Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀποστῆναι [110]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀποστῆναι


000-00-00 Serial Number=0494176209
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00320]  Εἰ γὰρ μὴ δεξαμένῳ τὴν ἐντολὴν προσελθὼν ὁ διάβολος ἀποστῆναι τοῦ Θεοῦ συνεβούλευσε, καὶ τοῦτο εὐκόλως ἂν ἔπεισεν·
 [01381]  ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς.
 [01815]  ἢν δὲ μικρόν τι παρ' ὁτουοῦν πάθωμεν, καταπίπτομεν, ἰλιγγιῶμεν, ἀπαλλαγῆναι καὶ ἀποστῆναι τοῦ βίου σπεύδομεν.
000-00-00 Serial Number=0904964685
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00530]  Οὐκοῦν διὰ τοῦτο μάλιστα ἀποστῆναι τῶν παρόντων δεῖ καὶ μεταγνῶναι ἐπὶ τοῖς προγεγενημένοις καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν.
 [00652]  Ἕως γὰρ ἂν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδ' ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς.
 [00657]  Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.
000-00-00 Serial Number=0377616346
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00572]  Συνεβούλευσε μὲν γὰρ τῶν ἀδελφῶν εἷς, ὥστε ἀποστῆναι τῆς μιαιφονίας ἐκείνης·
000-00-00 Serial Number=0782110095
Ad populum Antiochenum Ante [Go Back]  
 [02317]  Ὅταν γὰρ εἴπῃς, ὅτι ∆υσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν.
 [02541]  Πολλάκις γοῦν τις ἀπέβαλεν υἱὸν, καὶ μυρίων μυρία παρακαλούντων οὐκ ἠνέσχετο τῶν θρήνων ἀποστῆναι καὶ τῆς οἰμωγῆς·
 [03974]  Ἐπελθόντων ποτὲ τῶν πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ.
 [06034]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνόντων αὐτὸν πολλῶν ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, καὶ λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοὺς λίθους ἐξακοντίζοντες, ψηλαφήσας τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας, εἶπεν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου γεγενημένην ὁρῶ, ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα, κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς.
000-00-00 Serial Number=0288782656
Adversus Judaeos Ante [Go Back]  
 [00401]  εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή.
 [00539]  Ἐκεῖνοι γάρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ.
 [00695]  Ἔπειθεν αὐτοὺς ἀποστῆναι περιτομῆς, καταφρονῆσαι Σαββάτων καὶ ἡμερῶν καὶ τῶν ἄλλων τῶν νομίμων ἁπάντων.
 [00884]  ∆ιόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλήν τινα καὶ μεγάλην λαβεῖν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01185]  Εἰ γὰρ φανερῶς εἶπεν, ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως τῆς κατὰ τὴν θυσίαν μανίας ἀποστῆναι·
 [02635]  ἐπόρνευσε, τὴν ἁμαρτίαν εἰργάσατο, οὐδὲ ἀποστῆναι βούλεται τῆς ἀσελγείας, ἀλλὰ καὶ πεφυσίωται, καὶ μέγα φρονεῖ, καὶ ἀνίατον τὸ ἕλκος ἐργάζεται·
000-00-00 Serial Number=0045803547
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00312]  Οὐδὲ γὰρ δὴ τότε τῶν γονέων τις καθάπερ νῦν, ἀλλ' οἱ τὴν ἀκρόπολιν καταλαβόντες, μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες, ἀλλὰ καὶ τούτων αὐτῶν ὁ μιαρώτατος τὸν Σωκράτην καλέσας, ἐκέλευε τῶν ὑπὲρ φιλοσοφίας ἀποστῆναι λόγων.
000-00-00 Serial Number=0631125152
Catecheses ad illuminandos Ante [Go Back]  
 [00326]  Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι.
000-00-00 Serial Number=0243507504
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00095]  Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἀδελφῶν εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ' ἡδέως μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι;
000-00-00 Serial Number=0488818944
De Anna i Ante [Go Back]  
 [00177]  Ἀλλ' ὅμως οὐκ ἔπεισεν αὐτὴν ἀποστῆναι τῆς ἀθυμίας.
 [00362]  ἐβιάσατο καὶ ὑπακοῦσαι τῷ ἱερεῖ, καὶ τῆς εὐχῆς ἀποστῆναι.
000-00-00 Serial Number=0943009138
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00230]  [48] Τοῦτο τοίνυν ὁ μακάριος ἐκεῖνος ἐποίησε καὶ δίκην ἐπέθηκεν αὐτῷ τε πρέπουσαν κἀκεῖνον ἐπιστρέψαι ἱκανὴν εἰ μὴ λίαν ἀναίσθητος ἔτυχεν ὤν, οὐχὶ θερομένῳ αὐτῷ τὸν βασιλέα ἐπισκοτοῦντα ἀποστῆναι ἀξιῶν, ἀλλ' ἀναιδῶς τοῖς ἱεροῖς ἐπιπηδῶντα περιβόλοις καὶ πάντα συγχέοντα καθάπερ τινὰ κύνα καὶ οἰκέτην ἀγνώμονα τῶν δεσποτικῶν ἀπείργων αὐλῶν.
 [00685]  [123] Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν, ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν, οἱ δὲ οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν ἀλλ' ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν ἔνθα καὶ κεῖται νῦν πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς ὁρῶντες ἐν τοῖς ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται προέπεσον τοῖς ἐχθροῖς καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου χωρίου καὶ ὃ τῆς καθ' ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀρραγές, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα, αἰσχυνόμενοι μὲν ἐφ' οἷς συνέθεντο ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς.
000-00-00 Serial Number=0697565019
De Lazaro Ante [Go Back]  
 [00020]  Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι' ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης,
 [00029]  ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησὶν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι·
 [00104]  Καίτοι ἐκεῖνον μὲν καὶ πρὸ τῆς πείρας ἀποστῆναι τῶν παλαισμάτων ἔδει·
 [00201]  Τίνος μὲν οὖν ἕνεκεν ἐν παραβολαῖς ἐλάλει ὁ ∆εσπότης, καὶ τί δήποτε τῶν παραβολῶν τὰς μὲν ἔλυε, τὰς δὲ οὐκ ἔλυε, καὶ τί πότ' ἐστιν ἡ παραβολὴ, καὶ ὅσα τοιαῦτα, εἰς ἕτερον καιρὸν ταμιευσόμεθα, ὥστε μὴ τοῦ κατεπείγοντος ἀποστῆναι λόγου νῦν·
 [01056]  Οὐκ ἔστι δὲ τὸ τυχὸν χαλινῶσαι ἐπιθυμίαν ἄτοπον, παῦσαι κενοδοξίαν, καταστεῖλαι ἀπόνοιαν, τρυφῆς ἀποστῆναι, ἐν σκληραγωγίᾳ διάγειν·
 [01131]  κἂν ἅπαντα ὁμοῦ συνέλθῃ τὰ ἐν ἀνθρώποις κακὰ, τὴν τοῦ φιλοθέου καὶ φιλοσόφου ψυχὴν οὐδέποτε ἐλέγξει, οὐδ' ἀποστῆναι πείσει τῆς ἀρετῆς (καὶ τούτων μάρτυς ὁ Λάζαρος)·
 [02603]  ∆εσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον [48.1047] καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι.
000-00-00 Serial Number=0020017982
De diabolo tentatore Ante [Go Back]  
 [00049]  ἀλλ' ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον·
 [00050]  ἐκεῖ τὸ βραδύτερον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη.
000-00-00 Serial Number=0481797278
De fato et providentia Ante [Go Back]  
 [00259]  Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις.
000-00-00 Serial Number=0246544838
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00010]  ἂν δὲ πέμψῃ μὲν κελεύων ἀποστῆναι τὸ δεινὸν ἡμῶν θηρίον, ἡμεῖς δὲ μετὰ τὸ διασωθῆναι καὶ εἰς τὸν ἴδιον ἀπαχθῆναι φωλεὸν ἀναστάντες μετὰ μυρίων τραυμάτων πάλιν αὐτὸ ζητῶμεν καὶ κρούωμεν καὶ ἀνατρέπωμεν, ὥστε αὐτὸ ἐξαγαγεῖν, οὐκέτι ἡμᾶς ἐλεήσει λοιπὸν οὐδὲ φείσεται·
000-00-00 Serial Number=0189545810
De paenitentia [1] Ante [Go Back]  
 [02364]  ἀμήχανόν με ἀποστῆναι.
000-00-00 Serial Number=0586311936
De prophetiarum obscuritate Ante [Go Back]  
 [00447]  Ἵν' οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν ∆ιαθήκην.
000-00-00 Serial Number=0906206429
De sancta Droside martyre Ante [Go Back]  
 [00052]  Εὐσεβὴς δὲ βασιλεὺς οὐδεὶς οὐδέποτε ἄνδρα ἄπιστον κολάσαι καὶ τιμωρήσασθαι εἵλετο, καταναγκάζων ἀποστῆναι τῆς πλάνης.
000-00-00 Serial Number=0853444338
De virginitate Ante [Go Back]  
 [00613]  Ὅτι τῶν σφόδρα ἀτόπων ἦν Ἰουδαίους μέν οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν ὡς μέλλοντας θείων ἀκούειν λόγων ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας ἀλλὰ καὶ πλείους, ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν.
000-00-00 Serial Number=0978466451
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00038]  Πειθώμεθα τοίνυν καὶ συνάπτωμεν ἑαυτοὺς ἀλλήλοις, κἂν βούληταί τις ἀποστῆναι, μὴ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆμα·
 [00762]  εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι·
 [00939]  Οὐδὲ γὰρ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ ἀμείνονα ἐπιδείξασθαι καλὰ, λέγεται μετάνοια·
 [04101]  κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς ἐποίησεν.
 [04560]  Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν ποθοῦντα ἀποστερηθῆναι·
 [05702]  Εἰ ὁ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἄλλων εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ τῆς οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ' ἡδέως μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑτέρους καὶ ἑαυτοὺς διασῶσαι.
 [05809]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας.
 [05873]  Σκόπει δὲ, εἰ καὶ πῦρ μὴ ἦν, τὸ ἐκ τοῦ Θεοῦ ἀποστῆναι καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις·
 [06854]  Ἐπελθόντων ποτὲ πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ ἦν τοῦ Σαοὺλ οὗτος) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσωνται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ.
000-00-00 Serial Number=0640692592
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00646]  Οὐδὲ τοῦτο αὐτοῖς ἤρκεσεν εἰς τὸ ἀποστῆναι τῆς καθ' ἡμῶν μανίας.
 [00665]  ταῦτα οἶμαι ὑποκνίσαι τὸν Φαρέτριον καὶ τὸν φθόνον τὸν ἐλάσαντα ἡμᾶς ἀπὸ Κωνσταντινουπόλεως οὐδὲ ἐνταῦθα ἡμῶν ἀποστῆναι, ὡς ἔγωγε οἶμαι·
000-00-00 Serial Number=0729636729
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03636]  Ἢ οὐ τοῦτό φησιν, ἀλλ' οὕτως ἐλπίζων εἰς ἄνθρωπον, ὡς ἀποστῆναι τοῦ Θεοῦ.
 [04123]  Καὶ μετὰ ταῦτα μετὰ τὸ τῆς πόλεως ἀποστῆναι τὸν Βαβυλώνιον, συναγαγόντες αὐτοῦ τὰ λείψανα, κατέθεντο ἐπὶ τῷ τόπῳ τοῦ θανάτου.
000-00-00 Serial Number=0673436642
In Acta apostolorum Ante [Go Back]  
 [04353]  Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς;
 [08879]  Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι.
 [09999]  Οὕτω τῷ ἐξ αὐτῶν ἀποστῆναι οἱ μὲν κακολογοῦντες καὶ διαβάλλοντες τὸ δόγμα ἡττῶνται (τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)·
 [09999]  Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατηρηθῆναι τὴν ὑγείαν ἡμῖν.
 [09999]  Οὐ γὰρ δὴ ὑπὲρ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον, ἀλλὰ κἀκείνους παιδεύοντες ἀποστῆναι τοῦ νόμου.
 [09999]  Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ·
 [09999]  ἀποστῆναι ἐκείνους ἔδει διὰ τοῦτο;
 [09999]  ἐπεὶ, εἰ μέλλοιμεν πρὸς τοῦτο μόνον ὁρᾷν, πολλῶν ἔχομεν ἀποστῆναι·
000-00-00 Serial Number=0897639930
In Genesim sermo 3 Ante [Go Back]  
 [00392]  πρὸ τοῦ συζευχθῆναι ἀποστῆναι ἀπὸ σοῦ δυσωπῶ.
000-00-00 Serial Number=0995720983
In Joannem Ante [Go Back]  
 [03193]  Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον.
 [03430]  διὸ τὴν μὲν ἀκρίβειαν ταύτην ἀφίημι, διὰ τὴν ὑμετέραν ἀσθένειαν, ἀξιῶ δὲ μὴ προσηλῶσθαι τοῖς χρήμασιν, ἀλλ' ὥσπερ ἐγὼ τῆς ὑπερβολῆς ἀφίσταμαι τῆς κατὰ τὴν ἀρετὴν διὰ τὴν ἀσθένειαν τὴν τῶν πολλῶν, οὕτω καὶ ὑμᾶς τῆς κατὰ τὴν κακίαν ἀποστῆναι, καὶ πολλῷ πλέον.
000-00-00 Serial Number=0576905072
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00084]  οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν.
000-00-00 Serial Number=0644571066
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02289]  Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ὅπερ ἐστὶν ἀποστῆναι τοῦ νόμου, περιαιρεῖται τὸ κάλυμμα.
 [02511]  Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι;
 [02697]  ἐρωτήσωμεν Ἰουδαίους, ἐρωτήσωμεν Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουμένην ἅπασαν ἀποστῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν μετατάξασθαι πολιτείαν;
 [06053]  ∆ιὸ δέομαι καὶ ἀντιβολῶ στῆναί [61.553] ποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν·
000-00-00 Serial Number=0695418298
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01285]  μενόντων δὲ ὑμῶν ἐν τῇ ἀῤῥωστίᾳ, ἐκλύτου καὶ βαναύσου ψυχῆς ἂν εἴη ἀποστῆναι τῆς μεθοδείας τῆς ἰατρικῆς, καὶ ἀπηνείας καὶ ὠμότητος.
000-00-00 Serial Number=0718840957
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02071]  ὥστε εἰ μετὰ λόγου κρείττονος αὐτὰ κατεῖχον, τοσοῦτον αὐτοῖς ἐντραφέντες χρόνον, οὐκ ἂν αὐτῶν ἀπέστησαν, καὶ μάλιστα ὅτε οὐδὲ ἀκινδύνως ἀποστῆναι ἐνῆν.
 [02747]  Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων·
 [02750]  ∆εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης.
 [03158]  εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι.
 [05515]  εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνηται.
 [06196]  Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί·
 [07433]  Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων.
000-00-00 Serial Number=0308179915
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00066]  Τί γὰρ οὐκ ἔπαθον οὗτοι, ὥστε μὴ ἀποστῆναι τῆς ἀγάπης;
 [00955]  Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν κρατοῦντα ἀποστερηθῆναι.
000-00-00 Serial Number=0998842239
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02442]  Ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι;
000-00-00 Serial Number=0238317668
In epistulam ad Colossenses Ante [Go Back]  
 [00118]  Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκοντα ἀποστῆναι.
000-00-00 Serial Number=0523004174
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00249]  Καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον·
 [01436]  Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ' ἑαυτῷ κατέχῃ.
 [01515]  ∆ιὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν.
 [01954]  ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων·
000-00-00 Serial Number=0847106278
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01939]  Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
 [01945]  Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
 [02868]  Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τοῦτο δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ' ἕτερον·
 [06928]  διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι.
 [07943]  ∆ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν·
 [09675]  ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρμένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι.
000-00-00 Serial Number=0777815104
In epistulam ad Philippenses Ante [Go Back]  
 [02097]  Οὐχ ὡς ἁρπάσας οὖν οὐκ ἀπετίθετο, ἀλλ' ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι δυναμένην, ἔκρυψε.
000-00-00 Serial Number=0964143217
In epistulam ad Romanos Ante [Go Back]  
 [04023]  Εἶδες Παύλου σοφίαν, πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ;
 [07886]  Οἱ γὰρ μηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυμάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸς ἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος αἰῶνος;
 [09060]  Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει καὶ μετὰ τὴν πίστιν τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόμου.
 [09999]  καὶ, Πέπεισμαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡμᾶς χωρίσαι), τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφίλησε, τὴν θανάτου καὶ γεέννης καταφρονήσασαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην (Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν;), τὴν καρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων.
000-00-00 Serial Number=0407295108
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00098]  ποῖος στρατιωτῶν θόρυβος οὕτω ταχέως τῆς ἀσφαλείας ἀποστῆναι ἠνάγκασε·
000-00-00 Serial Number=0258930743
In illud In faciem ei restiti Ante [Go Back]  
 [00425]  Τὸ παντελῶς ἀποστῆναι τοῦ Ἰουδαϊσμοῦ.
 [00452]  Τί τὰ ἔθνη, φησὶν, ἀναγ κάζεις ἰουδαΐζειν, ἵνα τῷ δοκεῖν τῶν ἰδίων ἀντιποιεῖ σθαι μαθητῶν, καὶ προσχήματι τῆς ὑπὲρ τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας.
 [00489]  Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν·
000-00-00 Serial Number=0598249912
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00479]  ∆ιὰ δὴ ταῦτα ἀντιβολῶ, καὶ παραινῶ, καὶ δέομαι, ταύτης ἀποστῆναι τῆς πονηρᾶς συνηθείας.
000-00-00 Serial Number=0585114181
In parabolam Samaritani Ante [Go Back]  
 [00090]  Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην.
000-00-00 Serial Number=0547556043
In principium Actorum Ante [Go Back]  
 [01103]  ὕστερον δὲ τῶν τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.
000-00-00 Serial Number=0078626454
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00162]  Ἰδοὺ γὰρ καὶ ἐνταῦθα δεηθεὶς, ὥστε ἀποστῆναι αὐτοῦ τὰ μυρία δεινὰ καὶ τοὺς ἀντικει μένους, οὐκ ἐπέτυχε τῆς αἰτήσεως·
000-00-00 Serial Number=0667727232
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01772]  μᾶλλον δὲ ἐκεῖνα δυνατὸν ἀποστῆναι, αὐτὸν δὲ οὐδαμῶς προ νοοῦντα, καὶ κηδόμενον.
000-00-00 Serial Number=0040988863
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00231]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας.
000-00-00 Serial Number=0437012076
Precatio in obsessos Ante [Go Back]  
 [00003]  Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ῥῦσαι τὸν δοῦλόν σου τόνδε ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων, ἐπίταξον τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασί τε καὶ δαίμοσιν, ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου τοῦδε, καὶ μὴ ἐμμένειν μηδὲ ἐγκρύπτεσθαι ἐν αὐτῷ.
000-00-00 Serial Number=0889018118
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00152]  Ἀλλ' ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι, τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν.
000-00-00 Serial Number=0050272942
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00227]  Καὶ οὐκ ἀνέχῃ ἀποστῆναι τούτων, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν δοκούντων αὐτῷ;
000-00-00 Serial Number=0702189624
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01393]  Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»