Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύοντες [91]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύοντες


000-00-00 Serial Number=0972256601
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00395]  Ἐξετάσωμεν, εἰ δοκεῖ, τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς ἐπιθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς εἶναι νομίζουσιν, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντες καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ' ἀφιπταμένων ὀνείρου ταχύτερον·
000-00-00 Serial Number=0464497924
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00670]  καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.
000-00-00 Serial Number=0342693388
Ad populum Antiochenum Ante [Go Back]  
 [01973]  Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἐχούσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρεγενόμεθα, μηδὲν τῶν ἡμετέρων κατορθώσαντες ἐλαττωμάτων, τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως;
 [05161]  Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν ἀπαγομένους, οὐκ ἤλγησαν, οὐκ ἐκοινώνησαν τῆς ἀθυμίας·
 [05418]  Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν;
 [05856]  ἐκεῖνοι προφητειῶν οὐ μετασχόντες, ἡμεῖς δὲ συνεχοῦς ἀπολαύοντες διδασκαλίας καὶ πολλῆς τῆς χάριτος.
000-00-00 Serial Number=0080848694
Adversus catharos Ante [Go Back]  
 [00042]  Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι;
000-00-00 Serial Number=0435657680
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01035]  Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους·
000-00-00 Serial Number=0600906014
Catecheses ad illuminandos Ante [Go Back]  
 [00711]  ∆ιὸ παρακαλῶ καὶ τῶν συνθηκῶν ἐπὶ τῆς διανοίας τὴν μνήμην ὑμᾶς ἀεὶ περιφέρειν καὶ πᾶσιν οἷς ἐπετάξασθε, ταῖς πομπαῖς λέγω ταῖς διαβολικαῖς καὶ ταῖς ἄλλαις πάσαις μεθοδείαις τοῦ πονηροῦ, τούτων διηνεκῶς φεύγειν τὴν λύμην καὶ τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἀκεραίους διαφυλάττειν ἵνα τῶν πνευματικῶν τούτων δείπνων συνεχῶς ἀπολαύοντες καὶ ὑπὸ τῆς ἐντεῦθεν τροφῆς νευρούμενοι ἀχείρωτοι γένησθε ταῖς τοῦ διαβόλου μηχαναῖς.
000-00-00 Serial Number=0603635132
Commentarius in Job Ante [Go Back]  
 [02690]  οἱ σοφοὶ καὶ εἰρήνης ἀπολαύοντες ἐκγόνοις παραδιδόντες οὐδὲ πόλεμον ὑπέμειναν οὐδὲ μάχην εἶδον οὐδὲ ἀνάστατοι γεγόνασιν, ἀλλ' ἔστησαν γενναίως καὶ ἀνδρείως καὶ περιεγένοντο καὶ ἐκράτησαν ἰσχύος καὶ δυνάμεως μεγέθους πολλῆς ἀπολαύοντες εἰρήνης.
000-00-00 Serial Number=0537525415
De Anna i Ante [Go Back]  
 [01176]  Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
000-00-00 Serial Number=0597121656
De Christi divinitate Ante [Go Back]  
 [00273]  μᾶλλον δὲ ἡμεῖς ἡμᾶς αὐτοὺς ἐξετάσωμεν, τίνες μέν ἐσμεν θείας ἀπολαύοντες διδασκαλίας, τίνες δὲ ἐπὶ πλεῖον ταύτης ἀποστερούμενοι τῆς ὠφελείας τυγχάνομεν.
000-00-00 Serial Number=0772031665
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00218]  ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργασάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων.
000-00-00 Serial Number=0373705447
De Lazaro Ante [Go Back]  
 [00868]  ἀλλ' ὄντως ἀγαπητὸν, εἰ καὶ διηνεκοῦς ταύτης ἀπολαύοντες τῆς θεραπείας, δυνηθείημεν σωθῆναί ποτε.
 [01010]  Ὅτι γὰρ οἱ μακροθυμίας ἐνταῦθα ἀπολαύοντες συνάγουσιν ἑαυτοῖς ὁλόκληρον ἐκεῖ τὸ κακὸν, ἐὰν μὴ μετανοήσωμεν, ἄκουσον τί φησιν ὁ Παῦλος·
 [01127]  νυνὶ δὲ τῶν ἐν πενίᾳ ζώντων ἐσχάτῃ πολλοὶ διηνεκῶς εὐχαριστοῦσιν, ἕτεροι δὲ, ἀπολαύοντες πλούτου καὶ τρυφῆς, οὐ διαλιμπάνουσι βλασφημοῦντες·
 [01229]  Τὰ μὲν γὰρ ἐκεῖ ἔχουσιν, ἀμοιβῆς ἀπολαύοντες·
 [02719]  Μὴ κάλει ταῦτα ἁπλῶς ἀγαθὰ, ἄνθρωπε, ἐννοῶν ὅτι ταῦτα μὲν ἐδόθη παρὰ τοῦ ∆εσπότου, ἵνα τῆς συμμετρίας ἀπολαύοντες, τὴν σύστασιν ἔχωμεν τῆς ζωῆς, καὶ τὴν ἀσθένειαν διακρατῶμεν τοῦ σώματος·
000-00-00 Serial Number=0626972675
De fato et providentia Ante [Go Back]  
 [00529]  οὕτω καὶ ἐπὶ τῶν ἀγαθῶν, οἱ μὲν ἐνταῦθα ἀπολαύοντες τιμῆς, καὶ μένοντες πονηροὶ, ἐφόδιον κολάσεως ἔχουσι τὴν τιμήν.
 [00638]  Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες.
000-00-00 Serial Number=0379805267
De futurae vitae deliciis Ante [Go Back]  
 [00161]  Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι' ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ' αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενοι [51.354] καὶ τῇ αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν·
000-00-00 Serial Number=0520904660
De jejunio [1] Ante [Go Back]  
 [00100]  Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0086314976
De mutatione nominum Ante [Go Back]  
 [00286]  Οἶδα ὅτι πολλάκις φειδόμενος ὑμῶν πρὸ τοῦ τέλους κατέλυσα τὸν λόγον, καὶ κατεβόησαν ἡμῶν οἱ ψυχὴν ἀκόρεστον ἔχοντες, οἱ συνεχῶς μὲν τῶν θείων ἀπολαύοντες ναμάτων, οὐδέποτε δὲ ἐμπιπλάμενοι, οἱ Μακάριοι ἐκεῖνοι, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ τὰς παρὰ τούτων καταβοήσεις φοβηθεὶς πάλιν προῆλθον μέχρι πολλοῦ τὴν διδασκαλίαν ἐκτείνων, καὶ διὰ τοῦτο αἰτίαν ὑπέμενον.
 [01029]  ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα ἕξουσιν, εἰπέ μοι;
000-00-00 Serial Number=0861458540
De paenitentia [1] Ante [Go Back]  
 [01242]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται.
000-00-00 Serial Number=0809404314
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00269]  Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι, καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπολαύοντες στεφάνων.
000-00-00 Serial Number=0082937598
De sacerdotio Ante [Go Back]  
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0097725928
De sanctis martyribus [2] Ante [Go Back]  
 [00087]  σαφῶς γὰρ αὐτοὶ μόνοι εἴσονται, οἱ διὰ τῆς πείρας ταύτης ἀπολαύοντες.
000-00-00 Serial Number=0984696388
De studio praesentium Ante [Go Back]  
 [00060]  ἀλλὰ πάντες τῆς αὐτῆς ἰσοτιμίας ἀπολαύοντες, κοινὴν ἀναφέρομεν τὴν θυσίαν, κοινὴν τὴν προσφοράν·
000-00-00 Serial Number=0217278659
De virginitate Ante [Go Back]  
 [00074]  Ἕλληνας μὲν γὰρ εἰ καὶ τὰ τῆς γεέννης ἐκδέχεται δεινά, ἀλλ' ὅμως τὸ γοῦν ἐνταῦθα καρποῦνται ἡδὺ γάμοις ὁμιλοῦντες καὶ χρημάτων ἀπολαύοντες καὶ τῆς ἄλλης ἀνέσεως τῆς βιωτικῆς.
000-00-00 Serial Number=0776550889
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01946]  ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες διδασκαλίας, ποίαν ἐλπίδα σωτηρίας ἕξουσιν;
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
 [06004]  οὕτως οἱ μετὰ τοῦ μηδὲ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν.
 [08684]  Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι, οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οἱ ἀναξίως τὰ ἔσχατα πείσονται.
000-00-00 Serial Number=0515177071
Epistula ad Cyriacum Ante [Go Back]  
 [00416]  Καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες καὶ δόξης καὶ τιμῶν πολλάκις ἑαυτῶν ἐπηράσαντο τῇ ζωῇ, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι πολλῶν ἑαυτοὺς μακαριωτέρους εἶναι ἐνόμισαν.
000-00-00 Serial Number=0487469912
Epistulae Ante [Go Back]  
 [00071]  ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος.
 [00093]  Οὕτω γὰρ, κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ταύτης συνεχῶς ἀπολαύοντες τῆς παραμυθίας.
 [00180]  Τὰ γὰρ μεγάλα σου δῶρα, τὸ γνήσιόν σου καὶ θερμὸν τῆς διαθέσεως, οὗ διηνεκῶς ἀπολαύοντες, ἐντρυφῶμεν ἀεὶ τῇ μνήμῃ τῆς σῆς ἀγάπης.
 [02426]  Οὐ τοίνυν ὡς προσδεομένοις τῆς ἐντεῦθεν παρακλήσεως ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ ἐκ τοσούτου διαστήματος ἀγάπης παρὰ τῆς ἐμμελείας ὑμῶν ἀπολαύοντες.
 [02495]  Καὶ ταῦτα λέγω οὐχ ἕλκων σε ἐνταῦθα κἂν μυριάκις αὐτὸς θέλῃς πολλῶν γὰρ ἅπαντα πολέμων ἐμπέπλησται, καὶ τοῦτο εἴσῃ διὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' ἵνα μάθῃς ὅτι οὐδὲ ἡμεῖς, καίτοι γε ἡσυχίας καὶ ἀπραγμοσύνης πολλῆς ἀπολαύοντες, ἀλύπως δυνάμεθα εἶναι ἐνταῦθα τῆς σῆς κεχωρισμένοι τιμιότητος, καὶ τοῦτο μαθὼν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, μὴ μόνον διὰ τῶν παρ' ἡμῶν ἐκεῖσε ἐρχομένων, ἀλλὰ καὶ διὰ τῶν ἐκεῖθεν ἁπτομένων τῆς ὁδοῦ καὶ τῆς ἐνταῦθα ἀφίξεως.
 [02860]  Ἡμεῖς γὰρ τὴν ὁδὸν ἅπασαν ἀπραγμόνως καὶ μετὰ ἀσφαλείας διανύσαντες ἐν τῇ Κουκουσῷ διατρίβομεν, ἐντρυφῶντες [52.712] τῇ ἡσυχίᾳ τοῦ χωρίου, καὶ τῇ ἀπραγμοσύνῃ, καὶ πολλῆς ἀπολαύοντες θεραπείας τε καὶ εὐνοίας.
 [03319]  Τῆς γὰρ ἐν ἄλλῳ καιρῷ ἐλεημοσύνης ἡ νῦν παρεχομένη πολλῷ πλείονα παρέχει τὴν ἀμοιβὴν, ὅσῳπερ ἐν χαλεπωτέρῳ χειμῶνι καὶ ζάλῃ καθεστήκασιν οἱ δεόμενοι λαβεῖν, οὐ τῆς εἰωθυίας ἀπολαύοντες ἀφθονίας.
 [03543]  Καὶ γὰρ ταύτης ἀπολαύοντες τῆς ἑορτῆς ἑορτὴν γὰρ ἐγὼ τοῦτο τίθεμαι, καὶ πανήγυριν, καὶ πολλῆς ἡδονῆς ὑπόθεσιν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας, καὶ τοῦ φόβου, καὶ τῆς ἀγωνίας ληψόμεθα.
000-00-00 Serial Number=0693577230
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00754]  Ἐπεὶ οὖν τοῦτο τοῦτον ἔχει τὸν τρόπον, καὶ πολλοὶ τῷ πλούτῳ περιρρεόμενοι τὸν βίον ἀβίωτον ἐνόμισαν εἶναι, ἕτεροι δὲ πενίᾳ συζῶντες ἐσχάτῃ πάντων εὐθυμότεροι διετέλεσαν, καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες καὶ δόξης καὶ τιμῆς πολλάκις αὐτῶν ἐπηράσαντο τὴν ζωήν, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι πολλῶν ἑαυτοὺς μακαριωτέρους εἶναι ἐνόμισαν οὐδὲ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ὡς ἐν τῇ γνώμῃ ἀνθρώπων τὰ τῆς εὐθυμίας·
000-00-00 Serial Number=0643797755
Expositiones in Psalmos Ante [Go Back]  
 [02696]  Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες·
 [02697]  νῦν δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυμένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συνήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδείκνυσθε τὴν ἐπιείκειαν·
 [02779]  Οἱ καθ' ἑκάστην προφητῶν ἀπολαύοντες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλλετε διδάσκαλοι εἶναι;
 [03384]  Ὅταν γὰρ μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν.
 [04459]  Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες·
 [04460]  νῦν δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυμένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συνήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδείκνυσθε τὴν ἐπιείκειαν·
 [04542]  Οἱ καθ' ἑκάστην προφητῶν ἀπολαύοντες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλλετε διδάσκαλοι εἶναι;
 [05147]  Ὅταν γὰρ μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν.
000-00-00 Serial Number=0275008738
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00122]  ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν·
000-00-00 Serial Number=0373258114
In Acta apostolorum Ante [Go Back]  
 [09999]  φιλήσωμεν αὐτὸν θερμότητι ψυχῆς, ἵνα, τῆς παρ' αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωμεν τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0790363014
In Genesim sermones Ante [Go Back]  
 [00814]  ∆ιὸ καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας φθεγγόμεθα τῆς ἐκεῖθεν ἀπολαύοντες ῥοπῆς, καὶ τὴν ὑπόσχεσιν ὑμῖν ἀποδιδόαμεν.
000-00-00 Serial Number=0340989232
In Heliam et viduam Ante [Go Back]  
 [00252]  ἡμεῖς [51.347] δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες;
000-00-00 Serial Number=0470787823
In Isaiam Ante [Go Back]  
 [00458]  Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ' ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα.
000-00-00 Serial Number=0173860312
In Joannem Ante [Go Back]  
 [01590]  ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ' ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι.
 [05778]  ἀλλ' ὑπὸ τὴν ἕω καὶ ὑπὸ τοιοῦτον ὄροφον σκιᾶς ἀπολαύοντες καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ' ἀποκναίοντες;
000-00-00 Serial Number=0474738061
In Psalmos 101-107 Ante [Go Back]  
 [00469]  Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος.
 [01624]  Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι καὶ τὰ μεγάλα διαπερῶντες πελάγη δια φερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες·
000-00-00 Serial Number=0279319167
In Psalmum 100 Ante [Go Back]  
 [00254]  Εἰς ἐκείνην γὰρ μόνον οἱ δίκαιοι ἀναπαύονται, ἀπολαύοντες τῆς αἰωνίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς καὶ ὑμᾶς πάντας ἀπολαῦσαι εὐαρεστήσαντας αὐτῷ, ὁσίως πολιτευσαμένους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
000-00-00 Serial Number=0931432784
In Psalmum 118 Ante [Go Back]  
 [00215]  Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχά νοντες λογίοις, τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης·
000-00-00 Serial Number=0215021133
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02386]  καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι.
 [02680]  Καὶ πῶς τοσαύτης δόξης ἀπολαύοντες μένομεν ἐν θνητῷ σώματι;
 [03228]  Μακάριοι καὶ τρισμακάριοι [61.473] καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων·
 [05561]  Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον·
 [07100]  Νῦν μὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαμεν, καὶ διεῤῥύημεν, καὶ μυρίων τὴν Ἐκκλησίαν ἐνεπλήσαμεν κακῶν·
000-00-00 Serial Number=0331968486
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01354]  Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ' οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες, οἱ διακόνοις κεχρημένοι πολλοῖς καὶ ἀφάτου θεραπείας ἀπολαύοντες.
 [02004]  Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν.
 [03920]  Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπολαύοντες.
 [04134]  Ἀλλ' ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς.
 [05933]  αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν, [61.160] Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν·
 [07554]  Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται.
 [08448]  ἀλλ', Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο·
 [08620]  Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις;
 [09618]  Ἐπειδὴ γὰρ μυρίας παρα-μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα-βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν·
000-00-00 Serial Number=0015489221
In epistulam ad Colossenses Ante [Go Back]  
 [02953]  Εἰ γὰρ πατρὸς ἀπολαύοντες καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, μόλις διασώζονται·
000-00-00 Serial Number=0049338639
In epistulam ad Ephesios Ante [Go Back]  
 [05831]  πλὴν ἀλλ' ἐὰν πεισθῆτέ μοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγματος ἀπολαύοντες ὠφελείας, τότε τὸ κέρδος εἴσεσθε·
000-00-00 Serial Number=0132055521
In epistulam ad Romanos Ante [Go Back]  
 [00969]  Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσμου τὴν κατὰ φύσιν τέθεικεν ἡδονὴν, ἧς ἠδύναντο μετὰ ἀδείας πλείονος ἀπολαύοντες καὶ μείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης·
000-00-00 Serial Number=0018609464
In epistulam ad Titum Ante [Go Back]  
 [01197]  Εἰ γὰρ [62.694] οἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόμενα κακὰ καὶ ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο, ἀλλὰ μυρία καινὰ εἰργάζοντο·
000-00-00 Serial Number=0892333865
In illud Domine non est in homine Ante [Go Back]  
 [00013]  Ὥσπερ γὰρ οἱ διαπαντὸς εὐκολίας ἀπολαύοντες, χαυνότεροι γίνονται·
000-00-00 Serial Number=0858501971
In illud Memor fui dei Ante [Go Back]  
 [00054]  Ἐπειδὴ οὖν τοιαύτης χάριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ ∆αυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐφρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν.
000-00-00 Serial Number=0635473728
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00274]  ∆ιπλοῦν [51.218] γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλ γειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μό νον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον.
000-00-00 Serial Number=0965630233
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00018]  ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀσχολίας ἔχοντες τῆς ἐκείνου, καὶ πρὸς τὰ ὀνόματα τῶν ἐπιστολῶν ξενιζόμεθα, καὶ ταῦτα καθ' ἑκάστην κυριακὴν ἐνταῦθα συλλεγόμενοι, καὶ θείας ἀπολαύοντες ἀκροάσεως.
000-00-00 Serial Number=0929445386
In principium Actorum Ante [Go Back]  
 [00784]  Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες·
000-00-00 Serial Number=0362645924
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00241]  Πάντων δὲ τούτων ἀπαλλαγέντες, καὶ καθ' ἑαυτοὺς γενόμενοι κατὰ τὴν ἑσπέραν, καὶ πολλῆς ἀπολαύοντες ἡσυχίας, συγκροτῶμεν ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν.
000-00-00 Serial Number=0526606321
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00327]  Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.
 [00373]  ὥσπερ οἴκοι καθήμενοι καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετ' ἀδείας ἀνύσαντες, ἐφ' ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα·
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»