Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀποδημίας [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀποδημίας


000-00-00 Serial Number=0929283679
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
 [00264]  Ὁ διάπυρος ἐραστὴς τοῦ Χριστοῦ Παῦλος, ὃς οὕτως ἐτρώθη τούτῳ τῷ πόθῳ, ὥστε στένειν μὲν ἐπὶ τῇ μελλήσει καὶ διατριβῇ τῆς ἐνθένδε ἀποδημίας·
 [00269]  ∆ιὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε·
000-00-00 Serial Number=0341097355
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00671]  Εἰ μὲν γὰρ μὴ πολλὴν ἐποιήσω σπουδὴν, μηδὲ ἀποδημίας ἐστείλω μακρὰς, ὥστε συγγενέσθαι ἀνδράσιν ἁγίοις καὶ ἱκανοῖς τὰ τοιαῦτα λύειν δεσμὰ, ἴσως ἄν τις ἠπόρησε τῶν πολλῶν, οὐ σφόδρα τῆς αἰτίας οὔσης ἐναργοῦς, δι' ἣν τοσοῦτον εἴασε χρόνον·
 [00921]  ἀπὸ δὲ τῆς ἀποδημίας αὐτοῦ ποιησώμεθα τοῦ λόγου τὴν ἀρχὴν, πρότερον ἐκεῖνο ἐξετάσαντες, πόσον ἡ τῶν Χαλδαίων γῆ τῆς Παλαιστίνης ἀφέστηκεν, ἢ ποία τις ἦν ἡ τῶν ὁδῶν κατασκευὴ, πῶς τοῖς ἀνθρώποις τὰ τῆς ἐπιμιξίας τῆς πρὸς ἀλλήλους διέκειτο, τίς ὁ τῆς πολιτείας τρόπος ἦν.
 [01315]  Οὐ γάρ ἐστιν ἴσον ἐν ἰδιωτικῇ τραφέντα οἰκίᾳ, καὶ πολλοὺς μὲν μόχθους, πολλὰς δὲ ἀποδημίας καὶ ταλαιπωρίας ὑπομείναντα πλάνας ἀνέχεσθαι μακρὰς, καὶ τὰ τῆς ἀλλοτρίας ὑπομένειν τε κακὰ, καὶ μηδὲ εἰς βραχεῖα
000-00-00 Serial Number=0094853103
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00008]  ἀλλ' ἑνὶ ἱδρυμένοι χωρίῳ, χωρὶς ὀργάνων καὶ φαρμάκων καὶ σιτίων καὶ ποτῶν καὶ χρημάτων καὶ μακρᾶς ἀποδημίας, τὴν νόσον ἀπελαύνομεν ταύτην.
000-00-00 Serial Number=0803495526
Ad populum Antiochenum Ante [Go Back]  
 [00343]  τὰ γὰρ ἑαυτοῦ πάντα ἐπλήρωσε, συνέλεξε τὰ χρήματα, ἀπέθετο, λαβὼν ἀπῄει, τῆς ἀποδημίας ἥψατο, τὸ δὲ ναυάγιον λοιπὸν οὐ τῆς αὐτοῦ γνώμης γέγονεν.
 [00992]  Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέντος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται·
 [00993]  οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς [49.51] ἀγῶνας ἀποδυσώμεθα.
 [01977]  Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ' ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία.
 [03328]  Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ' εἰς ἀποδημίας τάχος ἐπιτηδειότερον ἄνθρωπος ἵππου·
 [04868]  καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆφον, ἀλλ' εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο.
 [05943]  Οὐκ ἔδεισε τὴν ὥραν τοῦ ἔτους, καὶ θέρος παρὰ πάντα γέγονε τῆς ἀποδημίας τὸν καιρόν·
000-00-00 Serial Number=0955339253
Catecheses ad illuminandos Ante [Go Back]  
 [01039]  Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγενομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε τοῦτον ἐκ τῆς μακρᾶς ἀποδημίας;
000-00-00 Serial Number=0103995085
De Anna i Ante [Go Back]  
 [00039]  Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους.
 [00611]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δαπάνης, καὶ μεσιτῶν, ἀλλ' ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται.
000-00-00 Serial Number=0532966554
De Lazaro Ante [Go Back]  
 [01623]  Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν·
000-00-00 Serial Number=0558735251
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00031]  οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους, καὶ ὁμοζύγους μετὰ παίδων καταλιμπάνοντες, ὀλίγων ἕνεκα κερδῶν τὴν ξένην ἀσπάζονται.
000-00-00 Serial Number=0730879843
De decem millium talentorum debitore Ante [Go Back]  
 [00003]  Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν πρὸς ὑμᾶς, οὕτω διάκειμαι τήμερον·
000-00-00 Serial Number=0903594017
De eleemosyna [1] Ante [Go Back]  
 [00216]  Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα·
000-00-00 Serial Number=0005507648
De eleemosyna [3] Ante [Go Back]  
 [00214]  Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα·
000-00-00 Serial Number=0777098298
De fato et providentia Ante [Go Back]  
 [00616]  Εἰ τὸν διυλισμένον οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος διαλαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου;
000-00-00 Serial Number=0417831719
De gloria in tribulationibus Ante [Go Back]  
 [00006]  Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ.
 [00007]  Οὕτω καὶ στρατιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος.
 [00182]  οἱ δὲ πολλὰ καὶ μακρὰ διαβάντες πελάγη, καὶ μυρίων κυμάτων κατατολμήσαντες, καὶ ναυαγίων συνεχῶν ἀνασχόμενοι, μετὰ τοῦ θαῤῥεῖν ἅπτονται τῆς τοιαύτης ἀποδημίας·
000-00-00 Serial Number=0066615343
De jejunio et eleemosyna Ante [Go Back]  
 [00012]  ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ.
000-00-00 Serial Number=0094812810
De paenitentia [1] Ante [Go Back]  
 [00008]  Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν.
000-00-00 Serial Number=0024075389
De resurrectione mortuorum Ante [Go Back]  
 [00115]  Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ' ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας·
000-00-00 Serial Number=0382222712
De sacerdotio Ante [Go Back]  
 [00040]  Ὅταν οὖν με τῇ γῇ παραδῷς καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς·
000-00-00 Serial Number=0307475567
De sancta Droside martyre Ante [Go Back]  
 [00025]  οὐ περὶ τῆς αἰσθητῆς ὁδοῦ διαλεγόμενος, ἀλλὰ περὶ τῆς ἐντεῦθεν ἀποδημίας.
000-00-00 Serial Number=0220132530
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00027]  Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκτυπώμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοὶ, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾷν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν.
000-00-00 Serial Number=0354415059
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00117]  Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα [50.533] τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ·
000-00-00 Serial Number=0522307217
De virginitate Ante [Go Back]  
 [01428]  Τί δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους;
 [01433]  Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διὰ παντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά.
000-00-00 Serial Number=0743911505
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02585]  Εἰ γὰρ οἱ τὸν διυλισμένον οἶνον πίνοντες, ἐν μέμψει, τί ἂν εἴποιμεν πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος λαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου;
000-00-00 Serial Number=0590756357
Epistula ad Cyriacum Ante [Go Back]  
 [00683]  Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν καὶ τοῦ μίσους τοῦ συγγενικοῦ καὶ τῆς πράσεως καὶ τῆς τῶν βαρβάρων δεσποτείας καὶ τῆς μακρᾶς ἀποδημίας καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς ἁλύσεως καὶ τοῦ μακροῦ χρόνου καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον εἶναί φημι·
000-00-00 Serial Number=0452748656
Epistulae Ante [Go Back]  
 [00162]  Καὶ τοῦτο τῆς ἀγάπης τῆς σῆς, τῆς μεμεριμνημένης ψυχῆς τῆς σφοδρῶς περὶ ἡμᾶς διακειμένης, τὸ μὴ μόνον ἀποστεῖλαι τὸ πολυάρχιον, ἀλλὰ καὶ σκοπῆσαι ὅπως ἂν γένοιτο χρήσιμον, προσθεῖναί τε αὐτῷ τό τε νάρδινον, καὶ τὸ γλεύκινον ἔλαιον, διορθοῦντα αὐτοῦ τὴν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ξηρότητα.
 [00267]  εἰ δὲ μὴ δυνατὸν, τοῖς γοῦν κυρίοις μου τιμιωτάτοις καὶ εὐγενεστάτοις τοῖς περὶ Μαρκελλιανὸν συντυχὼν διαλέχθητι, ὥστε αὐτῇ εἴ ποτε ἐπιστέλλοιεν, ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὡς οὐκ ἐῤῥᾳθυμηκότων, οὐδὲ τὸν μεταξὺ χρόνον σεσιγηκότων, ἀλλ' ὑπὸ τῆς μακρᾶς αὐτῆς ἀποδημίας κωλυθέντων συνεχέστερον ἐπιστέλλειν πρὸς αὐτήν.
 [00360]  ἀλλ' ἐπειδὴ καὶ ταχύτητος καὶ πολλῆς δεῖται τῆς ἀγρυπνίας τὰ ἐκεῖσε πράγματα, ὥστε μὴ πολὺν ἐν τῇ ὁδῷ διατριβῆναι χρόνον, καὶ τὸν χειμῶνα ἐπιστάντα ἀποκλεῖσαι αὐτῷ τὴν ὁδὸν, παρακαλοῦμέν σου τὴν τιμιότητα αὐτόν τε ῥαΐσαντα ἐπεῖξαι ἀπελθεῖν, τόν τε γλυκύτατον καὶ ποθεινότατον Ἰωάννην τὸν πρεσβύτερον παρασκευάσαι συνεφάψασθαι τῆς ἀποδημίας αὐτῷ.
 [00374]  Καὶ γὰρ καὶ τῆς ἀποδημίας αὐτῆς οὐ μικρὸν ἕξεις μισθόν·
 [00375]  εἰ δὲ τῆς ἀποδημίας, πολλῷ μᾶλλον εἰ τῶν ἔργων ἅψαιο, καὶ σπουδὴν πολλὴν ἐπιδείξαιο.
 [00376]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [00381]  ἀλλὰ ῥᾳΐσας, ἐντεῦθεν ἤδη τῆς ἀποδημίας ἅψασθαι παρακλήθητι, μηδὲν φροντίζων τῶν χρειῶν ἕνεκεν.
 [00392]  Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας.
 [00412]  Ὥσπερ γὰρ τῆς ἀποδημίας ἕνεκεν οὐδὲν ἐγκαλοῦμεν.
 [00526]  ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν, ὅτι καὶ τὴν λειπομένην ἡμῖν παραψυχὴν τῆς ἀποδημίας τῆς σῆς καὶ ταύτην ἀφῃρήμεθα.
 [00591]  Ἀλλὰ καὶ τῆς ὥρας τοῦ ἔτους τοῦτο ἐπιτρεπούσης, καὶ τῆς ἀποδημίας δι' ὀλίγου σοι γινομένης οὐ γὰρ πολλῷ διειργόμεθα τῷ μέσῳ, ὅμως ἑλκύσαι σε ἐνταῦθα οὐκ ἂν ἑλοίμην, διὰ τὸν τῶν Ἰσαύρων φόβον.
 [00612]  Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας.
 [00782]  Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην ἀποδιδόντες ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας.
 [00945]  Ἐπειδὴ δὲ ἔγνων, ὅτι βουλεύῃ περὶ ἀποδημίας, καὶ μεταστῆναι ἐκεῖθεν βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι.
 [01332]  Καὶ γὰρ καὶ τῆς ἀποδημίας αὐτῆς οὐ μικρὸν ἕξεις μισθόν·
 [01333]  εἰ δὲ τῆς ἀποδημίας, πολλῷ μᾶλλον εἰ τῶν ἔργων ἅψαιο, καὶ σπουδὴν πολλὴν ἐπιδείξαιο.
 [01334]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [01339]  ἀλλὰ ῥᾳΐσας, ἐντεῦθεν ἤδη τῆς ἀποδημίας ἅψασθαι παρακλήθητι, μηδὲν φροντίζων τῶν χρειῶν ἕνεκεν.
 [01350]  Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας.
 [01370]  Ὥσπερ γὰρ τῆς ἀποδημίας ἕνεκεν οὐδὲν ἐγκαλοῦμεν.
 [01484]  ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν, ὅτι καὶ τὴν λειπομένην ἡμῖν παραψυχὴν τῆς ἀποδημίας τῆς σῆς καὶ ταύτην ἀφῃρήμεθα.
 [01549]  Ἀλλὰ καὶ τῆς ὥρας τοῦ ἔτους τοῦτο ἐπιτρεπούσης, καὶ τῆς ἀποδημίας δι' ὀλίγου σοι γινομένης οὐ γὰρ πολλῷ διειργόμεθα τῷ μέσῳ, ὅμως ἑλκύσαι σε ἐνταῦθα οὐκ ἂν ἑλοίμην, διὰ τὸν τῶν Ἰσαύρων φόβον.
 [01570]  Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας.
 [01740]  Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην ἀποδιδόντες ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας.
 [01903]  Ἐπειδὴ δὲ ἔγνων, ὅτι βουλεύῃ περὶ ἀποδημίας, καὶ μεταστῆναι ἐκεῖθεν βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι.
 [02479]  Ὧν οὖν μέλλεις μικρὸν ὕστερον ἐν τῷ καιρῷ τῆς ἐντεῦθεν ἀποδημίας ἄκουσα ἀφίστασθαι, ταῦτα ἑκοῦσα πρόπεμψον εἰς τοὺς ἀσυλήτους θησαυροὺς, καὶ διὰ τούτων σοι τοὺς ἀκηράτους ἐκείνους καὶ μηδέποτε μαραινομένους προαποτιθεμένη στεφάνους.
 [02796]  Καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε ταλαιπωρίαν ἀποδημίας ἡγοῦνταί τι βαρὺ λοιπὸν καὶ ἐπαχθὲς, ὑπὲρ τοῦ δραμεῖν, καὶ ἰδεῖν ὑμῶν τὰ τοσαῦτα κατορθώματα.
 [02803]  Πολὺ δὲ μέγιστον καὶ τὸ νῦν γεγενημένον παρὰ τῆς ἀγάπης ὑμῶν, τὸ ἀναστῆναι ἕκαστον ὑμῶν οἴκοθεν, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, τὸ διατρίβειν ἐπ' ἀλλοτρίας, καὶ τοὺς ἀπὸ τῆς μακρᾶς ἀποδημίας ὑπομένειν καμάτους, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων.
 [02811]  Χάριν ὑμῖν ἴσμεν πολλὴν τῆς τοσαύτης εὐτονίας, καὶ σπουδῆς, καὶ φροντίδος, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων καὶ τῆς μακρᾶς ταύτης ἀποδημίας, ἣν ὑπὲρ τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ πεποίησθε.
 [02953]  Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ μήκει τῆς τιμιότητός σου, καὶ πρὸς αὐτάς ἐσμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, ἀλλ' ὅμως τῷ τῆς ἀγάπης πτερῷ χρώμενοι, κούφῳ τε ὄντι, καὶ ῥᾳδίας τὰς τοιαύτας ἀποδημίας ἐργαζομένῳ, πλησίον τέ σού ἐσμεν, καὶ σύνεσμέν σοι, καὶ τὴν ὀφειλομένην τῶν γραμμάτων ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν τὴν προσήκουσαν ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν Ἀνατολὴν ποιήσασθαι σπουδήν.
 [03555]  Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας.
000-00-00 Serial Number=0846691191
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰς αὐτὰς ἡμᾶς κατήνεγκε τοῦ θανάτου τὰς πύλας ταύτης τῆς ἀποδημίας ἡ δυσκολία.
 [00619]  Ἐπειδὴ τοίνυν εἶδον ἠρέμα λωφῆσαν τὸ κακόν, ἐβουλευόμην λοιπὸν περὶ ἀποδημίας, ὥστε ἐπιλαβέσθαι τῆς Κουκουσοῦ καὶ μικρὸν ἀναπαύσασθαι τῶν τῆς ὁδοῦ συμφορῶν.
 [01039]  [10.13] Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν καὶ τοῦ μίσους τοῦ συγγενικοῦ καὶ τῆς πράσεως καὶ τῆς τῶν βαρβάρων δεσποτείας καὶ τῆς μακρᾶς ἀποδημίας καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς ἁλύσεως καὶ τοῦ μακροῦ χρόνου καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον εἶναί φημι·
 [01372]  ∆έος γὰρ μὴ τῆς πρὸς ἡμᾶς ἀποδημίας ἡ ὑπόθεσις ἀφορμὴ τῷ παραγινομένῳ σφαγῆς γένηται·
 [01428]  Εἰ δὲ ἐξ ἀθυμίας φῂς τετέχθαι σοι τὰ νοσήματα, πῶς πάλιν ἐπιστολὰς ζητεῖς παρ' ἡμῶν μηδὲν ἐντεῦθεν εἰς εὐθυμίαν καρπωσαμένη, ἀλλ' οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας βαπτισθεῖσα ὡς καὶ ἐπιθυμεῖν νῦν τῆς ἐντεῦθεν ἀποδημίας;
000-00-00 Serial Number=0162605286
Expositiones in Psalmos Ante [Go Back]  
 [03381]  Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι.
 [05144]  Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι.
 [06465]  Καὶ γὰρ ἐκεῖνος ἔστενεν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας·
000-00-00 Serial Number=0409137905
In Acta apostolorum Ante [Go Back]  
 [04665]  Οὕτω τὰ πνευματικὰ ἐπελέγοντο, οὕτω καὶ πρὸς ἀποδημίας ἐστέλλοντο, οὕτως ἐνεχειρίσθησαν οὗτοι τὸν λόγον.
 [04976]  Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδημίας, τῷ ἄπιστος εἶναι·
 [06100]  Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι.
 [06101]  Καὶ τί λέγω ἀποδημίας;
 [06169]  ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήματα, οὐδαμῶς φροντίζουσιν, ἀλλ' ἀναγκάζονται μυρίους σταδίους βαδίζειν, καὶ μακρὰς ἀποδημίας στέλλεσθαι, ἵνα εἰς ἐκκλησίαν ἀπίωσιν.
 [09999]  διὸ καὶ ἀποδημίας στέλλεται ὑπὲρ τούτου αὐτοῦ.
 [09999]  Ἀνάγκην περιτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδημίας λέγων·
 [09999]  Οὐ γὰρ δὴ περιέμενον ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην·
 [09999]  πρῶτον αὐτὸν ἐπαινεῖ, εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι τῆς ἐπὶ Ῥώμην·
000-00-00 Serial Number=0024215341
In Isaiam Ante [Go Back]  
 [01040]  καὶ Σολομῶν ἡνίκα μὲν δωδεκαέτης ἦν, τῷ Θεῷ διελέγετο καὶ πολλῆς ἀπήλαυε παρρησίας, καὶ ἀνεκηρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς·
 [01319]  Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι, ἀλλὰ καὶ πόρρωθεν καὶ ἐκ τῆς ἀλλοτρίας αὐτὰς συλλέγειν καὶ διαποντίους ἀποδημίας ὑπὲρ αὐτῶν στέλλεσθαι.
000-00-00 Serial Number=0302457154
In Psalmum 118 Ante [Go Back]  
 [00847]  Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένον τες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ δι αμαρτάνοντες·
000-00-00 Serial Number=0534809351
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00197]  Ὥσπερ οὖν ἐκεῖνοι Μωϋσῇ θαῤῥήσαντες κατετόλμησαν τῆς ὁδοιπορίας, οὕτως ἡμεῖς Χριστῷ θαῤῥήσαντες κατατολμῶμεν τῆς ἀποδημίας ταύτης.
000-00-00 Serial Number=0324019849
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00368]  Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐτοὺς, ταύτην ἔφη τῆς ἀποδημίας εἶναι τὴν αἰτίαν αὐτῷ·
 [01614]  ∆ιὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων·
 [06820]  Εἰ γὰρ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ' ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἤρα σωτηρίας.
 [08024]  ∆ιὰ τοῦτο καὶ ἐξ ἀποδημίας ἐπανιόντες ἀλλήλους φιλοῦμεν, τῶν ψυχῶν ἐπιγινομένων εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν.
000-00-00 Serial Number=0435087085
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01739]  Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι·
 [02547]  Ἀνάγκῃ κατείληπτο πολλῇ, καὶ κύριος ἀποδημίας οὐκέτι ἦν·
000-00-00 Serial Number=0853289187
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07346]  Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν.
 [09999]  ἀποδημίας ποιῶν.
000-00-00 Serial Number=0781971455
In epistulam ad Colossenses Ante [Go Back]  
 [00157]  οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί·
 [03519]  Ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλὴν, εἴ γε καὶ διὰ τοῦτο αὐτὸν ἀπέσταλκε, καὶ τῆς ἀποδημίας αἰτία αὕτη γέγονεν·
000-00-00 Serial Number=0133558929
In epistulam ad Ephesios Ante [Go Back]  
 [05804]  Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέμων καὶ νωθείας καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν ἀγέλας ἔχει καὶ εὐνούχων ἐσμόν·
000-00-00 Serial Number=0603393674
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00564]  καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη.
 [00566]  Καὶ τοῦτο ἐκ τῆς ἀποδημίας ταύτης δῆλον.
 [00647]  Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τῆς ἀποδημίας ταύτης;
000-00-00 Serial Number=0807597935
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08558]  ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέμους, τοὺς πειρασμούς;
000-00-00 Serial Number=0791359663
In epistulam ad Romanos Ante [Go Back]  
 [00037]  Ὅθεν δῆλον, ὅτι ἡνίκα μὲν ἐπέστελλε Κορινθίοις, ἀμφίβολον ἦν τὸ τῆς τοιαύτης ἀποδημίας αὐτοῦ·
 [00475]  Οὐ γὰρ ἁπλῶς, ὥσπερ πολλοὶ νῦν περιττὰς καὶ ἀνονήτους ἀποδημίας ποιοῦνται, οὕτω καὶ ἐκεῖνος, ἀλλ' ὑπὲρ ἀναγκαίων καὶ σφόδρα κατεπειγόντων·
 [00570]  Ἐπειδὴ γὰρ περίβλεπτος ἦν ἡ πόλις, καὶ μόνη πανταχοῦ γῆς καὶ θαλάττης τοιαύτη, καὶ ἡ τῆς ἱστορίας αὐτῆς ἐπιθυμία μόνη πολλοῖς ἀποδημίας πρόφασις γέγονεν·
 [05331]  Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελήσει τῆς ἐντεῦθεν ἀποδημίας.
 [08570]  Καὶ οὐδὲ ἡ θάλασσα ταύτης ἐστέρηται τῆς εὐταξίας, ἀλλὰ καὶ ἐκεῖ πολλὰ τῶν γενῶν ὑφ' ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται, καὶ οὕτω μακρὰς ἀποδημίας ἀποδημεῖ.
 [09999]  νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας·
000-00-00 Serial Number=0738450944
In epistulam ad Titum Ante [Go Back]  
 [00252]  ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν.
000-00-00 Serial Number=0139547706
In illud In faciem ei restiti Ante [Go Back]  
 [00285]  Καὶ τὴν αἰτίαν εἶπε τῆς ἀποδημίας·
000-00-00 Serial Number=0396645606
In illud Vidi dominum Ante [Go Back]  
 [01295]  Οὐ γάρ ἐστι κώλυμα τῆς πρὸς τὸν οὐρανὸν ἀποδημίας ὁ γάμος·
000-00-00 Serial Number=0681687355
In principium Actorum Ante [Go Back]  
 [01071]  οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ' ἀσπασμοὶ, καὶ φιλίαι, καὶ περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων, καὶ ὥσπερ ἐκ μακρᾶς ἀπολαβόντων ἀποδημίας.
000-00-00 Serial Number=0345055759
In secundum domini adventum Ante [Go Back]  
 [00046]  Τοῦτο δὲ ἔσται, ἐὰν μνημονεύσωμεν διηνεκῶς τῆς ἐντεῦθεν ἀποδημίας τοῦ σώματος ἡμῶν·
000-00-00 Serial Number=0736969590
In venerandum crucem Ante [Go Back]  
 [00022]  Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται.
000-00-00 Serial Number=0602670968
Post reditum a priore exsilio Ante [Go Back]  
 [00139]  ἀπῄειν, ἐκαθεζόμην μόνος τὰ ὑμέτερα μεριμνῶν, βουλευόμενος περὶ ἀποδημίας μόνος.
000-00-00 Serial Number=0318738222
Quales ducendae sint uxores Ante [Go Back]  
 [00232]  Εἶτα γυναῖκα ζητεῖ, οὐκ εὔπορον, οὐδὲ εὔμορφον, ἀλλ' εὐγενῆ τοῖς τρόποις, καὶ διὰ τοῦτο τοσαύτην ὁδὸν ἀποδημίας προπέμπει.
000-00-00 Serial Number=0918522298
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00085]  Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»