VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνομίας [80]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0778095901
VT. 02 Exodus Ante [Go Back]  
 [002_034_007]  καὶ δικαιοσύνην διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν
 [002_034_009]  καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου συμπορευθήτω ὁ κύριός μου μεθ ἡμῶν ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν καὶ ἐσόμεθα σοί
000-00-00 Serial Number=0644392133
VT. 03 Leviticus Ante [Go Back]  
 [003_016_021]  καὶ ἐπιθήσει Ααρων τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον
 [003_019_029]  οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ καὶ ἡ γῆ πλησθήσεται ἀνομίας
 [003_026_043]  καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ὑπ αὐτῶν τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας ἀνθ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν
000-00-00 Serial Number=0760774434
VT. 04 Numeri Ante [Go Back]  
 [004_014_018]  Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης
000-00-00 Serial Number=0703314543
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_022_005]  ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με
 [010_022_024]  καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου
000-00-00 Serial Number=0688133180
VT. 15 Esdrae Ante [Go Back]  
 [015_009_013]  καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν
000-00-00 Serial Number=0233860373
VT. 16 Nehemiae Ante [Go Back]  
 [016_009_002]  καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν
000-00-00 Serial Number=0283629477
VT. 20 Job Ante [Go Back]  
 [020_007_021]  καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι ὀρθρίζων δὲ οὐκέτι εἰμί
 [020_008_004]  εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν
 [020_010_014]  ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας
 [020_014_017]  ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην
 [020_020_027]  ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας γῆ δὲ ἐπανασταίη αὐτῷ
000-00-00 Serial Number=0510970116
VT. 21 Psalmi Ante [Go Back]  
 [021_017_005]  περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
 [021_017_024]  καὶ ἔσομαι ἄμωμος μετ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου
 [021_038_012]  ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος διάψαλμα
 [021_050_004]  ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
 [021_050_011]  ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
 [021_057_003]  καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν
 [021_058_005]  ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
 [021_063_007]  ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα
 [021_084_003]  ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα
 [021_088_023]  οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν
 [021_088_033]  ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
 [021_089_008]  ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου
 [021_093_020]  μὴ συμπροσέσται σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι
 [021_102_010]  οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν
 [021_102_012]  καθ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ ἡμῶν τὰς ἀνομίας ἡμῶν
 [021_106_017]  ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν
 [021_129_003]  ἐὰν ἀνομίας παρατηρήσῃ κύριε κύριε τίς ὑποστήσεται
 [021_138_024]  καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ
000-00-00 Serial Number=0386504352
VT. 22 Proverbia Ante [Go Back]  
 [022_013_011]  ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτῷ μετ εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρᾷ
000-00-00 Serial Number=0024733186
VT. 25 Sapientia Ante [Go Back]  
 [025_005_007]  ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν
000-00-00 Serial Number=0503052056
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_014_011]  ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ ἐὰν πλημμελήσῃ ἁμαρτία αὐτοῦ ἐπ αὐτῷ κἂν ὑπερίδῃ ἥμαρτεν δισσῶσ καὶ εἰ διὰ κενῆς ὤμοσεν οὐ δικαιωθήσεται πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ
 [026_035_018]  ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας
000-00-00 Serial Number=0326579332
VT. 27 Isaias Ante [Go Back]  
 [027_003_008]  ὅτι ἀνεῖται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθοῦντεσ διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν
 [027_005_018]  οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας
 [027_006_007]  καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ
 [027_043_025]  ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι
 [027_043_026]  σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῇς
 [027_044_022]  ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε
 [027_053_005]  αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν παιδεία εἰρήνης ἡμῶν ἐπ αὐτόν τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν
 [027_058_001]  Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ιακωβ τὰς ἀνομίας αὐτῶν
 [027_059_006]  ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας
 [027_064_005]  καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν οὕτως ἄνεμος οἴσει ἡμᾶς
000-00-00 Serial Number=0768045843
VT. 29 Lamentationes Ante [Go Back]  
 [029_004_006]  Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας
 [029_004_022]  Ἁξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου
000-00-00 Serial Number=0645001292
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_003_019]  καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ αὐτοῦ ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ
 [031_007_023]  καὶ ποιήσουσι φυρμόν διότι ἡ γῆ πλήρης λαῶν καὶ ἡ πόλις πλήρης ἀνομίας
 [031_008_006]  καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου καὶ ἔτι ὄψει ἀνομίας μείζονας
 [031_008_009]  καὶ εἶπεν πρός με Εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε
 [031_008_013]  καὶ εἶπεν πρός μεή Ετι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσιν
 [031_008_017]  καὶ εἶπεν πρός με`Εώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε διότι ἔπλησαν τὴν γῆν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες
 [031_011_018]  καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς
 [031_012_016]  καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριος
 [031_016_002]  Υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς
 [031_016_047]  καὶ οὐδ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησασ παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου
 [031_016_051]  καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας
 [031_016_058]  τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος
 [031_018_013]  μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν οὗτος ζωῇ οὐ ζήσεται πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν θανάτῳ θανατωθήσεται τὸ αἷμα αὐτοῦ ἐπ αὐτὸν ἔσται
 [031_018_024]  ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσεν καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν ἐν αὐταῖς ἀποθανεῖται
 [031_018_027]  καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν
 [031_020_004]  εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει υἱὲ ἀνθρώπου τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς
 [031_022_002]  Καὶ σύ υἱὲ ἀνθρώπου εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
 [031_023_036]  καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν
 [031_028_016]  ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων
 [031_033_012]  εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι
 [031_033_018]  ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας καὶ ἀποθανεῖται ἐν αὐταῖσ
 [031_033_019]  καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοῖς αὐτὸς ζήσεται
000-00-00 Serial Number=0597570002
VT. 43 Zacharias Ante [Go Back]  
 [043_003_004]  καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη
000-00-00 Serial Number=0427058697
VT. 44 Malachias Ante [Go Back]  
 [044_001_004]  διότι ἐρεῖ ἡ Ιδουμαία Κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμουσ τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ ὃν παρατέτακται κύριος ἕως αἰῶνος
000-00-00 Serial Number=0564508140
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_003_006]  καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ
 [045_003_020]  αὐτοὶ ἔρχονται ἐφ ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»