Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπαλλαγὴν [90]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπαλλαγὴν


000-00-00 Serial Number=0350312650
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00674]  δὲ καὶ τόπους μαρτύρων καταλαβὼν, ἔνθα πολλοὶ καὶ τῶν ἀνθρώπους ἐσθιόντων ἰάθησαν, καὶ τοῖς θαυμαστοῖς καὶ γενναίοις ἐκείνοις καὶ μηδέποτε διημαρτηκόσι πολὺν ὑπὲρ τούτου συνῴκησας χρόνον, καὶ οὐδὲν ὅλως παραλιπὼν τῶν φερόντων εἰς τὴν τοῦ πάθους ἀπαλλαγὴν, ἐπανῆλθες πάλιν τὸν πολέμιον ἔχων μετὰ σαυτοῦ, φανερὰν καὶ ἐναργῆ καὶ τοῖς σφόδρα ἀνοήτοις τῆς περὶ σὲ Θεοῦ προνοίας ἐκόμισας τὴν ἀπόδειξιν.
 [01344]  Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών.
 [01356]  ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐντρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλαγὴν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς.
000-00-00 Serial Number=0686286807
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00017]  [1.1] Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ' οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνοὺς ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος, φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου.
 [01100]  ∆ιὸ καὶ Παύλῳ ἔλεγε ζητοῦντι ἄνεσιν καὶ ἀπαλλαγὴν τῶν κατεχόντων κακῶν·
000-00-00 Serial Number=0109455645
Ad populum Antiochenum Ante [Go Back]  
 [00409]  Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγ [49.32] γελλον κήρυγμα.
 [03803]  ∆ιὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν.
 [04176]  Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες;
 [05035]  Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς μικροψύχως ἔχοντας, ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ.
000-00-00 Serial Number=0984175205
Adversus Judaeos Ante [Go Back]  
 [00407]  κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν·
 [01642]  εἰπὼν δὲ, ὅτι Μακάριος ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας [48.896] τριακονταπέντε, τὴν ἀπαλλαγὴν ἐδήλωσε.
 [01647]  Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ' ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης;
 [02769]  Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγὴν ἐπηγγέλλετο ἡ γυνὴ λέγουσα οὕτως, Εἶπόν τι ῥῆμα πρὸς τὸν Κύριον, καὶ τελεύτα.
 [02885]  Οὕτω καὶ σὺ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ' εὐσεβείας μᾶλλον.
000-00-00 Serial Number=0614838302
Commentarius in Job Ante [Go Back]  
 [01905]  ἕκαστος καιρὸς ἐμοὶ φορτικός, τῶν παρόντων ἀπαλλαγὴν μόνον ζητῶ.».
 [02946]  ἐμοὶ δοκεῖ καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγοι ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν.
 [02947]  ὥστε «βούλομαι», φησίν, «καὶ μετὰ τὴν ἀπαλλαγὴν τὰ δεινὰ ἀθάνατα εἶναι.».
000-00-00 Serial Number=0895883679
De Anna i Ante [Go Back]  
 [00609]  τίνος ἀπολαύσῃ συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς;
 [00668]  Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἐπὶ τὴν ἀπαλλαγὴν τῆς κακίας ἦλθεν, ἀλλ' ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἀρετὴν εἵλετο·
000-00-00 Serial Number=0721143544
De Lazaro Ante [Go Back]  
 [01344]  ὁ τὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον παρατρέχων, τῶν οὐχ ὁρωμένων μέμνηται, καὶ μετὰ πολλῆς ἀξιοῖ τῆς τιμῆς καὶ τῆς σπουδῆς, ὥστε γενέσθαι τινὰ αὐτῶν πρόνοιαν πρὸς ἀπαλλαγὴν τῶν καταληψομένων αὐτοὺς κακῶν.
000-00-00 Serial Number=0677675962
De libello repudii Ante [Go Back]  
 [00018]  Ὁ μὲν γὰρ κατὰ τοὺς προσήκοντας αὐτὸν ἐπιτελῶν, νόμους, τῶν ἀπὸ τῆς ἀγορᾶς καὶ πάντων τῶν πανταχοῦ κακῶν παραμυ [51.218] θίαν τινὰ καὶ ἀπαλλαγὴν εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα·
000-00-00 Serial Number=0198642671
De paenitentia [1] Ante [Go Back]  
 [00951]  ψυχῆς δέ ἐστιν εὐλαβοῦς, καὶ τὸν Θεὸν ἐχούσης διηνεκῶς πρὸ ὀφθαλμῶν, καὶ μετὰ τὴν τῶν πειρασμῶν ἀπαλλαγὴν μηδέποτε εἰς λήθην ἐμπεσεῖν·
 [00973]  Ὅτε γάρ τις συνεχῶς ἁμαρτάνων συγγνώμης τυγχάνει παρὰ τοῦ Θεοῦ, εἶτα μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ταύτης κερδάνῃ ὁ ἄνθρωπος εἰς τὴν τῆς κακίας ἀπαλλαγὴν, λοιπὸν τοῦτον παρασκευάζει, ὥστε καὶ μὴ βουλόμενον αὐτὸν τὸν κολοφῶνα τῶν κακῶν ἐπαγαγεῖν, καὶ ἐκτρίψαι αὐτὸν τέλεον, καὶ μηκέτι δοῦναι μετανοίας τινὰ προθεσμίαν, ὃ καὶ ἐπὶ τοῦ Φαραὼ συνέβη.
000-00-00 Serial Number=0401550651
De sancta pentecoste Ante [Go Back]  
 [00433]  ∆ιὰ τούτου τὴν ἀπαλλαγὴν τῶν ἁμαρτημάτων εὑράμεθα·
000-00-00 Serial Number=0682902396
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00070]  εἰ δὲ ἀποθανὼν οὐδὲν ὠφελεῖ τὴν γυναῖκα πρὸς τὴν τῆς ὕβρεως ἀπαλλαγὴν, τίνος ἕνεκεν εἰκῆ καὶ ἁπλῶς τὴν ἑαυτοῦ προδίδωσι σωτηρίαν;
000-00-00 Serial Number=0606120110
De sanctis martyribus [2] Ante [Go Back]  
 [00089]  μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν, ἀγγέλων αὐτοῖς προηγουμένων, καὶ ἀρχαγγέλων δορυφορούντων·
000-00-00 Serial Number=0222148120
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02790]  κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν.
 [04707]  ἐπεὶ καὶ οἱ ἀπόστολοι, ἡνίκα ἐκήρυττον μαστιζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγγελλον κήρυγμα.
 [06794]  πῶς οὖν αἰτησόμεθα ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνῦσαι μὴ δυνηθέντες;
 [09999]  Ταῦτα μὲν γὰρ ὅταν ἐπιτεθῇ σφοδρότερον, τότε μάλιστα κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως·
000-00-00 Serial Number=0154520631
Epistula ad Cyriacum Ante [Go Back]  
 [00407]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.
 [00472]  Ὁ γὰρ τῶν Ἑβραίων δῆμος Μωϋσέως ἐλθόντος καὶ ἐλευθερίαν εὐαγγελιζομένου καὶ τῶν αἰγυπτιακῶν κακῶν ἀπαλλαγὴν οὐδὲ ἀκοῦσαι ἠνέσχετο.
000-00-00 Serial Number=0203533471
Epistula ad episcopos Ante [Go Back]  
 [00036]  Προσδοκᾶτε δὲ καὶ τὴν ταχίστην τῶν πειρασμῶν λύσιν, καὶ τελείαν ἀπαλλαγὴν, καὶ εὔχεσθε συνεχῶς ὑπὲρ ἡμῶν.
000-00-00 Serial Number=0955603838
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00745]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν·
 [01336]  [14.1] Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τὸ συγχωρεῖν τοσούτους ἐπάγεσθαί σοι πειρασμοὺς καὶ ἐπαλλήλους οὕτως ὥστε λαμπροτέρους σοι γίνεσθαι τοὺς στεφάνους, καὶ τὸ ταχίστην αὐτῶν ποιεῖσθαι τὴν ἀπαλλαγὴν ὥστε σε μὴ κατατείνεσθαι πάλιν τῇ παραμονῇ τῶν ἐπαγομένων κακῶν.
 [01443]  Καὶ ταῦτα δείκνυσιν ὁ μέγιστος τῆς ὑπομονῆς ἀθλητὴς ὅς, ἐπειδὴ σωματικῇ περιέπεσε νόσῳ, ἀπαλλαγὴν τῶν κατεχόντων δεινῶν τὴν τελευτὴν εἶναι ἐνόμισε·
000-00-00 Serial Number=0689566076
Expositiones in Psalmos Ante [Go Back]  
 [03415]  Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος.
 [03514]  Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς.
 [05178]  Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος.
 [05277]  Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς.
000-00-00 Serial Number=0454659343
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00953]  Οὐ γὰρ ἀρκεῖ τὸ κλαῦσαι, οὐδὲ τὸ δεηθῆναι, ἀπὸ γὰρ τῆς φύσεως τοῦτο συνέβαινε τῶν δεινῶν, ἀλλ' ἐγγὺς ἐγγύας αὐτοὺς καὶ εὐθύνας ὑπὲρ τῶν μελλόντων ἀπαιτεῖ, ἵνα μὴ μετὰ τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐπὶ τὰ πρότερα πάλιν ἐπανέλθωσιν.
 [04241]  τοῖς δὲ ἀπατηθεῖσιν ἐπαγγέλλεται μετὰ ταῦτα ἄνοδον, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἄρχοντας καθαρούς.
000-00-00 Serial Number=0445939600
Fragmenta in Job Ante [Go Back]  
 [00772]  καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει, τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει.
 [01559]  Ἄρα ᾔδει περὶ ἀναστάσεως, ἐμοὶ δοκεῖ, καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγει ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν.
000-00-00 Serial Number=0049918652
Homilia de capto Eutropio Ante [Go Back]  
 [00700]  Ἔγραψε τοίνυν εἰς τὴν προῖκα ἀθανασίαν, αἶνον μετὰ ἀγγέλων, ἀπαλλαγὴν θανάτου, ἐλευθερίαν ἁμαρτίας, κληρονομίαν βασιλείας (πολὺς ὁ πλοῦτος), δικαιοσύνην, ἁγιασμὸν, ἀπαλλαγὴν τῶν παρόντων, εὕρεσιν τῶν μελλόντων.
 [00720]  Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλ' ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τὸ, Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς.
000-00-00 Serial Number=0192022026
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00162]  ∆ιὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ αἰτοῦντι αὐτῷ τῶν πειρασμῶν ἀπαλλαγὴν, καὶ πολλάκις ὑπὲρ τούτων προσελθόντι, ἤκουεν·
000-00-00 Serial Number=0841090322
In Acta apostolorum Ante [Go Back]  
 [00436]  Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Πνεῦμα μέλλουσι λαμβάνειν, ὡς ἄξιοι λοιπὸν ὄντες ἤθελον μαθεῖν, καὶ πρὸς ἀπαλλαγὴν ἦσαν ἕτοιμοι.
 [00491]  ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφο [60.27] δρότερον, ἀπάγων αὐτοὺς τοῦ νομίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους·
 [08729]  Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν.
 [08848]  ἀλλ' ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ' ἑαυτὰς τὰς θλίψεις δείκνυσι μέγα οὔσας, ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν.
000-00-00 Serial Number=0855250180
In Genesim sermones Ante [Go Back]  
 [01284]  ἀπαλλαγὴν πολέμων·
000-00-00 Serial Number=0366176367
In Heliam et viduam Ante [Go Back]  
 [00169]  Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλλαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν παλαιὰν πατρίδα ἐπάνοδον·
000-00-00 Serial Number=0860680521
In Isaiam Ante [Go Back]  
 [01419]  καὶ οὐκ ἀπαλλαγὴν ἔσεσθαι μόνον τῶν ἀηδῶν, ἀλλὰ καὶ πολλὴν τὴν περιφάνειαν καὶ μεγάλην τὴν λαμπρότητα.
 [02226]  Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται.
 [02227]  Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, τὰ μὲν ὑπὸ τύφου, τὰ δὲ ὑπὸ ῥᾳθυμίας ἐπιλανθάνονται τῶν δεινῶν μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἢ μὴ ἐπιλανθανόμενοι ἑαυτοῖς λογίζεσθαι βούλονται τὰ κατορθώματα, πρότερον ἀφεὶς αὐτοὺς ὑπὸ τῶν λυπηρῶν κατασείεσθαι, τότε τὴν ἐλευθερίαν δίδωσι τῶν ἐνοχλούντων·
 [02241]  Προλέγει τὴν ἀπαλλαγὴν καὶ τότε αὐτὴν ἐργάζεται, ἵνα μὴ ἄλλῳ τινὶ λογίσωνται πάλιν τὴν τῆς πόλεως ἐλευθερίαν, καὶ πέμπει τὸν προφήτην προαναφωνοῦντα τὰ μέλλοντα.
000-00-00 Serial Number=0232819915
In Psalmos 101-107 Ante [Go Back]  
 [00349]  Ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν, μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς κέκληκεν, ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος.
 [01457]  Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην.
 [01543]  ἀλλ' ὁ ταύταις αὐτοὺς συγκληρώσας αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο.
000-00-00 Serial Number=0736946166
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00033]  Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως.
 [00781]  Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, ἁρμόττει ταῦτα τὰ ῥήματα.
000-00-00 Serial Number=0800434113
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00006]  Κἂν γὰρ βραχὺ διεγερθεῖσαν τὴν θάλασσαν ἴδωσι, δι' ὀλίγου τὴν καταφυγὴν ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὕρασθαι δύναιντ' ἄν.
000-00-00 Serial Number=0569870174
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00104]  μεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος.
 [00374]  Ἐνταῦθα μέντοι καὶ ἀπαλλαγὴν καὶ ἐπαγωγὴν μηνύει πειρασμῶν λέγων·
 [02969]  Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως·
000-00-00 Serial Number=0319362283
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00248]  ἀλλ' ὃ μάλιστα ζητεῖ ὁ ὀδυνώμενος, τοῦτό ἐστιν, ἀπαλλαγὴν τῶν κακῶν, καὶ τιμωρίαν τῶν κακῶς αὐτοὺς διατιθέντων.
000-00-00 Serial Number=0084985077
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01847]  Παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας καὶ τῶν λοιπῶν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης.
 [05266]  Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ.
 [07394]  Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν.
 [08064]  Ἀλλ' οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες.
 [08857]  Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει;
 [09999]  Τοῦτο γὰρ πιστουμένου τὴν τοῦ σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλ-λαγὴν αἰνιττομένου.
 [09999]  Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι.
000-00-00 Serial Number=0183319330
In epistulam ad Colossenses Ante [Go Back]  
 [00572]  Οὐκ ἄρα εἰς τὴν ἀπαλλαγὴν τοῦ σκότους μόνον ἔδειξεν αὐτοῦ τὴν φιλανθρωπίαν.
000-00-00 Serial Number=0390208662
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01475]  ∆ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ.
000-00-00 Serial Number=0201364398
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09082]  ἀλλ' ἀνάγκη δεσμουμένους, κάτω νεύοντας, σύρεσθαι πρὸς τὰ τῶν καμίνων στόματα, πρὸς τὸν ποταμὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰς ἀθανάτους κολάσεις, καὶ μηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι.
000-00-00 Serial Number=0659925997
In epistulam ad Philippenses Ante [Go Back]  
 [00770]  Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξομαι, ὡς τὸν πρῶτον κίνδυνον.
000-00-00 Serial Number=0045654774
In epistulam ad Romanos Ante [Go Back]  
 [03944]  Ἐκείνων ὁ καρπὸς αἰσχύνη καὶ μετὰ τὴν ἀπαλλαγὴν, τούτων δὲ ὁ καρπὸς ἁγιασμός·
 [09999]  Οὐ γὰρ παιδίον μόνον δώσει σοι ὁ Θεὸς τὸν καρπὸν, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐκεῖ ἀγαθὰ καὶ γεέννης ἀπαλλαγὴν καὶ ἁμαρτημάτων συγχώρησιν·
000-00-00 Serial Number=0291727722
In epistulam ad Titum Ante [Go Back]  
 [01110]  Ὁ γὰρ τοιοῦτος ὢν πρότερον, καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει πρὸς τοιούτους, ἀλλ' εὔχεσθαι καὶ χάριτας ἔχειν τῷ καὶ αὐτῷ κἀκείνοις δόντι τὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν.
000-00-00 Serial Number=0281231046
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00012]  Καὶ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἀῤῥωστίας, φιάλας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν·
000-00-00 Serial Number=0317054570
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00013]  Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμά των εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν [51.302] ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι·
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0634083509
In illud Vidua eligatur Ante [Go Back]  
 [00026]  πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων;
000-00-00 Serial Number=0096998155
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00062]  Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφό ρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας.
000-00-00 Serial Number=0403749824
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00065]  πάντα δὲ ταῦτα διὰ τῆς πίστεως, μᾶλλον δὲ μετὰ τῆς πίστεως ὑπερπηδήσασα, λάθρα τοῦ ∆εσποτικοῦ χιτῶνος ἁψαμένη, τῆς ἰάσεως τὸ κέρδος εὐκαίρως ἐσύλησε, τὴν πρὸς αὐτὸν ἕνωσιν ἀπαλλαγὴν εἶναι τοῦ πάθους πιστεύσασα·
000-00-00 Serial Number=0584508002
Quales ducendae sint uxores Ante [Go Back]  
 [00213]  ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω Οὐκ εἶπε, ∆ιὰ δὲ τὴν τῆς πενίας ἀπαλλαγὴν, ἢ ∆ιὰ τὴν τῆς εὐπορίας κτῆσιν·
000-00-00 Serial Number=0176693916
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00026]  ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴνἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»