VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐποίησαν [264]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0243257999
VT. 01 Genesis Ante [Go Back]  
 [001_003_007]  καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα
 [001_014_002]  ἐποίησαν πόλεμον μετὰ Βαλλα βασιλέως Σοδομων καὶ μετὰ Βαρσα βασιλέως Γομορρας καὶ Σεννααρ βασιλέως Αδαμα καὶ Συμοβορ βασιλέως Σεβωιμ καὶ βασιλέως Βαλακ (αὕτη ἐστὶν Σηγωρ)
 [001_031_046]  εἶπεν δὲ Ιακωβ τοῖς ἀδελφοῖς αὐτοῦ Συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ καὶ εἶπεν αὐτῷ Λαβαν Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον
 [001_042_020]  καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν εἰ δὲ μή ἀποθανεῖσθε ἐποίησαν δὲ οὕτως
 [001_045_021]  ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ ἔδωκεν δὲ Ιωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν
 [001_050_012]  καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ
000-00-00 Serial Number=0200871170
VT. 02 Exodus Ante [Go Back]  
 [002_001_017]  ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα
 [002_001_021]  ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας
 [002_007_006]  ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησαν
 [002_007_010]  εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριοσ καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων
 [002_007_011]  συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως
 [002_007_020]  καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριοσ καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα
 [002_007_022]  ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος
 [002_008_003]  ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου
 [002_011_010]  Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
 [002_012_028]  καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν
 [002_012_035]  οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς καὶ Ὲτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν
 [002_012_039]  καὶ ἔπεψαν τὸ σταῖς ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου ἐγκρυφίας ἀζύμουσ οὐ γὰρ ἐζυμώθη ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν
 [002_012_050]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων πρὸς αὐτούς οὕτως ἐποίησαν
 [002_014_004]  ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ καταδιώξεται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν Φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως
 [002_016_017]  ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον
 [002_032_008]  παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖσ ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου
 [002_032_020]  καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ
 [002_032_028]  καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας
 [002_032_031]  ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς
 [002_036_009]  καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
 [002_036_011]  ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν
 [002_036_012]  ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
 [002_036_013]  καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ
 [002_036_015]  Καὶ ἐποίησαν λογεῖον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένησ
 [002_036_016]  τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν
 [002_036_022]  καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ
 [002_036_023]  καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογείου
 [002_036_026]  καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ ἄκρου τοῦ λογείου ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν
 [002_036_027]  καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος
 [002_036_029]  Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον
 [002_036_031]  καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
 [002_036_032]  καὶ ἐποίησαν κώδωνας χρυσοῦς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων
 [002_036_034]  Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ
 [002_036_037]  Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν ἀφόρισμα τοῦ ἁγίου χρυσίου καθαροῦ καὶ ἔγραψεν ἐπ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος`Αγίασμα κυρίῳ
 [002_037_001]  Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας
 [002_037_003]  καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
 [002_037_005]  καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
 [002_037_007]  Καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ ἑκατόν
 [002_039_005]  καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις καὶ κατεχρύσωσεν τὰς κεφαλίδας αὐτῶν καὶ κατεκόσμησεν αὐτούς
 [002_039_010]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν
 [002_039_011]  Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι κυρίου
 [002_039_012]  καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ
 [002_039_022]  ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πᾶσαν τὴν ἀποσκευήν
 [002_039_023]  καὶ εἶδεν Μωυσῆς πάντα τὰ ἔργα καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς
000-00-00 Serial Number=0047941327
VT. 03 Leviticus Ante [Go Back]  
 [003_010_007]  καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ ὑμῖν καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ
 [003_018_027]  πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότεροι ὑμῶν καὶ ἐμιάνθη ἡ γῆ
 [003_020_013]  καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικός βδέλυγμα ἐποίησαν ἀμφότεροι θανατούσθωσαν ἔνοχοί εἰσιν
 [003_020_023]  καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν οὓς ἐξαποστέλλω ἀφ ὑμῶν ὅτι ταῦτα πάντα ἐποίησαν καὶ ἐβδελυξάμην αὐτούς
 [003_024_023]  καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοισ καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
000-00-00 Serial Number=0534501851
VT. 04 Numeri Ante [Go Back]  
 [004_001_054]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν
 [004_002_034]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν
 [004_005_004]  καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆσ καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
 [004_008_020]  καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν Ισραηλ τοῖς Λευίταις καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ
 [004_008_022]  καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς
 [004_009_005]  ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινα καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
 [004_017_026]  καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν
 [004_032_008]  οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν
 [004_036_010]  ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ
000-00-00 Serial Number=0429007292
VT. 05 Deuterononium Ante [Go Back]  
 [005_002_022]  ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Ξορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτησ
 [005_009_012]  καὶ εἶπεν κύριος πρός με Ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖσ ἐποίησαν ἑαυτοῖς χώνευμα
 [005_012_031]  οὐ ποιήσεις οὕτως κυρίῳ τῷ θεῷ σου τὰ γὰρ βδελύγματα ἃ κύριος ἐμίσησεν ἐποίησαν τοῖς θεοῖς αὐτῶν ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν
 [005_020_018]  ἵνα μὴ διδάξωσιν ὑμᾶς ποιεῖν πάντα τὰ βδελύγματα αὐτῶν ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν καὶ ἁμαρτήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν
 [005_031_018]  ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους
 [005_034_009]  καὶ Ἰησοῦς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ
000-00-00 Serial Number=0370429933
VT. 06 Josue Ante [Go Back]  
 [006_004_008]  καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ
 [006_005_010]  Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν Ιεριχω ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῷ πεδίῳ
 [006_009_004]  καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
 [006_009_026]  καὶ ἐποίησαν αὐτοῖς οὕτωσ καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς
 [006_010_001]  Ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ
 [006_010_028]  Καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώσ καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
 [006_010_030]  καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώσ καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
 [006_010_032]  καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα
 [006_010_035]  καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τῇ Λαχις
 [006_010_037]  καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ οὐκ ἦν διασεσῳσμένοσ ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ
 [006_010_039]  ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον ὃν τρόπον ἐποίησαν τὴν Ξεβρων καὶ τῷ βασιλεῖ αὐτῆς οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς
 [006_014_005]  ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν
 [006_017_013]  καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Ξαναναίους ὑπηκόους ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν
 [006_022_028]  καὶ εἴπαμεν Ἁὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον καὶ ἐροῦσινή Ιδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν
000-00-00 Serial Number=0608845115
VT. 07 Judicum Ante [Go Back]  
 [007_002_011]  Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλιμ
 [007_002_017]  καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖσ καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως
 [007_003_007]  Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν
 [007_006_001]  Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη
 [007_006_002]  καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά
 [007_008_035]  καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ (αὐτός ἐστιν Γεδεων) κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ Ισραηλ
 [007_009_027]  καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ
 [007_020_006]  καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ
 [007_020_032]  καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον καὶ οἱ υἱοὶ Ισραηλ εἶπον Φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούσ καὶ ἐποίησαν οὕτως
 [007_021_011]  καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
 [007_021_023]  καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
000-00-00 Serial Number=0893050253
VT. 08 Ruth Ante [Go Back]  
 [008_004_011]  καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ
000-00-00 Serial Number=0479582787
VT. 09 Samuelis I Ante [Go Back]  
 [009_005_009]  καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεθθαῖοι ἕδρας
 [009_006_010]  καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
 [009_031_011]  καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαουλ
000-00-00 Serial Number=0090041339
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_013_029]  καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τῷ Αμνων καθὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν
 [010_021_014]  καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα
 [010_023_017]  καὶ εἶπεν Ιλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
 [010_024_017]  καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου
000-00-00 Serial Number=0085997224
VT. 11 Regum I Ante [Go Back]  
 [011_014_022]  καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον
 [011_014_024]  καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
 [011_015_012]  καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ
 [011_018_026]  καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἁπάκουσον ἡμῶν ὁ Βααλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασισ καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν
 [011_018_034]  καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακασ καὶ ἐποίησαν οὕτως καὶ εἶπεν Δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν Τρισσώσατε καὶ ἐτρίσσευσαν
 [011_020_011]  καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλεν πρὸς αὐτούς
000-00-00 Serial Number=0803634942
VT. 12 Regum II Ante [Go Back]  
 [012_011_009]  καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ιωδαε τὸν ἱερέα
 [012_015_009]  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
 [012_017_008]  καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ οἱ βασιλεῖς Ισραηλ ὅσοι ἐποίησαν
 [012_017_011]  καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη ἃ ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον
 [012_017_016]  ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βααλ
 [012_017_019]  καί γε Ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ισραηλ οἷς ἐποίησαν
 [012_017_029]  καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρῖται ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν ἐν αὐταῖσ
 [012_017_030]  καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σοκχωθβαινιθ καὶ οἱ ἄνδρες Χουθ ἐποίησαν τὴν Νηριγελ καὶ οἱ ἄνδρες Αιμαθ ἐποίησαν τὴν Ασιμαθ
 [012_017_031]  καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ καὶ οἱ Σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ θεοῖς Σεπφαρουαιν
 [012_017_032]  καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν
 [012_017_041]  καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης
 [012_018_012]  ἀνθ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
 [012_019_011]  ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάσ καὶ σὺ ῥυσθήσῃ
 [012_021_015]  ἀνθ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης
 [012_023_012]  καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ ἃ ἐποίησαν βασιλεῖς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων
 [012_023_019]  καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ
 [012_023_032]  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
 [012_023_037]  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
000-00-00 Serial Number=0971705675
VT. 13 Paralipomenon I Ante [Go Back]  
 [013_005_010]  καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ ἀνατολὰς τῆς Γαλααδ
 [013_010_011]  καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαουλ καὶ τῷ Ισραηλ
 [013_011_019]  καὶ εἶπεν Ιλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
 [013_021_017]  καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ καὶ ἐγώ εἰμι ὁ ἁμαρτών κακοποιῶν ἐκακοποίησα καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν κύριε ὁ θεός γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν κύριε
000-00-00 Serial Number=0192041814
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_004_004]  ᾗ ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ ἀνατολάς καὶ ἡ θάλασσα ἐπ αὐτῶν ἄνω ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω
 [014_016_014]  καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα
 [014_023_008]  καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας
 [014_024_007]  ὅτι Γοθολια ἦν ἡ ἄνομος καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ταῖς Βααλιμ
 [014_024_014]  καὶ ὡς συνετέλεσαν ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον τοῦ ἀργυρίου καὶ ἐποίησαν σκεύη εἰς οἶκον κυρίου σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσᾶς καὶ ἀργυρᾶς καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε
 [014_029_006]  ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς κυρίου καὶ ἔδωκαν αὐχένα
 [014_030_021]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ κυρίῳ ἡμέραν καθ ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ κυρίῳ
 [014_030_023]  καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλασ καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ
 [014_034_032]  καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ Βενιαμιν καὶ ἐποίησαν οἱ κατοικοῦντες Ιερουσαλημ διαθήκην ἐν οἴκῳ κυρίου θεοῦ πατέρων αὐτῶν
 [014_035_017]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας
 [014_035_018]  καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προφήτου καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ
 [014_036_002β]  ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ
 [014_036_005]  Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
000-00-00 Serial Number=0294888377
VT. 15 Esdrae Ante [Go Back]  
 [015_003_004]  καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ
 [015_006_013]  Τότε Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς
 [015_006_016]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ
 [015_006_019]  Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου
 [015_006_022]  καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ Ισραηλ
 [015_010_016]  καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
 [015_010_037]  Μαθανια Μαθαναι καὶ ἐποίησαν
000-00-00 Serial Number=0882283747
VT. 16 Nehemiae Ante [Go Back]  
 [016_008_016]  καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης Εφραιμ
 [016_008_017]  καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖσ ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τῆς ἡμέρας ἐκείνησ καὶ ἐγένετο εὐφροσύνη μεγάλη
 [016_008_018]  καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτησ καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα
 [016_009_018]  ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν Οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
 [016_009_026]  καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
 [016_009_034]  καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς
 [016_013_018]  οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
 [016_013_020]  καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
000-00-00 Serial Number=0869792461
VT. 18 Judith Ante [Go Back]  
 [018_004_008]  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ οἳ ἐκάθηντο ἐν Ιερουσαλημ
 [018_009_002]  Κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεων ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδοσ εἶπας γάρ Οὐχ οὕτως ἔσται καὶ ἐποίησαν
 [018_010_010]  καὶ ἐποίησαν οὕτως καὶ ἐξῆλθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ αὐτῆσ ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν
 [018_011_002]  καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ αὐτούσ ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα
 [018_011_014]  καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα τοὺς μετακομίσοντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας
 [018_011_017]  ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ καὶ νῦν μενῶ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν
 [018_015_012]  καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ αὐτῆσ
000-00-00 Serial Number=0345681846
VT. 19 Esther Ante [Go Back]  
 [019_009_029]  καὶ ἔγραψεν Εσθηρ ἡ βασίλισσα θυγάτηρ Αμιναδαβ καὶ Μαρδοχαῖος ὁ Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραι
000-00-00 Serial Number=0540267110
VT. 20 Job Ante [Go Back]  
 [020_001_017]  ή Ετι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραισ ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
 [020_042_009]  ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ
000-00-00 Serial Number=0277251065
VT. 21 Psalmi Ante [Go Back]  
 [021_009_016]  ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν
 [021_105_019]  καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ καὶ προσεκύνησαν τῷ γλυπτῷ
 [021_106_037]  καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος
000-00-00 Serial Number=0541579962
VT. 22 Proverbia Ante [Go Back]  
 [022_031_029]  Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας
000-00-00 Serial Number=0010250986
VT. 23 Ecclesiastes seu Qoelet Ante [Go Back]  
 [023_002_011]  καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου οἷς ἐποίησαν αἱ χεῖρές μου καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον
 [023_008_010]  καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας καὶ ἐκ τόπου ἁγίου ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει ὅτι οὕτως ἐποίησαν καί γε τοῦτο ματαιότης
000-00-00 Serial Number=0756764770
VT. 25 Sapientia Ante [Go Back]  
 [025_014_017]  καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς
000-00-00 Serial Number=0247142851
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_046_016]  καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας
 [026_050_016]  τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου
000-00-00 Serial Number=0023750305
VT. 27 Isaias Ante [Go Back]  
 [027_002_008]  καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν
 [027_002_020]  τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν
 [027_017_008]  καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν
 [027_031_007]  ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν
 [027_037_011]  ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν
 [027_046_006]  οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς
 [027_048_005]  καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
 [027_066_004]  κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖσ ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου ἐλάλησα καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο
000-00-00 Serial Number=0638202846
VT. 28 Jeremias Ante [Go Back]  
 [028_004_018]  αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι αὕτη ἡ κακία σου ὅτι πικρά ὅτι ἥψατο ἕως τῆς καρδίας σου
 [028_006_013]  ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ
 [028_007_030]  ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ λέγει κύριοσ ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ αὐτόν τοῦ μιᾶναι αὐτόν
 [028_010_011]  οὕτως ἐρεῖτε αὐτοῖς Θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου
 [028_011_008]  καὶ οὐκ ἐποίησαν
 [028_011_017]  καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βααλ
 [028_012_002]  ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν
 [028_028_024]  καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος
 [028_031_033]  συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ
 [028_036_023]  δι ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοῖς καὶ ἐγὼ μάρτυς φησὶν κύριος
 [028_037_016]  διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταῦτά σοι καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν
 [028_038_035]  ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὧν ἐποίησαν
 [028_039_023]  καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα
 [028_039_032]  διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ
 [028_041_018]  καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ
 [028_044_015]  καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν τοῦ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς
 [028_051_003]  ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις οἷς οὐκ ἔγνωτε
 [028_051_009]  μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ
000-00-00 Serial Number=0899520516
VT. 29 Lamentationes Ante [Go Back]  
 [029_001_022]  Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπεῖται
000-00-00 Serial Number=0989041626
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_007_020]  ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν
 [031_016_050]  καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον
 [031_020_024]  ἀνθ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν
 [031_023_010]  αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναῖκας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας
 [031_025_015]  Διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος
 [031_027_006]  ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιιν
 [031_033_029]  καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριοσ καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν
 [031_043_011]  καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὧν ἐποίησαν καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
000-00-00 Serial Number=0537555933
VT. 32 Daniel Ante [Go Back]  
 [032_011_024]  ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην
 [032_013_060]  πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρασ καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
000-00-00 Serial Number=0128280103
VT. 33 Osee Ante [Go Back]  
 [033_006_009]  καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου ἐφόνευσαν Σικιμα ὅτι ἀνομίαν ἐποίησαν
 [033_008_004]  ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν
 [033_013_002]  καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖσ αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν
000-00-00 Serial Number=0584806323
VT. 35 Amos Ante [Go Back]  
 [035_002_004]  Τάδε λέγει κύριος Ἁπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίησαν οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν
000-00-00 Serial Number=0716631472
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_001_015]  καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν
 [045_001_052]  καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς πᾶς ὁ ἐγκαταλείπων τὸν νόμον καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ
 [045_002_018]  νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς
 [045_002_040]  καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἁὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς
 [045_002_051]  καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον
 [045_004_049]  καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν
 [045_004_051]  καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν
 [045_004_053]  καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν ὃ ἐποίησαν
 [045_004_056]  καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως
 [045_004_060]  καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον
 [045_005_056]  ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν
 [045_006_031]  καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάσ καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς
 [045_006_052]  καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς
 [045_006_059]  καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα
 [045_007_022]  καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ
 [045_008_003]  καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ
 [045_008_015]  καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς καὶ καθ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούσ
 [045_010_011]  καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως
 [045_010_062]  καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν καὶ ἐποίησαν οὕτως
 [045_011_004]  ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶή Αζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ
 [045_011_026]  καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων
 [045_011_051]  καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά
 [045_014_036]  καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ οἳ ἐποίησαν αὑτοῖς ἄκραν ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ
000-00-00 Serial Number=0254444599
VT. 46 Machabaeorum II Ante [Go Back]  
 [046_004_042]  δι ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο
 [046_008_024]  γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν πάντας δὲ φυγεῖν ἠνάγκασαν
 [046_010_003]  καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»