Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀναπαύσεως [73]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀναπαύσεως


000-00-00 Serial Number=0011935353
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00231]  Τῶν γὰρ μοναχῶν ὡς ἐπιπολὺ πάντων ταῦτα εὐθέως πρῶτον ἀκούσῃ τὰ ῥήματα, εἴ ποτε αὐτοὺς εἰς οἰκονομίαν τινὰ παρακαλέσεις ἐλθεῖν, ἐρωτώντων εἴ γε ἀνάπαυσιν ἔστιν εὑρεῖν, καὶ εἴ γε δύναται ἀναπαῦσαι ὁ καλῶν, καὶ ἄνω καὶ κάτω πολὺ τὸ τῆς ἀναπαύσεως ὄνομα.
 [00233]  τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς;
 [00237]  καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν.
 [00240]  Ἡμεῖς δὲ, οὐ χρημάτων οὐδὲ γῆς προκειμένης ἡμῖν, ἀλλ' οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὑπὲρ ἀναπαύσεως πυνθανόμεθα·
 [00249]  ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινὶ, ἀλλὰ τῷ πάντων ἀνωτέρῳ ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;
 [00277]  Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ' ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβὼν, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἡδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ' ἡμῶν, ἀλλὰ ἐβόα λέγων·
000-00-00 Serial Number=0913027585
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00798]  δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἴ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσεσθαι ἀγαθῶν.
 [00813]  Τότε γὰρ ἀλγεῖν ἐχρῆν, εἰ ὃν προεῖπεν ὁ Χριστὸς θλίψεως εἶναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν·
000-00-00 Serial Number=0481906652
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00179]  Καὶ τὸ σκότος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ' ὑπὲρ ἀναπαύσεως πλείονος.
000-00-00 Serial Number=0646302164
Ad viduam juniorem Ante [Go Back]  
 [00094]  Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνης οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ' ἡ τῶν βίων ἰσότης κληρονομεῖν πέφυκεν.
 [00220]  Νῦν μὲν γὰρ θαρροῦμεν ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὸ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸ μηδὲν αὐτῷ τετολμῆσθαι τῶν ἀποκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν·
000-00-00 Serial Number=0477517486
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00466]  Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν.
000-00-00 Serial Number=0198165953
Catecheses ad illuminandos Ante [Go Back]  
 [00148]  [1.29] Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν·
000-00-00 Serial Number=0830837250
Commentarius in Job Ante [Go Back]  
 [01280]  καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν.
 [01498]  ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα.
000-00-00 Serial Number=0236473262
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00302]  Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κακηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη;
 [00394]  Ἀλλ' ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς;
 [00398]  Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων;
000-00-00 Serial Number=0046115518
Contra theatra Ante [Go Back]  
 [00103]  Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ.
 [00104]  Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος.
000-00-00 Serial Number=0725037873
De Lazaro et divite Ante [Go Back]  
 [00128]  ἵνα τῷ οἴακι τῆς ὑπομονῆς κυβερνῶν σου τὴν ζωὴν εἰς τὸν αὐτὸν λιμένα τῆς ἀναπαύσεως φθάσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0802223444
De circo Ante [Go Back]  
 [00085]  ἔχεις γὰρ τὸ ὕδωρ ἐπὶ σὲ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος διὰ τῆς κολοκύνθης, ἵνα προερχόμενόν σοι, τουτέστι, διὰ τῆς κηρυκείας τοῦ Ἰωνᾶ, ἀναλάβῃ σε.
 [00095]  Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐφ' ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με·
000-00-00 Serial Number=0916308820
De fato et providentia Ante [Go Back]  
 [00283]  τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ·
000-00-00 Serial Number=0474626422
De jejunio [2] Ante [Go Back]  
 [00102]  Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν.
000-00-00 Serial Number=0285452425
De paenitentia sermo 2 Ante [Go Back]  
 [00227]  ἐδώκατέ μοι ποτήριον ὕδατος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως·
000-00-00 Serial Number=0833137989
De sacerdotio Ante [Go Back]  
 [00748]  Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικόν τινα μετ' εὐλαβείας καὶ φρονήσεως ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ' αὐτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς.
000-00-00 Serial Number=0937090576
De spe Ante [Go Back]  
 [00067]  τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων·
000-00-00 Serial Number=0321704984
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03078]  Καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται.
 [09999]  Οὐχ ὁρᾶτε ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
000-00-00 Serial Number=0265945256
Epistula ad abbatem Ante [Go Back]  
 [00142]  Οἱ οὖν ἀποτασσόμενοι καὶ σπουδάζοντες εὐαρεστῆσαι τῷ Κυρίῳ ὀφείλουσιν ἑαυτοὺς εἰς πάντα ταπεινῶσαι καὶ θλιβῆναι, ἵνα μόνον ἐπιτύχωσι τῶν μελλόντων ἀγαθῶν καὶ τῆς ἀτελευτήτου ἀναπαύσεως.
000-00-00 Serial Number=0576473951
Expositiones in Psalmos Ante [Go Back]  
 [01376]  Τούτῳ αἱ νύκτες οὐκ ἀναπαύσεως, ἀλλὰ θρήνων καὶ ὀδυρμῶν νύκτες ἦσαν.
000-00-00 Serial Number=0902639329
Fragmenta in Job Ante [Go Back]  
 [00990]  οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας, καὶ τὸ μέγιστον, ὅτι οὐδ' ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσομένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως, διότι πάντων ἐστὶ λύσις τῶν δεινῶν.
 [01227]  ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι;
 [01289]  διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται·
000-00-00 Serial Number=0088388801
In Acta apostolorum Ante [Go Back]  
 [08933]  μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν.
 [09999]  ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος.
 [09999]  μεγάλης γὰρ ὄντως ψυχῆς, τῆς μὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν.
000-00-00 Serial Number=0225903571
In Ecclesiasten Ante [Go Back]  
 [00295]  Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου.
000-00-00 Serial Number=0166569710
In Joannem Ante [Go Back]  
 [05099]  Οὗτος μὲν γὰρ τοῦτο ἔργον ἐτίθετο, καὶ ὃν ἄλλοι καιρὸν ἀναπαύσεως εἶχον, τοῦτον οὗτος καιρὸν ἀκροάσεως ἐποιεῖτο.
000-00-00 Serial Number=0972439945
In Psalmum 050 Ante [Go Back]  
 [00068]  Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
000-00-00 Serial Number=0608723283
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00619]  Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
000-00-00 Serial Number=0725691140
In Samaritanam Ante [Go Back]  
 [00083]  Ἔρχεται ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ ὥραν ἕκτην, παυσαμένη τοῦ ἱστοῦ, ἐπὶ τὸ ὑδρεύσασθαι ὕδωρ τῇ ὥρᾳ τῆς ἀναπαύσεως, καὶ, ὡς πολλάκις εἴρηται, ὥρᾳ ἕκτῃ·
000-00-00 Serial Number=0734833956
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00304]  διὰ δὲ τῆς κλίνης καὶ τῆς ἀναπαύσεως τοὺς ἐν πλούτῳ καὶ τιμῇ πάντας ᾐνίξατο.
000-00-00 Serial Number=0314766347
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02944]  Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
 [08127]  οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς.
000-00-00 Serial Number=0690386653
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00193]  ὁ μὴ γεγαμηκὼς οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως.
000-00-00 Serial Number=0404773295
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01582]  Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας·
000-00-00 Serial Number=0175370693
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03253]  καὶ ὅταν ἡμεῖς ἀρξώμεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύσεως.
 [03784]  Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν;
000-00-00 Serial Number=0809806526
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00192]  Ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς ὅτι τῶν πόνων μέν ἐστι τὸ τέλος, τῆς δὲ ἀναπαύσεως ἀρχή.
 [02042]  Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται·
 [02053]  Εἶτα, ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν εἰπών·
 [08925]  ∆ιὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ μέχρι τῶν πρωτοτοκίων ἔφθασεν.
000-00-00 Serial Number=0005314946
In epistulam ad Philippenses Ante [Go Back]  
 [00359]  Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος·
 [00621]  Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης.
 [00635]  Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν.
 [02011]  Ἐβουλόμην τὰ περὶ βασιλείας ὑμῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνάπαυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης.
 [02012]  Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξέθρεψέ με, καὶ εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν.
 [03077]  τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν·
 [04566]  ἐπειδὴ οὐ σωματικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων προκοπῆς.
 [04662]  ἵνα οὖν μὴ τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι·
000-00-00 Serial Number=0309841931
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
000-00-00 Serial Number=0160604239
In epistulam ad Titum Ante [Go Back]  
 [00252]  ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν.
000-00-00 Serial Number=0002787530
In parabolam de ficu Ante [Go Back]  
 [00184]  καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη.
000-00-00 Serial Number=0230327010
Non esse desperandum Ante [Go Back]  
 [00200]  Πολλάκις δὲ καὶ ἑτέραν χαλεπωτέραν ἐκείνης λαβὼν, τὴν μὲν ἁμαρτίαν εἰργάσω, ἀναπαύσεως δὲ οὐκ ἀπέλαυσας.
000-00-00 Serial Number=0472940505
Oratio secunda Ante [Go Back]  
 [00091]  χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ' ἀξίαν διανεμόμεναι.
000-00-00 Serial Number=0406904221
Precatio Ante [Go Back]  
 [00048]  καὶ ἐπουρανίων, καὶ φρικτῶν αὐτοῦ μυστηρίων, καὶ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
000-00-00 Serial Number=0307100475
Prooemia in Psalmos Ante [Go Back]  
 [00121]  τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
000-00-00 Serial Number=0437749505
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00200]  Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν.
 [00279]  Οὐ τοίνυν οὐκ ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον.
 [00290]  ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ' αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον.
000-00-00 Serial Number=0739589036
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00512]  Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ ἔτη ὀφειλούσης γίνεσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»