰς ἐπεισάγοντες, καὶ τὴν ἀσφάλειαν τὴν ἑαυτῶν ἅπασαν ἀνατρέποντες.
 [00131]  Παραινοῦμεν δὲ καὶ συμβουλεύομεν καὶ δι' αὐτὴν τῆς οἰκίας τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0493348837
In martyres Aegyptios Ante [Go Back]  
 [00009]  τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν [50.694] χαριζομένην, ἀλλ' ἄνδρας πολλὴν ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ' αὐτῶν τῆς προεδρίας τυχεῖν;
 [00012]  Καὶ τὰ μὲν ἄλλα τὰ παρὰ τῶν ἀνθρώπων γινόμενα μηχανήματα, οἷον τείχη, καὶ τάφροι, καὶ ὅπλα, καὶ στρατιωτῶν πλήθη, καὶ ὅσα πρὸς ἀσφάλειαν τῶν οἰκούντων ἐπινενόηται, δυνατὸν τοῖς ἐχθροῖς ἀποκρούεσθαι ἑτέραις πλείοσι καὶ μείζοσι μηχανῶν ὑπερβολαῖς ταῖς παρ' αὐτῶν·
000-00-00 Serial Number=0172522485
In principium Actorum Ante [Go Back]  
 [00800]  Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφάλειαν ἡ ψιλὴ αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς·
000-00-00 Serial Number=0217215896
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00011]  Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού σης τὴν ἀσφάλειαν;
000-00-00 Serial Number=0023992598
In sanctum pascha [1] Ante [Go Back]  
 [00221]  ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»